§189ΣΩ. καὶ ὁ ἄρα τι ἀκούων ἕν γέ τι ἀκούει καὶ ὂν.
苏格拉底:因此,听见某种东西的人,也听见了至少某一个东西,而且是存在着的东西。
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΣΩ. καὶ ὁ ἁπτόμενος δή του ἑνός γέ του ἅπτεται καὶ ὄντος, εἴπερ ἑνός;
苏格拉底:而触碰某种东西的人,如果触碰了某一个,他也触碰了至少某一个,而且是存在着的东西,对吗?
ΘΕΑΙ. καὶ τοῦτο.
泰阿泰德:也是如此。
ΣΩ. ὁ δὲ δὴ δοξάζων οὐχ ἕν γέ τι δοξάζει;
苏格拉底:那么,形成意见的人,难道不也是在对至少某一个东西形成意见吗?
ΘΕΑΙ. ἀνάγκη.
泰阿泰德:必然如此。
ΣΩ. ὁ δʼ ἕν τι δοξάζων οὐκ ὄν τι;
苏格拉底:而对某一个东西形成意见的人,不就是对某种存在着的东西形成意见吗?
ΘΕΑΙ. συγχωρῶ.
泰阿泰德:我赞同。
ΣΩ. ὁ ἄρα μὴ ὂν δοξάζων οὐδὲν δοξάζει.
苏格拉底:因此,形成关于不存在之物的意见的人,什么也没有想。
ΘΕΑΙ. οὐ φαίνεται.
泰阿泰德:看来不是这样。
ΣΩ. ἀλλὰ μὴν ὅ γε μηδὲν δοξάζων τὸ παράπαν οὐδὲ δοξάζει.
苏格拉底:但是,根本什么都没有想的人,实际上连形成意见这件事都没有做。
ΘΕΑΙ. δῆλον, ὡς ἔοικεν.
泰阿泰德:看来很明显。
ΣΩ. οὐκ ἄρα οἷόν τε τὸ μὴ ὂν δοξάζειν, οὔτε περὶ τῶν ὄντων οὔτε αὐτὸ καθʼ αὑτό.
苏格拉底:所以,无论关于存在的事物,还是关于不存在者本身,都不可能形成关于不存在之物的意见。
ΘΕΑΙ. οὐ φαίνεται.
泰阿泰德:看来是不可能的。
ΣΩ. ἄλλο τι ἄρʼ ἐστὶ τὸ ψευδῆ δοξάζειν τοῦ τὰ μὴ ὄντα δοξάζειν.
苏格拉底:这么说,形成错误意见与形成关于不存在之物的意见,是两码事了。
ΘΕΑΙ. ἄλλο ἔοικεν.
泰阿泰德:看来是不同的。
ΣΩ. οὔτʼ ἄρʼ οὕτως οὔτε ὡς ὀλίγον πρότερον ἐσκοποῦμεν, ψευδής ἐστι δόξα ἐν ἡμῖν.
苏格拉底:所以,无论是通过这种方式,还是通过我们刚才审查的方式,我们里面都不存在错误的意见。
ΘΕΑΙ. οὐ γὰρ οὖν δή.
泰阿泰德:确实没有。
ΣΩ. ἀλλʼ ἆρα ὧδε γιγνόμενον τοῦτο προσαγορεύομεν;
苏格拉底:但是,我们说它是以以下这种方式产生的吗?
ΘΕΑΙ. πῶς;
泰阿泰德:怎么说?
ΣΩ. ἀλλοδοξίαν τινὰ οὖσαν ψευδῆ φαμεν εἶναι δόξαν, ὅταν τίς τι τῶν ὄντων ἄλλο αὖ τῶν ὄντων ἀνταλλαξάμενος τῇ διανοίᾳ φῇ εἶναι.
苏格拉底:我们说错误的意见是一种“异想”,即当某人在心灵中把一个存在的事物替换为另一个存在的事物,并声称它是那一个的时候。
οὕτω γὰρ ὂν μὲν ἀεὶ δοξάζει, ἕτερον δὲ ἀνθʼ ἑτέρου, καὶ ἁμαρτάνων οὗ ἐσκόπει δικαίως ἂν καλοῖτο ψευδῆ δοξάζων.
因为这样一来,他所想的虽然总是存在着的东西,但却是用一个替代了另一个;既然他没有想中他原本想要考虑的那个目标,他理所当然地会被称为形成了错误的意见。
ΘΕΑΙ. ὀρθότατά μοι νῦν δοκεῖς εἰρηκέναι.
泰阿泰德:我觉得你现在说得最正确。
ὅταν γάρ τις ἀντὶ καλοῦ αἰσχρὸν ἢ ἀντὶ αἰσχροῦ καλὸν δοξάζῃ, τότε ὡς ἀληθῶς δοξάζει ψευδῆ.
因为当一个人把美当成丑,或者把丑当成美来想时,他就是真正地在形成错误的意见了。
ΣΩ. δῆλος εἶ, ὦ Θεαίτητε, καταφρονῶν μου καὶ οὐ δεδιώς.
苏格拉底:泰阿泰德,很明显,你是在小看我,而且一点也不怕我。
ΘΕΑΙ. τί μάλιστα;
泰阿泰德:何以见得呢?
ΣΩ. οὐκ ἂν οἶμαι σοὶ δοκῶ τοῦ ἀληθῶς ψευδοῦς ἀντιλαβέσθαι, ἐρόμενος εἰ οἷόν τε ταχὺ βραδέως ἢ κοῦφον βαρέως ἢ ἄλλο τι ἐναντίον μὴ κατὰ τὴν αὑτοῦ φύσιν ἀλλὰ κατὰ τὴν τοῦ ἐναντίου γίγνεσθαι ἑαυτῷ ἐναντίως.
苏格拉底:我想你以为我不会揪住你那句“真实地错误”不放,去问你:快的东西怎么可能慢地、轻的东西怎么可能重地、或者任何其他相反的东西怎么可能不按照自己的本性而是按照相反的本性变得与其自身相反。
τοῦτο μὲν οὖν, ἵνα μὴ μάτην θαρρήσῃς, ἀφίημι.
然而,为了不让你平白无故地壮起胆子,我且放过这一点。
ἀρέσκει δέ, ὡς φῄς, τὸ τὰ ψευδῆ δοξάζειν ἀλλοδοξεῖν εἶναι;
但是,正如你所说,形成错误意见就是“异想”,这让你满意吗?
ΘΕΑΙ. ἔμοιγε.
泰阿泰德:是的,我同意。
ΣΩ. ἔστιν ἄρα κατὰ τὴν σὴν δόξαν ἕτερόν τι ὡς ἕτερον καὶ μὴ ὡς ἐκεῖνο τῇ διανοίᾳ τίθεσθαι.
苏格拉底:那么,照你的看法,在心灵中把一物当成另一物、而不是当成它本身,是可能发生的事了。
ΘΕΑΙ. ἔστι μέντοι.
泰阿泰德:确实如此。
ΣΩ. ὅταν οὖν τοῦθʼ ἡ διάνοιά του δρᾷ, οὐ καὶ ἀνάγκη αὐτὴν ἤτοι ἀμφότερα ἢ τὸ ἕτερον διανοεῖσθαι;
苏格拉底:那么,当某个人的心灵这样做时,它难道不是必然在思考两者,或者在思考其中的一者吗?
ΘΕΑΙ. ἀνάγκη μὲν οὖν· ἤτοι ἅμα γε ἢ ἐν μέρει.
泰阿泰德:确实是必然的,要么是同时,要么是轮流。
ΣΩ. κάλλιστα.
苏格拉底:极好。
τὸ δὲ διανοεῖσθαι ἆρʼ ὅπερ ἐγὼ καλεῖς;
不过,你所说的“思考”和我所说的是同一个意思吗?
ΘΕΑΙ. τί καλῶν;
泰阿泰德:你是怎么称呼它的呢?
§190ΣΩ. λόγον ὃν αὐτὴ πρὸς αὑτὴν ἡ ψυχὴ διεξέρχεται περὶ ὧν ἂν σκοπῇ.
苏格拉底:这就是灵魂自身在审查任何事物时与自身所进行的对话。
ὥς γε μὴ εἰδώς σοι ἀποφαίνομαι.
我作为一个无知者向你表明这一点。
τοῦτο γάρ μοι ἰνδάλλεται διανοουμένη οὐκ ἄλλο τι ἢ διαλέγεσθαι, αὐτὴ ἑαυτὴν ἐρωτῶσα καὶ ἀποκρινομένη, καὶ φάσκουσα καὶ οὐ φάσκουσα.
因为在我看来,灵魂在思考时所做的,无非是在进行对话,自问自答,予以肯定和否定。
ὅταν δὲ ὁρίσασα, εἴτε βραδύτερον εἴτε καὶ ὀξύτερον ἐπᾴξασα, τὸ αὐτὸ ἤδη φῇ καὶ μὴ διστάζῃ, δόξαν ταύτην τίθεμεν αὐτῆς.
而当它做出决定,不论是缓慢地还是更敏捷地跃向它,并现在声称同一件事而不再犹豫时,我们就把这定为它的意见。
ὥστʼ ἔγωγε τὸ δοξάζειν λέγειν καλῶ καὶ τὴν δόξαν λόγον εἰρημένον, οὐ μέντοι πρὸς ἄλλον οὐδὲ φωνῇ, ἀλλὰ σιγῇ πρὸς αὑτόν·
因此,我把形成意见称为“说话”,把意见称为“说出的话”——当然,不是对别人说,也不是出声说,而是在沉默中对自己说。
σὺ δὲ τί;
你呢,你怎么看?
ΘΕΑΙ. κἀγώ.
泰阿泰德:我也同意。
ΣΩ. ὅταν ἄρα τις τὸ ἕτερον ἕτερον δοξάζῃ, καὶ φησίν, ὡς ἔοικε, τὸ ἕτερον ἕτερον εἶναι πρὸς ἑαυτόν.
苏格拉底:所以,当有人把一物当成另一物想时,看来他也就是在对自己说:这一物就是那一物。
ΘΕΑΙ. τί μήν;
泰阿泰德:当然如此。
ΣΩ. ἀναμιμνῄσκου δὴ εἰ πώποτʼ εἶπες πρὸς σεαυτὸν ὅτι παντὸς μᾶλλον τό τοι καλὸν αἰσχρόν ἐστιν ἢ τὸ ἄδικον δίκαιον.
苏格拉底:那么请回想一下,你是否曾对自己说过:绝对地,美就是丑,或者不义就是正义。
ἢ καί, τὸ πάντων κεφάλαιον, σκόπει εἴ ποτʼ ἐπεχείρησας σεαυτὸν πείθειν ὡς παντὸς μᾶλλον τὸ ἕτερον ἕτερόν ἐστιν, ἢ πᾶν τοὐναντίον οὐδʼ ἐν ὕπνῳ πώποτε ἐτόλμησας εἰπεῖν πρὸς σεαυτὸν ὡς παντάπασιν ἄρα τὰ περιττὰ ἄρτιά ἐστιν ἤ τι ἄλλο τοιοῦτον.
或者,作为所有事情的关键,你想想自己是否曾试图说服自己说:绝对地,一物是另一物。 还是恰恰相反,你甚至在梦中也从未敢对自己说过:绝对地,奇数就是偶数,或者其他类似的事情。
ΘΕΑΙ. ἀληθῆ λέγεις.
泰阿泰德:你说得很对。
ΣΩ. ἄλλον δέ τινα οἴει ὑγιαίνοντα ἢ μαινόμενον τολμῆσαι σπουδῇ πρὸς ἑαυτὸν εἰπεῖν ἀναπείθοντα αὑτὸν ὡς ἀνάγκη τὸν βοῦν ἵππον εἶναι ἢ τὰ δύο ἕν;
苏格拉底:那么你认为,其他任何人,无论是清醒的还是疯疯癫癫的,会敢于极其认真地对自己说话,劝说自己:牛必然是马,或者二是同一?
ΘΕΑΙ. μὰ Δίʼ οὐκ ἔγωγε.
泰阿泰德:凭宙斯起誓,我绝不这么认为。
ΣΩ. οὐκοῦν εἰ τὸ λέγειν πρὸς ἑαυτὸν δοξάζειν ἐστίν, οὐδεὶς ἀμφότερά γε λέγων καὶ δοξάζων ἐφαπτόμενος ἀμφοῖν τῇ ψυχῇ εἴποι ἂν καὶ δοξάσειεν ὡς τὸ ἕτερον ἕτερόν ἐστιν.
苏格拉底:因此,如果对自己说话就是形成意见,那么凡是论及并思考两者、且灵魂与两者都有接触的人,绝不会说并认为其中一物是另一物。
ἐατέον δὲ καὶ σοὶ τὸ ῥῆμα· λέγω γὰρ αὐτὸ τῇδε, μηδένα δοξάζειν ὡς τὸ αἰσχρὸν καλὸν ἢ ἄλλο τι τῶν τοιούτων.
你也必须允许我使用这个词表达;因为我是在这个意义上说的:没有任何人会认为丑就是美,或者形成其他类似这种事情的意见。
ΘΕΑΙ. ἀλλʼ, ὦ Σώκρατες, ἐῶ τε καί μοι δοκεῖ ὡς λέγεις.
泰阿泰德:但是,苏格拉底,我放过它,而且我觉得你说的对。
ΣΩ. ἄμφω μὲν ἄρα δοξάζοντα ἀδύνατον τό γε ἕτερον ἕτερον δοξάζειν.
苏格拉底:所以,对于同时思考两者的人来说,是不可能把其中一物当成另一物来想的。
ΘΕΑΙ. ἔοικεν.
泰阿泰德:看来是这样。
ΣΩ. ἀλλὰ μὴν τὸ ἕτερόν γε μόνον δοξάζων, τὸ δὲ ἕτερον μηδαμῇ, οὐδέποτε δοξάσει τὸ ἕτερον ἕτερον εἶναι.
苏格拉底:然而,只思考其中一者、而完全不思考另一者的人,也绝不会认为这一者就是另一者。
ΘΕΑΙ. ἀληθῆ λέγεις· ἀναγκάζοιτο γὰρ ἂν ἐφάπτεσθαι καὶ οὗ μὴ δοξάζει.
泰阿泰德:你说得很对;因为他将被迫同时接触到他没有思考的那个东西。
ΣΩ. οὔτʼ ἄρʼ ἀμφότερα οὔτε τὸ ἕτερον δοξάζοντι ἐγχωρεῖ ἀλλοδοξεῖν.
苏格拉底:所以,无论是对同时思考两者的人,还是对只思考其中一者的人,“异想”都是不可能的。
ὥστʼ εἴ τις ὁριεῖται δόξαν εἶναι ψευδῆ τὸ ἑτεροδοξεῖν, οὐδὲν ἂν λέγοι· οὔτε γὰρ ταύτῃ οὔτε κατὰ τὰ πρότερα φαίνεται ψευδὴς ἐν ἡμῖν οὖσα δόξα.
因此,如果有人将错误意见定义为“想入他物”,他就是什么也没说明白;因为无论在这种情况下,还是在之前的情况下,错误意见似乎都无法存在于我们之中。
ΘΕΑΙ. οὐκ ἔοικεν.
泰阿泰德:看来不是这样。
ΣΩ. ἀλλὰ μέντοι, ὦ Θεαίτητε, εἰ τοῦτο μὴ φανήσεται ὄν, πολλὰ ἀναγκασθησόμεθα ὁμολογεῖν καὶ ἄτοπα.
苏格拉底:但是,泰阿泰德,如果这看起来不存在,我们将不得不承认许多极其荒谬的事情。
ΘΕΑΙ. τὰ ποῖα δή;
泰阿泰德:那会是什么样的事情呢?