§184ΣΩ. μέλισσον μὲν καὶ τοὺς ἄλλους, οἳ ἓν ἑστὸς λέγουσι τὸ πᾶν, αἰσχυνόμενος μὴ φορτικῶς σκοπῶμεν, ἧττον αἰσχύνομαι ἢ ἕνα ὄντα Παρμενίδην.
苏格拉底:对于梅里索斯和其他那些声称全体是一且静止的人,我因担心我们会粗鲁地审视他们而感到羞愧,但我对此的羞愧还不及对那独一无二的巴门尼德。
Παρμενίδης δέ μοι φαίνεται, τὸ τοῦ Ὁμήρου,
αἰδοῖός τέ μοι
εἶναι ἅμα
δεινός τε.
在我看来,巴门尼德正像荷马所说的那样,“既令人敬畏,又令人畏惧”。
συμπροσέμειξα γὰρ δὴ τῷ ἀνδρὶ πάνυ νέος πάνυ πρεσβύτῃ, καί μοι ἐφάνη βάθος τι ἔχειν παντάπασι γενναῖον.
因为我确实在极年轻时遇见过这位极年长的人,在我看来,他具有一种全然高贵的深邃。
φοβοῦμαι οὖν μὴ οὔτε τὰ λεγόμενα συνιῶμεν, τί τε διανοούμενος εἶπε πολὺ πλέον λειπώμεθα, καὶ τὸ μέγιστον, οὗ ἕνεκα ὁ λόγος ὥρμηται, ἐπιστήμης πέρι τί ποτʼ ἐστίν, ἄσκεπτον γένηται ὑπὸ τῶν ἐπεισκωμαζόντων λόγων, εἴ τις αὐτοῖς πείσεται·
因此,我担心我们既不能理解他所说的话,而在他说话时的意图上就更会被远远抛在后面;而最重大的是,我们这个讨论最初所指向的、关于“知识到底是什么”的探求,会因为那些乱入的讨论而变得未经审视,如果有人听信它们的话。
ἄλλως τε καὶ ὃν νῦν ἐγείρομεν πλήθει ἀμήχανον, εἴτε τις ἐν παρέργῳ σκέψεται, ἀνάξιʼ ἂν πάθοι, εἴτε ἱκανῶς, μηκυνόμενος τὸ τῆς ἐπιστήμης ἀφανιεῖ.
特别是我们现在引发的这个问题,其数量之大是难以应付的,如果把它当作旁枝末节来审视,它就会受到不应有的对待;如果进行充分审视,它又会因为拖得太长而使知识的问题消失。
δεῖ δὲ οὐδέτερα, ἀλλὰ Θεαίτητον ὧν κυεῖ περὶ ἐπιστήμης πειρᾶσθαι ἡμᾶς τῇ μαιευτικῇ τέχνῃ ἀπολῦσαι.
但这两者都不应该,我们必须努力用助产术把泰阿泰德从他所怀有的关于知识的见解中解放出来。
ΘΕΟ. ἀλλὰ χρή, εἰ δοκεῖ, οὕτω ποιεῖν.
德奥多洛斯:如果符合你的想法,那确实应该这样做。
ΣΩ. ἔτι τοίνυν, ὦ Θεαίτητε, τοσόνδε περὶ τῶν εἰρημένων ἐπίσκεψαι.
苏格拉底:那么,泰阿泰德,关于刚才所说的话,你再考虑一下这一点。
αἴσθησιν γὰρ δὴ ἐπιστήμην ἀπεκρίνω·
因为你回答说感觉就是知识,是吗?
ἦ γάρ; ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΣΩ. εἰ οὖν τίς σε ὧδʼ ἐρωτῴη· τῷ τὰ λευκὰ καὶ μέλανα ὁρᾷ ἄνθρωπος καὶ τῷ τὰ ὀξέα καὶ βαρέα ἀκούει;
苏格拉底:那么,如果有人这样问你:“人是用什么来观看白色和黑色的东西,用什么来听取尖锐和低沉的声音?
εἴποις ἂν οἶμαι
ὄμμασί τε καὶ ὠσίν.
”我想你会说,“用眼睛和耳朵”。
ΘΕΑΙ. ἔγωγε.
泰阿泰德:我会这样说。
ΣΩ. τὸ δὲ εὐχερὲς τῶν ὀνομάτων τε καὶ ῥημάτων καὶ μὴ διʼ ἀκριβείας ἐξεταζόμενον τὰ μὲν πολλὰ οὐκ ἀγεννές, ἀλλὰ μᾶλλον τὸ τούτου ἐναντίον ἀνελεύθερον, ἔστι δὲ ὅτε ἀναγκαῖον, οἷον καὶ νῦν ἀνάγκη ἐπιλαβέσθαι τῆς ἀποκρίσεως ἣν ἀποκρίνῃ, ᾗ οὐκ ὀρθή.
苏格拉底:随便使用名词和动词,而不进行精确的审查,这在大多数情况下并不是下贱的,相反,其对立面才是狭隘不自由的;但有时这又是必要的,就像现在有必要抓住你所给出的那个不正确的回答一样。
σκόπει γάρ· ἀπόκρισις ποτέρα ὀρθοτέρα, ᾧ ὁρῶμεν τοῦτο εἶναι ὀφθαλμούς, ἢ διʼ οὗ ὁρῶμεν, καὶ ᾧ ἀκούομεν ὦτα, ἢ διʼ οὗ ἀκούομεν;
因为你且看:哪种回答更正确,是说眼睛是我们“借以”观看的东西,还是我们“通过它”观看的东西;耳朵是我们“借以”听取的东西,还是我们“通过它”听取的东西?
ΘΕΑΙ. διʼ ὧν ἕκαστα αἰσθανόμεθα, ἔμοιγε δοκεῖ, ὦ Σώκρατες, μᾶλλον ἢ οἷς.
泰阿泰德:苏格拉底,在我看来,说我们“通过它们”感知每一个事物,要比说“借以”感知更为正确。
ΣΩ. δεινὸν γάρ που, ὦ παῖ, εἰ πολλαί τινες ἐν ἡμῖν ὥσπερ ἐν δουρείοις ἵπποις αἰσθήσεις ἐγκάθηνται, ἀλλὰ μὴ εἰς μίαν τινὰ ἰδέαν, εἴτε ψυχὴν εἴτε ὅτι δεῖ καλεῖν, πάντα ταῦτα συντείνει, ᾗ διὰ τούτων οἷον ὀργάνων αἰσθανόμεθα ὅσα αἰσθητά.
苏格拉底:是的,孩子,因为如果像在木马中一样,我们体内坐着许多不同的感觉,而不是所有这些都汇聚到某一个单一的理念中(无论应当称之为灵魂还是别的什么),那将是不可思议的;因为我们正是借着那单一的东西,通过这些作为器官的媒介,来感知一切可感之物的。
ΘΕΑΙ. ἀλλά μοι δοκεῖ οὕτω μᾶλλον ἢ ἐκείνως.
泰阿泰德:确实,在我看来,这样说要比那样说更为贴切。
ΣΩ. τοῦδέ τοι ἕνεκα αὐτά σοι διακριβοῦμαι, εἴ τινι ἡμῶν αὐτῶν τῷ αὐτῷ διὰ μὲν ὀφθαλμῶν ἐφικνούμεθα λευκῶν τε καὶ μελάνων, διὰ δὲ τῶν ἄλλων ἑτέρων αὖ τινῶν· καὶ ἕξεις ἐρωτώμενος πάντα τὰ τοιαῦτα εἰς τὸ σῶμα ἀναφέρειν;
苏格拉底:我正是为了这个缘故才向你求证得如此精确,即我们是否通过眼睛用我们自身中某个相同的内部部分来触及白与黑,又通过其他的感官触及其他的事物;当被问及时,你是否能把所有这些都归结于身体?
ἴσως δὲ βέλτιον σὲ λέγειν αὐτὰ ἀποκρινόμενον μᾶλλον ἢ ἐμὲ ὑπὲρ σοῦ πολυπραγμονεῖν. καί μοι λέγε·
但也许由你自己回答并说出来,要比我替你多管闲事更好。
θερμὰ καὶ σκληρὰ καὶ κοῦφα καὶ γλυκέα διʼ ὧν αἰσθάνῃ, ἆρα οὐ τοῦ σώματος ἕκαστα τίθης;
请告诉我:你是否把所有那些使你感知热、硬、轻、甜的感官,每一个都归为身体的?
ἢ ἄλλου τινός;
还是归为别的什么?
ΘΕΑΙ. οὐδενὸς ἄλλου.
泰阿泰德:不归为别的,只归为身体。