§182ΣΩ. οὐκοῦν ἐπειδὴ κινεῖσθαι αὐτὰ δεῖ, τὸ δὲ μὴ κινεῖσθαι μὴ ἐνεῖναι μηδενί, πάντα δὴ πᾶσαν κίνησιν ἀεὶ κινεῖται.
苏格拉底:所以,既然它们必须运动,而不能运动并不属于任何事物,那么一切事物确实在以各种方式不断地运动。
ΘΕΟ. ἀνάγκη.
德奥多洛斯:必然如此。
ΣΩ. σκόπει δή μοι τόδε αὐτῶν·
苏格拉底:那么请为我考虑他们的这一点:关于热、白或任何其他东西的产生,我们不是说他们是这样主张的吗?
τῆς θερμότητος ἢ λευκότητος ἢ ὁτουοῦν γένεσιν οὐχ οὕτω πως ἐλέγομεν φάναι αὐτούς, φέρεσθαι ἕκαστον τούτων ἅμα αἰσθήσει μεταξὺ τοῦ ποιοῦντός τε καὶ πάσχοντος, καὶ τὸ μὲν πάσχον αἰσθητικὸν ἀλλʼ οὐκ αἴσθησιν γίγνεσθαι, τὸ δὲ ποιοῦν ποιόν τι ἀλλʼ οὐ ποιότητα;
即这些东西中的每一个都与一种感觉同时在主动者与被动者之间移动,被动者变成了感觉的主体,而不是感觉本身,而主动者变成了具有某种性质的东西,而不是性质本身?
ἴσως οὖν ἡ
ποιότης
ἅμα ἀλλόκοτόν τε φαίνεται ὄνομα καὶ οὐ μανθάνεις ἁθρόον λεγόμενον· κατὰ μέρη οὖν ἄκουε.
也许“性质”这个词看起来是个奇怪的名字,一时间你可能无法理解这个整体的说法;所以请分部分来听。
τὸ γὰρ ποιοῦν οὔτε θερμότης οὔτε λευκότης, θερμὸν δὲ καὶ λευκὸν γίγνεται, καὶ τἆλλα οὕτω·
因为主动者既不变成热,也不变成白,而是变成热的和白的,其他也是如此。
μέμνησαι γάρ που ἐν τοῖς πρόσθεν ὅτι οὕτως ἐλέγομεν, ἓν μηδὲν αὐτὸ καθʼ αὑτὸ εἶναι, μηδʼ αὖ τὸ ποιοῦν ἢ πάσχον, ἀλλʼ ἐξ ἀμφοτέρων πρὸς ἄλληλα συγγιγνομένων τὰς αἰσθήσεις καὶ τὰ αἰσθητὰ ἀποτίκτοντα τὰ μὲν ποιʼ ἄττα γίγνεσθαι, τὰ δὲ αἰσθανόμενα.
因为你大概还记得,在前面的讨论中,我们是这样说的:没有任何一个东西是其自身独立存在的,主动者和被动者也是如此,而是由于两者相互结合,产生出感觉和可感物,使得一些事物成为某种性质的东西,另一些则成为感觉的主体。
ΘΕΟ. μέμνημαι· πῶς δʼ οὔ;
德奥多洛斯:我记得,怎么会不记得呢?
ΣΩ. τὰ μὲν τοίνυν ἄλλα χαίρειν ἐάσωμεν, εἴτε ἄλλως εἴτε οὕτως λέγουσιν· οὗ δʼ ἕνεκα λέγομεν, τοῦτο μόνον φυλάττωμεν, ἐρωτῶντες·
苏格拉底:那么其他的事情我们就随它去吧,无论他们是这样说还是那样说;我们只保留我们论述的目的,并提问:“正如你们所说,万物都在运动和流动,是吗?
Κινεῖται καὶ ῥεῖ, ὥς φατε, τὰ πάντα; ἦ γάρ; ΘΕΟ. ναί.
” 德奥多洛斯:是的。
ΣΩ. οὐκοῦν ἀμφοτέρας ἃς διειλόμεθα κινήσεις, φερόμενά τε καὶ ἀλλοιούμενα;
苏格拉底:那么,它们是否在我们所区分的两种运动中运动,即都在位移和变异?
ΘΕΟ. πῶς δʼ οὔ; εἴπερ γε δὴ τελέως κινήσεται.
德奥多洛斯:怎么会不呢,如果它们确实要完整地运动的话?
ΣΩ. εἰ μὲν τοίνυν ἐφέρετο μόνον, ἠλλοιοῦτο δὲ μή, εἴχομεν ἄν που εἰπεῖν οἷα ἄττα ῥεῖ τὰ φερόμενα· ἢ πῶς λέγομεν;
苏格拉底:那么,如果它们仅仅是位移,而不发生变异,我们大概就能说出,那些流动的位移之物是何种性质的东西;或者我们该怎么说?
ΘΕΟ. οὕτως.
德奥多洛斯:确实如此。
ΣΩ. ἐπειδὴ δὲ οὐδὲ τοῦτο μένει, τὸ λευκὸν ῥεῖν τὸ ῥέον, ἀλλὰ μεταβάλλει, ὥστε καὶ αὐτοῦ τούτου εἶναι ῥοήν, τῆς λευκότητος, καὶ μεταβολὴν εἰς ἄλλην χρόαν, ἵνα μὴ ἁλῷ ταύτῃ μένον, ἆρά ποτε οἷόν τέ τι προσειπεῖν χρῶμα, ὥστε καὶ ὀρθῶς προσαγορεύειν;
苏格拉底:但是由于连这一点也不保持不变,即流动的白色并不作为白色而流动,而是会发生改变,以至于这白色本身也有流动,并且会改变成其他的颜色,以免被发现在此停留,那么,我们真的有可能指称任何一种颜色,并正确地称呼它吗?
ΘΕΟ. καὶ τίς μηχανή, ὦ Σώκρατες;
德奥多洛斯:这怎么可能呢,苏格拉底?
ἢ ἄλλο γέ τι τῶν τοιούτων, εἴπερ ἀεὶ λέγοντος ὑπεξέρχεται ἅτε δὴ ῥέον;
如果它因为流动的缘故,总是在说话时从说话者那里溜走,其他任何这类事物又怎么可能被正确指称呢?
ΣΩ. τί δὲ περὶ αἰσθήσεως ἐροῦμεν ὁποιασοῦν, οἷον τῆς τοῦ ὁρᾶν ἢ ἀκούειν;
苏格拉底:那我们对任何一种感觉,比如视觉或听觉,该怎么说呢?
μένειν ποτὲ ἐν αὐτῷ τῷ ὁρᾶν ἢ ἀκούειν;
它会停留在视觉或听觉本身之中吗?
ΘΕΟ. οὔκουν δεῖ γε, εἴπερ πάντα κινεῖται.
德奥多洛斯:既然万物都在运动,那显然不会停留。
ΣΩ. οὔτε ἄρα ὁρᾶν προσρητέον τι μᾶλλον ἢ μὴ ὁρᾶν, οὐδέ τινʼ ἄλλην αἴσθησιν μᾶλλον ἢ μή, πάντων γε πάντως κινουμένων.
苏格拉底:因此,我们不能说它是视觉多于非视觉,也不能说任何其他感觉是它多于非它,因为一切都在以各种方式运动。
ΘΕΟ. οὐ γὰρ οὖν.
德奥多洛斯:确实如此。
ΣΩ. καὶ μὴν αἴσθησίς γε ἐπιστήμη, ὡς ἔφαμεν ἐγώ τε καὶ Θεαίτητος.
苏格拉底:而且,感觉就是知识,正如我和泰阿泰德所说的。
ΘΕΟ. ἦν ταῦτα.
德奥多洛斯:是这样的。
ΣΩ. οὐδὲν ἄρα ἐπιστήμην μᾶλλον ἢ μὴ ἐπιστήμην ἀπεκρινάμεθα ἐρωτώμενοι ὅτι ἐστὶν ἐπιστήμη.
苏格拉底:那么,当被问及知识是什么时,我们所给出的答案,是知识并不多于非知识。
§183ΘΕΟ. ἐοίκατε.
德奥多洛斯:看起来是这样。
ΣΩ. καλὸν ἂν ἡμῖν συμβαίνοι τὸ ἐπανόρθωμα τῆς ἀποκρίσεως, προθυμηθεῖσιν ἀποδεῖξαι ὅτι πάντα κινεῖται, ἵνα δὴ ἐκείνη ἡ ἀπόκρισις ὀρθὴ φανῇ.
苏格拉底:我们急于证明万物都在运动,以便使那个答案显出是正确的,这可真是对那个答案进行了一次极好的修正啊。
τὸ δʼ, ὡς ἔοικεν, ἐφάνη, εἰ πάντα κινεῖται, πᾶσα ἀπόκρισις, περὶ ὅτου ἄν τις ἀποκρίνηται, ὁμοίως ὀρθὴ εἶναι, οὕτω τʼ ἔχειν φάναι καὶ μὴ οὕτω, εἰ δὲ βούλει, γίγνεσθαι, ἵνα μὴ στήσωμεν αὐτοὺς τῷ λόγῳ.
但正如它所表明的,如果万物都在运动,那么无论针对什么做出的任何回答,都是等样正确的——说它“这样”和“不这样”都行,或者你愿意的话,说它“生成”也行,以免我们在言语中让他们静止下来。
ΘΕΟ. ὀρθῶς λέγεις.
德奥多洛斯:你说得对。
ΣΩ. πλήν γε, ὦ Θεόδωρε, ὅτι
οὕτω
τε εἶπον καὶ
οὐχ οὕτω.
苏格拉底:不过,德奥多洛斯,除了一点,就是我说了“这样”和“不这样”。
δεῖ δὲ οὐδὲ τοῦτο τὸ
οὕτω
λέγειν—οὐδὲ γὰρ ἂν ἔτι κινοῖτο τὸ
οὕτω
—οὐδʼ αὖ
μὴ οὕτω
— οὐδὲ γὰρ τοῦτο κίνησις—ἀλλά τινʼ ἄλλην φωνὴν θετέον τοῖς τὸν λόγον τοῦτον λέγουσιν, ὡς νῦν γε πρὸς τὴν αὑτῶν ὑπόθεσιν οὐκ ἔχουσι ῥήματα, εἰ μὴ ἄρα τὸ
οὐδʼ οὕτως
μάλιστα ἂν αὐτοῖς ἁρμόττοι, ἄπειρον λεγόμενον.
但是我们甚至不应该说“这样”这个词——因为 “这样”将不再是运动的——同样也不应该说“不这样”——因为这也不是运动。 对于那些持这种学说的人来说,必须设定一些其他的表达方式,因为现在他们针对自己的假设没有词汇可用,除非用“甚至不这样”最适合他们,因为这是在无限的意义上说的。
ΘΕΟ. οἰκειοτάτη γοῦν διάλεκτος αὕτη αὐτοῖς.
德奥多洛斯:至少,这确实是他们最贴切的用语了。
ΣΩ. οὐκοῦν, ὦ Θεόδωρε, τοῦ τε σοῦ ἑταίρου ἀπηλλάγμεθα, καὶ οὔπω συγχωροῦμεν αὐτῷ πάντʼ ἄνδρα πάντων χρημάτων μέτρον εἶναι, ἂν μὴ φρόνιμός τις ᾖ· ἐπιστήμην τε αἴσθησιν οὐ συγχωρησόμεθα κατά γε τὴν τοῦ πάντα κινεῖσθαι μέθοδον, εἰ μή πως ἄλλως Θεαίτητος ὅδε λέγει.
苏格拉底:因此,德奥多洛斯,我们摆脱了你的同伴,并且我们仍然不承认任何人都是万物的尺度,除非他是个明智的人;我们也不承认感觉就是知识,至少在万物运动的方法下是如此,除非这边的泰阿泰德有其他说法。
ΘΕΟ. ἄριστʼ εἴρηκας, ὦ Σώκρατες·
德奥多洛斯:你说得好极了,苏格拉底。
τούτων γὰρ περανθέντων καὶ ἐμὲ ἔδει ἀπηλλάχθαι σοι ἀποκρινόμενον κατὰ τὰς συνθήκας, ἐπειδὴ τὸ περὶ τοῦ Πρωταγόρου λόγου τέλος σχοίη.
因为这些问题解决之后,根据我们的约定,当关于普罗泰戈拉学说的讨论结束时,我也该免于回答你了。
ΘΕΑΙ. μὴ πρίν γʼ ἄν, ὦ Θεόδωρε, Σωκράτης τε καὶ σὺ τοὺς φάσκοντας αὖ τὸ πᾶν ἑστάναι διέλθητε, ὥσπερ ἄρτι προύθεσθε.
泰阿泰德:但在那之前,德奥多洛斯,你和苏格拉底必须像刚才提议的那样,探讨一下那些声称“全体静止”的人。
ΘΕΟ. νέος ὤν, ὦ Θεαίτητε, τοὺς πρεσβυτέρους ἀδικεῖν διδάσκεις ὁμολογίας παραβαίνοντας;
德奥多洛斯:泰阿泰德,你年纪轻轻,就教长辈违背约定做不公正的事吗?
ἀλλὰ παρασκευάζου ὅπως τῶν ἐπιλοίπων Σωκράτει δώσεις λόγον.
还是做好准备,以便由你向苏格拉底说明剩下的问题吧。
ΘΕΑΙ. ἐάνπερ γε βούληται.
泰阿泰德:只要他愿意的话。
ἥδιστα μεντἂν ἤκουσα περὶ ὧν λέγω.
但我确实最乐意听到我所说的那些事情。
ΘΕΟ.
Ἱππέας εἰς πεδίον
προκαλῇ Σωκράτη εἰς λόγους προκαλούμενος·
德奥多洛斯:你这是在向苏格拉底发起“平原上的骑兵”式的挑战,引诱他进行讨论。
ἐρώτα οὖν καὶ ἀκούσῃ.
那么,你提问吧,你将会听到解答的。
ΣΩ. ἀλλά μοι δοκῶ, ὦ Θεόδωρε, περί γε ὧν κελεύει Θεαίτητος οὐ πείσεσθαι αὐτῷ.
苏格拉底:但是德奥多洛斯,对于泰阿泰德所要求的,我想我不会顺从他。
ΘΕΟ. τί δὴ οὖν οὐ πείσεσθαι;
德奥多洛斯:那为什么不顺从呢?