§185ΣΩ. ἦ καὶ ἐθελήσεις ὁμολογεῖν ἃ διʼ ἑτέρας δυνάμεως αἰσθάνῃ, ἀδύνατον εἶναι διʼ ἄλλης ταῦτʼ αἰσθέσθαι, οἷον ἃ διʼ ἀκοῆς, διʼ ὄψεως, ἢ ἃ διʼ ὄψεως, διʼ ἀκοῆς;
苏格拉底:那么,你是否也愿意同意,通过一种能力所感知到的东西,是不可能通过另一种能力感知到的? 例如,通过听觉感知到的东西不能通过视觉感知,通过视觉感知到的东西不能通过听觉感知?
ΘΕΑΙ. πῶς γὰρ οὐκ ἐθελήσω;
泰阿泰德:怎么会不愿意呢?
ΣΩ. εἴ τι ἄρα περὶ ἀμφοτέρων διανοῇ, οὐκ ἂν διά γε τοῦ ἑτέρου ὀργάνου, οὐδʼ αὖ διὰ τοῦ ἑτέρου περὶ ἀμφοτέρων αἰσθάνοιʼ ἄν.
苏格拉底:因此,如果你对这两者有什么思考,你绝不能通过其中一个器官,也不能通过另一个器官,来感知关于这两者的共同特征。
ΘΕΑΙ. οὐ γὰρ οὖν.
泰阿泰德:确实不能。
ΣΩ. περὶ δὴ φωνῆς καὶ περὶ χρόας πρῶτον μὲν αὐτὸ τοῦτο περὶ ἀμφοτέρων ἦ διανοῇ, ὅτι ἀμφοτέρω ἐστόν;
苏格拉底:那么关于声音和颜色,首先,你对这两者是否思考过这件相同的事,即“它们两者都存在”?
ΘΕΑΙ. ἔγωγε.
泰阿泰德:是的。
ΣΩ. οὐκοῦν καὶ ὅτι ἑκάτερον ἑκατέρου μὲν ἕτερον, ἑαυτῷ δὲ ταὐτόν;
苏格拉底:同样,每一个都与另一个不同,而与自身相同,这也是你想过的吧?
ΘΕΑΙ. τί μήν;
泰阿泰德:当然。
ΣΩ. καὶ ὅτι ἀμφοτέρω δύο, ἑκάτερον δὲ ἕν;
苏格拉底:还有,这两者合起来是两个,而每一个是一个?
ΘΕΑΙ. καὶ τοῦτο.
泰阿泰德:也是。
ΣΩ. οὐκοῦν καὶ εἴτε ἀνομοίω εἴτε ὁμοίω ἀλλήλοιν, δυνατὸς εἶ ἐπισκέψασθαι;
苏格拉底:那么,你是否也能审视它们彼此是不同还是相同?
ΘΕΑΙ. ἴσως.
泰阿泰德:也许可以。
ΣΩ. ταῦτα δὴ πάντα διὰ τίνος περὶ αὐτοῖν διανοῇ;
苏格拉底:那么,你究竟是通过什么来对这两者思考这一切的呢?
οὔτε γὰρ διʼ ἀκοῆς οὔτε διʼ ὄψεως οἷόν τε τὸ κοινὸν λαμβάνειν περὶ αὐτῶν.
因为既不能通过听觉,也不能通过视觉来把握它们之间的共同特征。
ἔτι δὲ καὶ τόδε τεκμήριον περὶ οὗ λέγομεν· εἰ γὰρ δυνατὸν εἴη ἀμφοτέρω σκέψασθαι ἆρʼ ἐστὸν ἁλμυρὼ ἢ οὔ, οἶσθʼ ὅτι ἕξεις εἰπεῖν ᾧ ἐπισκέψῃ, καὶ τοῦτο οὔτε ὄψις οὔτε ἀκοὴ φαίνεται, ἀλλά τι ἄλλο.
这里还有另一个证明我们所说之话的例子:因为如果可以审视这两者是否是咸的,你知道你一定能说出你将用什么来审视它,而这显然既不是视觉也不是听觉,而是某种别的器官。
ΘΕΑΙ. τί δʼ οὐ μέλλει, ἥ γε διὰ τῆς γλώττης δύναμις;
泰阿泰德:怎么会不是呢? 那自然是通过舌头起作用的能力。
ΣΩ. καλῶς λέγεις.
苏格拉底:说得好。
ἡ δὲ δὴ διὰ τίνος δύναμις τό τʼ ἐπὶ πᾶσι κοινὸν καὶ τὸ ἐπὶ τούτοις δηλοῖ σοι, ᾧ τὸ
ἔστιν
ἐπονομάζεις καὶ τὸ
οὐκ ἔστι
καὶ ἃ νυνδὴ ἠρωτῶμεν περὶ αὐτῶν;
然而,究竟是通过什么能力,把那对一切事物以及对这些事物(声音和颜色)都共同的东西显现给你,你用它来称呼“存在”与“不存在”,以及我们刚才关于它们所问的那些特征?
τούτοις πᾶσι ποῖα ἀποδώσεις ὄργανα διʼ ὧν αἰσθάνεται ἡμῶν τὸ αἰσθανόμενον ἕκαστα;
对于所有这些,你会指派什么器官,使我们之中那个进行感知的实体能通过它们来感知每一个特征?
ΘΕΑΙ. οὐσίαν λέγεις καὶ τὸ μὴ εἶναι, καὶ ὁμοιότητα καὶ ἀνομοιότητα, καὶ τὸ ταὐτόν τε καὶ ἕτερον, ἔτι δὲ ἕν τε καὶ τὸν ἄλλον ἀριθμὸν περὶ αὐτῶν.
泰阿泰德:你是指“存在”和“不存在”、“相似”和“不相似”、“同一”和“差异”,以及关于它们的 “一”和其他“数量”。
δῆλον δὲ ὅτι καὶ ἄρτιόν τε καὶ περιττὸν ἐρωτᾷς, καὶ τἆλλα ὅσα τούτοις ἕπεται, διὰ τίνος ποτὲ τῶν τοῦ σώματος τῇ ψυχῇ αἰσθανόμεθα.
显然,你也是在问“偶”和“奇”,以及其他所有伴随这些而来的特征,我们究竟是通过身体的什么器官,用灵魂来感知它们的。
ΣΩ. ὑπέρευ, ὦ Θεαίτητε, ἀκολουθεῖς, καὶ ἔστιν ἃ ἐρωτῶ αὐτὰ ταῦτα.
苏格拉底:太棒了,泰阿泰德,你理解得完全正确,我问的正是这些东西。
ΘΕΑΙ. ἀλλὰ μὰ Δία, ὦ Σώκρατες, ἔγωγε οὐκ ἂν ἔχοιμι εἰπεῖν, πλήν γʼ ὅτι μοι δοκεῖ τὴν ἀρχὴν οὐδʼ εἶναι τοιοῦτον οὐδὲν τούτοις ὄργανον ἴδιον ὥσπερ ἐκείνοις, ἀλλʼ αὐτὴ διʼ αὑτῆς ἡ ψυχὴ τὰ κοινά μοι φαίνεται περὶ πάντων ἐπισκοπεῖν.
泰阿泰德:但是凭宙斯起誓,苏格拉底,除了这一点之外,我实在说不出什么来:在我看来,起初就根本没有像那些感官一样专门针对这些共同特征的特殊器官,相反,似乎是灵魂自身通过它自己,来审视一切事物的共同特征。
ΣΩ. καλὸς γὰρ εἶ, ὦ Θεαίτητε, καὶ οὐχ, ὡς ἔλεγε Θεόδωρος, αἰσχρός· ὁ γὰρ καλῶς λέγων καλός τε καὶ ἀγαθός.
苏格拉底:因为你是美丽的,泰阿泰德,绝不像德奥多洛斯所说的那样丑陋;因为凡是说得美丽的人本身就是美丽而高尚的。
πρὸς δὲ τῷ καλῷ εὖ ἐποίησάς με μάλα συχνοῦ λόγου ἀπαλλάξας, εἰ φαίνεταί σοι τὰ μὲν αὐτὴ διʼ αὑτῆς ἡ ψυχὴ ἐπισκοπεῖν, τὰ δὲ διὰ τῶν τοῦ σώματος δυνάμεων.
除了美丽之外,你还帮了我一个大忙,使我免于进行一场极其漫长的论证,如果确实在你看来,有些事物是灵魂自身通过它自己来审视的,而另一些则是通过身体的能力来审视的。
τοῦτο γὰρ ἦν ὃ καὶ αὐτῷ μοι ἐδόκει, ἐβουλόμην δὲ καὶ σοὶ δόξαι.
因为这正是我自己所认为的,而且我也希望这同样也是你的看法。