§162ΘΕΟ. ὦ Σώκρατες, φίλος ἁνήρ, ὥσπερ σὺ νυνδὴ εἶπες.
泰奥多洛:苏格拉底,正如你刚才所说,那个人是我的朋友。
οὐκ ἂν οὖν δεξαίμην διʼ ἐμοῦ ὁμολογοῦντος ἐλέγχεσθαι Πρωταγόραν, οὐδʼ αὖ σοὶ παρὰ δόξαν ἀντιτείνειν.
因此,我不愿因我的同意而让普罗泰戈拉被驳倒,也不愿违背我自己的本意去反驳你。
τὸν οὖν Θεαίτητον πάλιν λαβέ· πάντως καὶ νυνδὴ μάλʼ ἐμμελῶς σοι ἐφαίνετο ὑπακούειν.
所以,还是请你重新和泰阿泰德对话吧;无论如何,刚才他看起来确实非常顺从地回应了你。
ΣΩ. ἆρα κἂν εἰς Λακεδαίμονα ἐλθών, ὦ Θεόδωρε, πρὸς τὰς παλαίστρας ἀξιοῖς ἂν ἄλλους θεώμενος γυμνούς, ἐνίους φαύλους, αὐτὸς μὴ ἀντεπιδεικνύναι τὸ εἶδος παραποδυόμενος;
苏格拉底:泰奥多洛,如果你去了斯巴达,到了摔跤场,难道你会只看着别人裸体,其中有些人的体格还很差,而你自己却不肯脱下衣服,向他们展示你自己的身段吗?
ΘΕΟ. ἀλλὰ τί μὴν δοκεῖς, εἴπερ μέλλοιέν μοι ἐπιτρέψειν καὶ πείσεσθαι;
泰奥多洛:但你以为我不会这样做吗,只要他们允许我并听从我的劝说?
ὥσπερ νῦν οἶμαι ὑμᾶς πείσειν ἐμὲ μὲν ἐᾶν θεᾶσθαι καὶ μὴ ἕλκειν πρὸς τὸ γυμνάσιον σκληρὸν ἤδη ὄντα, τῷ δὲ δὴ νεωτέρῳ τε καὶ ὑγροτέρῳ ὄντι προσπαλαίειν.
正如现在我想说服你们,允许我只在旁观看,不要把我这个身体已经僵硬的人拉进体育场,而是让那个更年轻、更柔软的人去和你们摔跤。
ΣΩ. ἀλλʼ εἰ οὕτως, ὦ Θεόδωρε, σοὶ φίλον, οὐδʼ ἐμοὶ ἐχθρόν, φασὶν οἱ παροιμιαζόμενοι.
苏格拉底:但是,泰奥多洛,如果这样做合你的意,那么正如谚语所说,“对我也没有什么不妥”。
πάλιν δὴ οὖν ἐπὶ τὸν σοφὸν Θεαίτητον ἰτέον.
既然如此,我们就必须重新转向聪明的泰阿泰德了。
λέγε δή, ὦ Θεαίτητε, πρῶτον μὲν ἃ νυνδὴ διήλθομεν, ἆρα οὐ σὺ θαυμάζεις εἰ ἐξαίφνης οὕτως ἀναφανήσῃ μηδὲν χείρων εἰς σοφίαν ὁτουοῦν ἀνθρώπων ἢ καὶ θεῶν;
说吧,泰阿泰德,首先关于我们刚才讨论过的事情,难道你不会感到惊奇吗——你居然会这样突然显现出来,在智慧上一点也不比任何人类甚至神明差?
ἢ ἧττόν τι οἴει τὸ Πρωταγόρειον μέτρον εἰς θεοὺς ἢ εἰς ἀνθρώπους λέγεσθαι;
还是你认为,普罗泰戈拉的“尺度”说应用在神明身上,会比在人类身上要少一些吗?
ΘΕΑΙ. μὰ Δίʼ οὐκ ἔγωγε·
泰阿泰德:凭宙斯起誓,我绝不这么认为!
καὶ ὅπερ γε ἐρωτᾷς, πάνυ θαυμάζω.
而且对于你所问的问题,我确实感到非常惊奇。
ἡνίκα γὰρ διῇμεν ὃν τρόπον λέγοιεν τὸ δοκοῦν ἑκάστῳ τοῦτο καὶ εἶναι τῷ δοκοῦντι, πάνυ μοι εὖ ἐφαίνετο λέγεσθαι· νῦν δὲ τοὐναντίον τάχα μεταπέπτωκεν.
因为当我们讨论他们所说的“对每个人显现的对那个显现的人来说也就是如此”这一方式时,我觉得这话说得非常好;但现在,它似乎一下子转变成相反的情况了。
ΣΩ. νέος γὰρ εἶ, ὦ φίλε παῖ· τῆς οὖν δημηγορίας ὀξέως ὑπακούεις καὶ πείθῃ.
苏格拉底:因为你还年轻,亲爱的孩子;所以你很容易对大众演说做出反应并被说服。
πρὸς γὰρ ταῦτα ἐρεῖ Πρωταγόρας ἤ τις ἄλλος ὑπὲρ αὐτοῦ· ὦ γενναῖοι παῖδές τε καὶ γέροντες, δημηγορεῖτε συγκαθεζόμενοι, θεούς τε εἰς τὸ μέσον ἄγοντες, οὓς ἐγὼ ἔκ τε τοῦ λέγειν καὶ τοῦ γράφειν περὶ αὐτῶν ὡς εἰσὶν ἢ ὡς οὐκ εἰσίν, ἐξαιρῶ, καὶ ἃ οἱ πολλοὶ ἂν ἀποδέχοιντο ἀκούοντες, λέγετε ταῦτα, ὡς δεινὸν εἰ μηδὲν διοίσει εἰς σοφίαν ἕκαστος τῶν ἀνθρώπων βοσκήματος ὁτουοῦν·
因为针对这些,普罗泰戈拉或者代表他的某个人会说: “哦,高贵的孩子们和老人们,你们坐在一起发表大众演说,把神明拉进讨论之中,而我早已将神明排除在关于他们是否存在口头讨论或书面写作之外;你们说的是普通大众听了会接受的那种话,即如果每个在智慧上的人类与任何家畜毫无区别,那就是件可怕的事。
ἀπόδειξιν δὲ καὶ ἀνάγκην οὐδʼ ἡντινοῦν λέγετε ἀλλὰ τῷ εἰκότι χρῆσθε, ᾧ εἰ ἐθέλοι Θεόδωρος ἢ ἄλλος τις τῶν γεωμετρῶν χρώμενος γεωμετρεῖν, ἄξιος οὐδʼ ἑνὸς μόνου ἂν εἴη.
但是你们没有提出任何证明或必然性的论证,而是只使用可能性;如果泰奥多洛或任何其他几何学家在做几何学时也想使用这个,那他简直一文不值。
σκοπεῖτε οὖν σύ τε καὶ Θεόδωρος εἰ ἀποδέξεσθε πιθανολογίᾳ τε καὶ εἰκόσι περὶ τηλικούτων λεγομένους λόγους.
因此,你和泰奥多洛要考虑清楚,在如此重大的问题上,你们是否要接受基于说服力和可能性而发表的言论。
§163ΘΕΑΙ. ἀλλʼ οὐ δίκαιον, ὦ Σώκρατες, οὔτε σὺ οὔτε ἂν ἡμεῖς φαῖμεν.
” 泰阿泰德:但是,苏格拉底,那是不公允的,不论是你还是我们都会这么说。
ΣΩ. ἄλλῃ δὴ σκεπτέον, ὡς ἔοικεν, ὡς ὅ τε σὸς καὶ ὁ Θεοδώρου λόγος.
苏格拉底:那么正如所见,根据你和泰奥多洛的想法,我们必须用另一种方法来考察了。
ΘΕΑΙ. πάνυ μὲν οὖν ἄλλῃ.
泰阿泰德:确实必须用另一种方法。
ΣΩ. τῇδε δὴ σκοπῶμεν εἰ ἄρα ἐστὶν ἐπιστήμη τε καὶ αἴσθησις ταὐτὸν ἢ ἕτερον.
苏格拉底:那么,我们就通过这条路径来考察一下:知识与知觉究竟是同一回事,还是彼此不同。
εἰς γὰρ τοῦτό που πᾶς ὁ λόγος ἡμῖν ἔτεινεν, καὶ τούτου χάριν τὰ πολλὰ καὶ ἄτοπα ταῦτα ἐκινήσαμεν.
因为我想,我们之前的全部论证都是朝着这个方向发展的,而且为了这个目的,我们动用了这么多奇特的事情。
οὐ γάρ;
不是吗?
ΘΕΑΙ. παντάπασι μὲν οὖν.
泰阿泰德:完全是这样。
ΣΩ. ἦ οὖν ὁμολογήσομεν, ἃ τῷ ὁρᾶν αἰσθανόμεθα ἢ τῷ ἀκούειν, πάντα ταῦτα ἅμα καὶ ἐπίστασθαι;
苏格拉底:那么,我们是否要承认,凡是我们通过看或听而知觉到的东西,我们同时也都知道它们?
οἷον τῶν βαρβάρων πρὶν μαθεῖν τὴν φωνὴν πότερον οὐ φήσομεν ἀκούειν ὅταν φθέγγωνται, ἢ ἀκούειν τε καὶ ἐπίστασθαι ἃ λέγουσι;
例如,在学会外族人的语言之前,当他们发出声音时,我们是否要说我们没有听到,还是说我们既听到了同时也知道他们说的是什么?
καὶ αὖ γράμματα μὴ ἐπιστάμενοι, βλέποντες εἰς αὐτὰ πότερον οὐχ ὁρᾶν ἢ ἐπίστασθαι εἴπερ ὁρῶμεν διισχυριούμεθα;
还有,如果我们不识字,当我们看着这些字母时,我们是否要坚称因为我们看到了,所以我们既不是没看到,而是知道它们?
ΘΕΑΙ. αὐτό γε, ὦ Σώκρατες, τοῦτο αὐτῶν, ὅπερ ὁρῶμέν τε καὶ ἀκούομεν, ἐπίστασθαι φήσομεν· τῶν μὲν γὰρ τὸ σχῆμα καὶ τὸ χρῶμα ὁρᾶν τε καὶ ἐπίστασθαι, τῶν δὲ τὴν ὀξύτητα καὶ βαρύτητα ἀκούειν τε ἅμα καὶ εἰδέναι·
泰阿泰德:苏格拉底,我们要说,关于这些东西,我们知道的恰恰就是我们所看到和听到的那部分;对于字母,我们既看到也知道它们的形状和颜色;而对于声音,我们既听到同时也知道其高低音调。
ἃ δὲ οἵ τε γραμματισταὶ περὶ αὐτῶν καὶ οἱ ἑρμηνῆς διδάσκουσιν, οὔτε αἰσθάνεσθαι τῷ ὁρᾶν ἢ ἀκούειν οὔτε ἐπίστασθαι.
但是,对于写字教师和翻译员所教导的关于它们的那些内容,我们既不能通过看或听来知觉,也不能说我们知道。
ΣΩ. ἄριστά γʼ, ὦ Θεαίτητε, καὶ οὐκ ἄξιόν σοι πρὸς ταῦτα ἀμφισβητῆσαι, ἵνα καὶ αὐξάνῃ.
苏格拉底:太棒了,泰阿泰德,不值得在这个问题上和你争论,好让你也能有所成长。
ἀλλʼ ὅρα δὴ καὶ τόδε ἄλλο προσιόν, καὶ σκόπει πῇ αὐτὸ διωσόμεθα.
但是,看看另一个正在逼近的问题,并考虑一下我们要如何将它推开。
ΘΕΑΙ. τὸ ποῖον δή;
泰阿泰德:那究竟是什么样的问题呢?
ΣΩ. τὸ τοιόνδε· εἴ τις ἔροιτο· ἆρα δυνατὸν ὅτου τις ἐπιστήμων γένοιτό ποτε, ἔτι ἔχοντα μνήμην αὐτοῦ τούτου καὶ σῳζόμενον, τότε ὅτε μέμνηται μὴ ἐπίστασθαι αὐτὸ τοῦτο ὃ μέμνηται;
苏格拉底:是这样的问题:如果有人问道: “一个人曾经对某事获得了知识,在仍然保留并保存着对这件事情本身的记忆时,在他正记住它的那个时候,有可能不知道他所记住的这件事情本身吗?
μακρολογῶ δέ, ὡς ἔοικε, βουλόμενος ἐρέσθαι εἰ μαθών τίς τι μεμνημένος μὴ οἶδε.
” 正如所见,我似乎说得太冗长了,我其实只是想问:一个学过某事并记住它的人,会不知道它吗?
ΘΕΑΙ. καὶ πῶς, ὦ Σώκρατες;
泰阿泰德:这怎么可能呢,苏格拉底?
τέρας γὰρ ἂν εἴη ὃ λέγεις.
因为你说的简直是一桩怪事。
ΣΩ. μὴ οὖν ἐγὼ ληρῶ;
苏格拉底:那么我是在胡说八道吗?
σκόπει δέ.
你且考虑一下。
ἆρα τὸ ὁρᾶν οὐκ αἰσθάνεσθαι λέγεις καὶ τὴν ὄψιν αἴσθησιν;
你难道不说看就是知觉,而视觉就是知觉吗?
ΘΕΑΙ. ἔγωγε.
泰阿泰德:我是这么说。
ΣΩ. οὐκοῦν ὁ ἰδών τι ἐπιστήμων ἐκείνου γέγονεν ὃ εἶδεν κατὰ τὸν ἄρτι λόγον;
苏格拉底:那么,按照刚才的论证,看到了某物的人,就已经成了他所看到的那物之知道者?
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΣΩ. τί δέ;
苏格拉底:那又如何?
μνήμην οὐ λέγεις μέντοι τι;
你确实承认有“记忆”这回事吧?
ΘΕΑΙ. ναί.
泰阿泰德:承认。
ΣΩ. πότερον οὐδενὸς ἢ τινός;
苏格拉底:它是关于虚无的,还是关于某种东西的记忆?
ΘΕΑΙ. τινὸς δήπου.
泰阿泰德:当然是关于某种东西的。
ΣΩ. οὐκοῦν ὧν ἔμαθε καὶ ὧν ᾔσθετο, τοιουτωνί τινων;
苏格拉底:那么,是关于他所学过和知觉过的事情,这类事情吗?
ΘΕΑΙ. τί μήν;
泰阿泰德:自然如此。
ΣΩ. ὃ δὴ εἶδέ τις, μέμνηταί που ἐνίοτε;
苏格拉底:那么,一个人看过的东西,他有时也会记住,是吗?
ΘΕΑΙ. μέμνηται.
泰阿泰德:是的,记住了。
ΣΩ. ἦ καὶ μύσας;
苏格拉底:即使闭上眼睛也是吗?
ἢ τοῦτο δράσας ἐπελάθετο;
还是说,一旦做了这个动作(闭眼),他就忘记了?
ΘΕΑΙ. ἀλλὰ δεινόν, ὦ Σώκρατες, τοῦτό γε φάναι.
泰阿泰德:苏格拉底,说这种话可就太荒谬了。