Humanitext Reader

柏拉图 · 泰阿泰德篇 §161

对万物尺度说的质疑与辩论的意义

第 13 段,共 45 段 · 希腊语

内容简介

苏格拉底宣布开始对“知识即知觉”这一定义进行审查。他针对普罗泰戈拉的“人是万物的尺度”这一学说提出质疑:如果每个人的判断都是真实的,为什么普罗泰戈拉还会被尊为老师,而且整个辩证对话的活动不也变得毫无意义了吗?

§161ΣΩ. τοῦτο μὲν δή, ὡς ἔοικεν, μόλις ποτὲ ἐγεννήσαμεν, ὅτι δή ποτε τυγχάνει ὄν.
苏格拉底:无论如何,这件事,正如所见,不管它究竟是什么,我们终于好不容易把它生下来了。
μετὰ δὲ τὸν τόκον τὰ ἀμφιδρόμια αὐτοῦ ὡς ἀληθῶς ἐν κύκλῳ περιθρεκτέον τῷ λόγῳ, σκοπουμένους μὴ λάθῃ ἡμᾶς οὐκ ἄξιον ὂν τροφῆς τὸ γιγνόμενον, ἀλλὰ ἀνεμιαῖόν τε καὶ ψεῦδος.
但在诞生之后,我们确实必须用我们的论证围绕它跑上一圈,仔细审查它,以免我们没有注意到,这所生下来的东西是不值得抚养的,而只是一个风卵和虚假之物。
ἢ σὺ οἴει πάντως δεῖν τό γε σὸν τρέφειν καὶ μὴ ἀποτιθέναι, ἢ καὶ ἀνέξῃ ἐλεγχόμενον ὁρῶν, καὶ οὐ σφόδρα χαλεπανεῖς ἐάν τις σοῦ ὡς πρωτοτόκου αὐτὸ ὑφαιρῇ;
或者你认为必须想尽办法抚养你的孩子,而不能抛弃它? 而且,看着它被审查和驳斥,你能忍受得了吗? 如果有人像从初产妇那里一样把它夺走,你不会非常生气吗?
ΘΕΟ. ἀνέξεται, ὦ Σώκρατες, Θεαίτητος· οὐδαμῶς γὰρ δύσκολος.
泰奥多洛:泰阿泰德会忍受的,苏格拉底;因为他绝非脾气坏的人。
ἀλλὰ πρὸς θεῶν εἰπὲ ᾗ αὖ οὐχ οὕτως ἔχει;
但是,凭着诸神,请告诉我,为什么这个说法又不是这样的呢?
ΣΩ. φιλόλογός γʼ εἶ ἀτεχνῶς καὶ χρηστός, ὦ Θεόδωρε, ὅτι με οἴει λόγων τινὰ εἶναι θύλακον καὶ ῥᾳδίως ἐξελόντα ἐρεῖν ὡς οὐκ αὖ ἔχει οὕτω ταῦτα·
苏格拉底:泰奥多洛,你真是个完全热爱论辩而且善良的人,因为你以为我是个装满论证的口袋,能轻易掏出一个并说这事情又不是这样的。
τὸ δὲ γιγνόμενον οὐκ ἐννοεῖς, ὅτι οὐδεὶς τῶν λόγων ἐξέρχεται παρʼ ἐμοῦ ἀλλʼ ἀεὶ παρὰ τοῦ ἐμοὶ προσδιαλεγομένου, ἐγὼ δὲ οὐδὲν ἐπίσταμαι πλέον πλὴν βραχέος, ὅσον λόγον παρʼ ἑτέρου σοφοῦ λαβεῖν καὶ ἀποδέξασθαι μετρίως.
但是你没有意识到正在发生的事情,那就是论证没有一个是从我这里出来的,而总是从与我对话的人那里出来的;而我除了极少的一点点之外什么都不懂,只够从另一个智者那里承接一个论证并适度地接受它。
καὶ νῦν τοῦτο παρὰ τοῦδε πειράσομαι, οὔ τι αὐτὸς εἰπεῖν.
所以现在,我将尝试从这个人这里得到它,而不是自己去说什么。
ΘΕΟ. σὺ κάλλιον, ὦ Σώκρατες, λέγεις· καὶ ποίει οὕτως.
泰奥多洛:你说的更好,苏格拉底;那就这样做吧。
ΣΩ. οἶσθʼ οὖν, ὦ Θεόδωρε, ὃ θαυμάζω τοῦ ἑταίρου σου Πρωταγόρου;
苏格拉底:那么,泰奥多洛,你知道我对你的同伴普罗泰戈拉感到惊奇的是什么吗?
ΘΕΟ. τὸ ποῖον;
泰奥多洛:是什么?
ΣΩ. τὰ μὲν ἄλλα μοι πάνυ ἡδέως εἴρηκεν, ὡς τὸ δοκοῦν ἑκάστῳ τοῦτο καὶ ἔστιν· τὴν δʼ ἀρχὴν τοῦ λόγου τεθαύμακα, ὅτι οὐκ εἶπεν ἀρχόμενος τῆς Ἀληθείας ὅτι πάντων χρημάτων μέτρον ἐστὶν ὗς ἢ κυνοκέφαλος ἤ τι ἄλλο ἀτοπώτερον τῶν ἐχόντων αἴσθησιν, ἵνα μεγαλοπρεπῶς καὶ πάνυ καταφρονητικῶς ἤρξατο ἡμῖν λέγειν, ἐνδεικνύμενος ὅτι ἡμεῖς μὲν αὐτὸν ὥσπερ θεὸν ἐθαυμάζομεν ἐπὶ σοφίᾳ, ὁ δʼ ἄρα >ἐτύγχανεν ὢν εἰς φρόνησιν οὐδὲν βελτίων βατράχου γυρίνου, μὴ ὅτι ἄλλου του ἀνθρώπων.
苏格拉底:他说的其他事情都非常合我的意,比如对每个人显现的对那个人来说就是如此;但我对他论证的起点感到惊奇,因为他在他的《真理》开头没有说 “猪是万物的尺度”,或者 “狗头狒狒”,或者其他某种拥有知觉的更荒谬的生物,这样他就可以用一种宏伟且完全鄙视我们的方式开始对我们说话,以此表明,虽然我们因他的智慧而像崇拜神一样崇拜他,但他在智力上其实并不比蝌蚪更好,更不用说其他人类了。
ἢ πῶς λέγωμεν, ὦ Θεόδωρε;
或者我们该怎么说呢,泰奥多洛?
εἰ γὰρ δὴ ἑκάστῳ ἀληθὲς ἔσται ὃ ἂν διʼ αἰσθήσεως δοξάζῃ, καὶ μήτε τὸ ἄλλου πάθος ἄλλος βέλτιον διακρινεῖ, μήτε τὴν δόξαν κυριώτερος ἔσται ἐπισκέψασθαι ἕτερος τὴν ἑτέρου ὀρθὴ ἢ ψευδής, ἀλλʼ ὃ πολλάκις εἴρηται, αὐτὸς τὰ αὑτοῦ ἕκαστος μόνος δοξάσει, ταῦτα δὲ πάντα ὀρθὰ καὶ ἀληθῆ, τί δή ποτε, ὦ ἑταῖρε, Πρωταγόρας μὲν σοφός, ὥστε καὶ ἄλλων διδάσκαλος ἀξιοῦσθαι δικαίως μετὰ μεγάλων μισθῶν, ἡμεῖς δὲ ἀμαθέστεροί τε καὶ φοιτητέον ἡμῖν ἦν παρʼ ἐκεῖνον, μέτρῳ ὄντι αὐτῷ ἑκάστῳ τῆς αὑτοῦ σοφίας;
因为,如果每个人通过知觉所判断的事情对他来说确实是真实的,既没有别人能更好地判定另一个人的体验,也没有别人更权威地去审查另一个人的意见是正确还是虚假,而是正如多次说过的那样,每个人只能独自判断自己的事情,并且这些全都是正确和真实的,那么,我的朋友,究竟为什么普罗泰戈拉是智慧的,以至于能公道地、带着高额报酬被认为配做别人的老师,而我们却更无知,并且在每个人自己就是他自己智慧的尺度的情况下,还必须到他那里去求学呢?
ταῦτα πῶς μὴ φῶμεν δημούμενον λέγειν τὸν Πρωταγόραν;
对于这些,我们怎能不说普罗泰戈拉是为了迎合大众而说的呢?
τὸ δὲ δὴ ἐμόν τε καὶ τῆς ἐμῆς τέχνης τῆς μαιευτικῆς σιγῶ ὅσον γέλωτα ὀφλισκάνομεν, οἶμαι δὲ καὶ σύμπασα ἡ τοῦ διαλέγεσθαι πραγματεία.
而关于我以及我的助产术所招致的多少嘲笑,我就保持沉默了,我想,连这整个论辩的行业也是如此。
τὸ γὰρ ἐπισκοπεῖν καὶ ἐπιχειρεῖν ἐλέγχειν τὰς ἀλλήλων φαντασίας τε καὶ δόξας, ὀρθὰς ἑκάστου οὔσας, οὐ μακρὰ μὲν καὶ διωλύγιος φλυαρία, εἰ ἀληθὴς ἡ Ἀλήθεια Πρωταγόρου ἀλλὰ μὴ παίζουσα ἐκ τοῦ ἀδύτου τῆς βίβλου ἐφθέγξατο;
因为审查并企图驳斥彼此的显现和意见,而这些对每个人来说又都是正确的,这难道不是一件漫长且荒诞无稽的胡言乱语吗——如果普罗泰戈拉的《真理》是真实的,而不是从其书的圣所中开玩笑地对我们发声?

词汇与语法注释

  1. 161aτὰ ἀμφιδρόμια αὐτοῦ ὡς ἀληθῶς ἐν κύκλῳ περιθρεκτέον τῷ λόγῳ — “Amphidromia”(阿姆菲德罗米亚节)是雅典在婴儿出生后举行的一种仪式,家人们抱着新生儿绕着火炉跑一圈。这里隐喻对刚诞生的“定义”进行检验。`περιθρεκτέον`(必须跑)是动词性形容词,省略了表示行为者的与格(我们)。
  2. 161bὅτι με οἴει λόγων τινὰ εἶναι θύλακον — `ὅτι` 引导的从句用作原因从句(“因为……”),解释了主句中将泰奥多洛形容为 `φιλόλογος` 和 `χρηστός` 的原因。
  3. 161cἵνα μεγαλοπρεπῶς καὶ πάνυ καταφρονητικῶς ἤρξατο ἡμῖν λέγειν — `ἵνα` 搭配直陈式过去时(`ἤρξατο`)表示未实现的过去目的或结果(意为“以便他本可以开始……”),带有反事实或讽刺的语气,说明如果普罗泰戈拉以猪或狒狒为尺度,本可以用极度蔑视的态度开始论述。
  4. 161dμὴ ὅτι ἄλλου του ἀνθρώπων — 习惯用语 `μὴ ὅ提` 意为“更不用说”或“遑论”。在这里它加强了对比,意指普罗泰戈拉在智力上并不比蝌蚪更好,更不用说其他人类了。

引用这一段

柏拉图, 泰阿泰德篇 §161. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg006.humanitext-grc2:161

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。