Humanitext Reader

柏拉图 · 泰阿泰德篇 §164-165

闭眼记忆的疑难与知觉说的悖论

第 15 段,共 45 段 · 希腊语

内容简介

苏格拉底指出将知识定义为知觉会导致“虽记住却因闭眼而不知道”的荒谬结论,从而暂时否定了该定义。随后,在试图救援普罗泰戈拉之前,他展示了在言辞论辩中由于字面陷阱而导致“同一个人对同一事物既知道又不知道”的更深刻荒谬。

§164ΣΩ. δεῖ γε μέντοι, εἰ σώσομεν τὸν πρόσθε λόγον· εἰ δὲ μή, οἴχεται.
苏格拉底:是的,确实必须如此,如果我们想要挽急之前的论证;否则,它就完蛋了。
ΘΕΑΙ. καὶ ἐγώ, νὴ τὸν Δία, ὑποπτεύω, οὐ μὴν ἱκανῶς γε συννοῶ·
泰阿泰德:凭宙斯起誓,我也有些怀疑,不过我还不太明白。
ἀλλʼ εἰπὲ πῇ.
请告诉我是怎么回事。
ΣΩ. τῇδε· ὁ μὲν ὁρῶν ἐπιστήμων, φαμέν, τούτου γέγονεν οὗπερ ὁρῶν· ὄψις γὰρ καὶ αἴσθησις καὶ ἐπιστήμη ταὐτὸν ὡμολόγηται.
苏格拉底:是这样的:我们说,看到了某物的人,已经成了他所看到的那物之知道者;因为我们已经同意,视觉、知觉和知识是同一回事。
ΘΕΑΙ. πάνυ γε.
泰阿泰德:完全是这样。
ΣΩ. ὁ δέ γε ὁρῶν καὶ ἐπιστήμων γεγονὼς οὗ ἑώρα, ἐὰν μύσῃ, μέμνηται μέν, οὐχ ὁρᾷ δὲ αὐτό.
苏格拉底:但是,看到了某物并已成为他所看到的那物之知道者,如果他闭上眼睛,他虽然记得,却看不见它了。
ἦ γάρ;
不是吗?
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΣΩ. τὸ δέ γε οὐχ ὁρᾷ οὐκ ἐπίσταταί ἐστιν, εἴπερ καὶ τὸ ὁρᾷ ἐπίσταται.
苏格拉底:但是,“没看见”也就是“不知道”,如果“看见”确实也就是“知道”。
ΘΕΑΙ. ἀληθῆ.
泰阿泰德:确实如此。
ΣΩ. συμβαίνει ἄρα, οὗ τις ἐπιστήμων ἐγένετο, ἔτι μεμνημένον αὐτὸν μὴ ἐπίστασθαι, ἐπειδὴ οὐχ ὁρᾷ· ὃ τέρας ἔφαμεν ἂν εἶναι εἰ γίγνοιτο.
苏格拉底:那么结论就是,一个人对于他曾经获得过知识的事情,在仍然记得它的时候却不知道它,因为他没有看见它;而我们说过,如果这种情况发生,那简直是一桩怪事。
ΘΕΑΙ. ἀληθέστατα λέγεις.
泰阿泰德:你说的极对。
ΣΩ. τῶν ἀδυνάτων δή τι συμβαίνειν φαίνεται ἐάν τις ἐπιστήμην καὶ αἴσθησιν ταὐτὸν φῇ εἶναι.
苏格拉底:可见,如果有人说知识和知觉是同一回事,显然会导致某种不可能的情况。
ΘΕΑΙ. ἔοικεν.
泰阿泰德:似乎是这样。
ΣΩ. ἄλλο ἄρα ἑκάτερον φατέον.
苏格拉底:因此,我们必须说这两者是不同的。
ΘΕΑΙ. κινδυνεύει.
泰阿泰德:很有可能。
ΣΩ. τί οὖν δῆτʼ ἂν εἴη ἐπιστήμη;
苏格拉底:那么,知识究竟会是什么呢?
πάλιν ἐξ ἀρχῆς, ὡς ἔοικεν, λεκτέον.
看来我们必须重新从头说起了。
καίτοι τί ποτε μέλλομεν, ὦ Θεαίτητε, δρᾶν;
然而,泰阿泰德,我们究竟在做什么呢?
ΘΕΑΙ. τίνος πέρι;
泰阿泰德:关于什么?
ΣΩ. φαινόμεθά μοι ἀλεκτρυόνος ἀγεννοῦς δίκην πρὶν νενικηκέναι ἀποπηδήσαντες ἀπὸ τοῦ λόγου ᾁδειν.
苏格拉底:在我看来,我们就像一只下等的公鸡,在还没获胜之前就从论证中跳开,开始啼叫了。
ΘΕΑΙ. πῶς δή;
泰阿泰德:这怎么说?
ΣΩ. ἀντιλογικῶς ἐοίκαμεν πρὸς τὰς τῶν ὀνομάτων ὁμολογίας ἀνομολογησάμενοι καὶ τοιούτῳ τινὶ περιγενόμενοι τοῦ λόγου ἀγαπᾶν, καὶ οὐ φάσκοντες ἀγωνισταὶ ἀλλὰ φιλόσοφοι εἶναι λανθάνομεν ταὐτὰ ἐκείνοις τοῖς δεινοῖς ἀνδράσιν ποιοῦντες.
苏格拉底:我们似乎只是在论辩术的意义上,针对名词的一致性达成了一种口头协议,并因为用这种方式在论证中占了上风而沾沾自喜。 虽然我们声称自己不是辩论家,而是哲学家,但我们却在不知不觉中做着和那些狡黠之徒完全一样的事。
ΘΕΑΙ. οὔπω μανθάνω ὅπως λέγεις.
泰阿泰德:我还不明白你这是什么意思。
ΣΩ. ἀλλʼ ἐγὼ πειράσομαι δηλῶσαι περὶ αὐτῶν ὅ γε δὴ νοῶ.
苏格拉底:那么,我将尽力说明我对此的想法。
ἠρόμεθα γὰρ δὴ εἰ μαθὼν καὶ μεμνημένος τίς τι μὴ ἐπίσταται, καὶ τὸν ἰδόντα καὶ μύσαντα μεμνημένον ὁρῶντα δὲ οὒ ἀποδείξαντες, οὐκ εἰδότα ἀπεδείξαμεν καὶ ἅμα μεμνημένον·
因为我们曾问过,一个学过并记住某事的人是否会不知道它;而通过向我们展示:一个看过并闭上眼睛的人虽然记住了却没在看,我们也就证明了他不知道且同时记住了。
τοῦτο δʼ εἶναι ἀδύνατον.
但这却是绝不可能的。
καὶ οὕτω δὴ μῦθος ἀπώλετο ὁ Πρωταγόρειος, καὶ ὁ σὸς ἅμα ὁ τῆς ἐπιστήμης καὶ αἰσθήσεως ὅτι ταὐτόν ἐστιν.
这样一来,普罗泰戈拉的神话就破灭了,同时你那关于“知识和知觉是同一回事”的论证也一起完蛋了。
ΘΕΑΙ. φαίνεται.
泰阿泰德:看起来是这样。
ΣΩ. οὔ τι ἄν, οἶμαι, ὦ φίλε, εἴπερ γε ὁ πατὴρ τοῦ ἑτέρου μύθου ἔζη, ἀλλὰ πολλὰ ἂν ἤμυνε· νῦν δὲ ὀρφανὸν αὐτὸν ἡμεῖς προπηλακίζομεν.
苏格拉底:亲爱的朋友,我想,如果另一个神话的父亲还活着,他绝不会允许这样,而是会多方极力抗辩;但现在,我们却把它当成了孤儿来作践。
καὶ γὰρ οὐδʼ οἱ ἐπίτροποι, οὓς Πρωταγόρας κατέλιπεν, βοηθεῖν ἐθέλουσιν, ὧν Θεόδωρος εἷς ὅδε.
甚至连普罗泰戈拉留下的那些监护人都不愿意伸出援手,眼前的泰奥多洛就是其中之一。
ἀλλὰ δὴ αὐτοὶ κινδυνεύσομεν τοῦ δικαίου ἕνεκʼ αὐτῷ βοηθεῖν.
不过,为了正义,看来我们得亲自去帮一帮它了。
§165ΘΕΟ. οὐ γὰρ ἐγώ, ὦ Σώκρατες, ἀλλὰ μᾶλλον Καλλίας ὁ Ἱππονίκου τῶν ἐκείνου ἐπίτροπος· ἡμεῖς δέ πως θᾶττον ἐκ τῶν ψιλῶν λόγων πρὸς τὴν γεωμετρίαν ἀπενεύσαμεν.
泰奥多洛:苏格拉底,因为监护他的并不是我,而更是希波尼科斯之子卡利亚斯;至于我们,则有些过快地从纯粹的言辞转向了几何学。
χάριν γε μέντοι σοὶ ἕξομεν ἐὰν αὐτῷ βοηθῇς.
不过,如果你能帮助他,我们会非常感激你的。
ΣΩ. καλῶς λέγεις, ὦ Θεόδωρε.
苏格拉底:说得好,泰奥多洛。
σκέψαι οὖν τήν γʼ ἐμὴν βοήθειαν.
那么请看我的援助方式。
τῶν γὰρ ἄρτι δεινότερα ἄν τις ὁμολογήσειεν μὴ προσέχων τοῖς ῥήμασι τὸν νοῦν, ᾗ τὸ πολὺ εἰθίσμεθα φάναι τε καὶ ἀπαρνεῖσθαι.
因为如果不对辞章加以注意,按照我们平时习惯于肯定和否定的方式,人可能会同意比刚才更荒谬的事。
σοὶ λέγω ὅπῃ, ἢ Θεαιτήτῳ.
我是把这一套方法讲给你听,还是讲给泰阿泰德?
ΘΕΟ. εἰς τὸ κοινὸν μὲν οὖν, ἀποκρινέσθω δὲ ὁ νεώτερος· σφαλεὶς γὰρ ἧττον ἀσχημονήσει.
泰奥多洛:向我们大家一起讲吧,不过还是让年轻的那个来回答;因为即使他犯了错,也显得不那么难堪。
ΣΩ. λέγω δὴ τὸ δεινότατον ἐρώτημα, ἔστι δὲ οἶμαι τοιόνδε τι· ἆρα οἷόν τε τὸν αὐτὸν εἰδότα τι τοῦτο ὃ οἶδεν μὴ εἰδέναι;
苏格拉底:那么我就提出最可怕的那个问题,我想大概是这样的: “同一个人在知道某事的情况下,有可能不知道他所知道的这件事情本身吗?
ΘΕΟ. τί δὴ οὖν ἀποκρινούμεθα, ὦ Θεαίτητε;
” 泰奥多洛:那么,泰阿泰德,我们要怎么回答呢?
ΘΕΑΙ. ἀδύνατόν που, οἶμαι ἔγωγε.
泰阿泰德:我想,这大概是不可能的。
ΣΩ. οὔκ, εἰ τὸ ὁρᾶν γε ἐπίστασθαι θήσεις.
苏格拉底:不对,如果你假设看就是知道的话。
τί γὰρ χρήσῃ ἀφύκτῳ ἐρωτήματι, τὸ λεγόμενον ἐν φρέατι συσχόμενος, ὅταν ἐρωτᾷ ἀνέκπληκτος ἀνήρ, καταλαβὼν τῇ χειρὶ σοῦ τὸν ἕτερον ὀφθαλμόν, εἰ ὁρᾷς τὸ ἱμάτιον τῷ κατειλημμένῳ;
因为,当一个无所畏惧的人用手捂住你的一只眼睛,并问你用那只被捂住的眼睛是否能看见那件外套时,你就像俗话所说的“被困在井里”一样,对这个无法逃避的问题你该怎么应对呢?
ΘΕΑΙ. οὐ φήσω οἶμαι τούτῳ γε, τῷ μέντοι ἑτέρῳ.
泰阿泰德:我想我会说用这只眼睛看不见,但用另一只眼睛能看见。
ΣΩ. οὐκοῦν ὁρᾷς τε καὶ οὐχ ὁρᾷς ἅμα ταὐτόν;
苏格拉底:那么,你岂不是同时看见又没看见同一件东西吗?
ΘΕΑΙ. οὕτω γέ πως.
泰阿泰德:大概是这么回事。
ΣΩ. οὐδὲν ἐγώ, φήσει, τοῦτο οὔτε τάττω οὔτʼ ἠρόμην τὸ ὅπως, ἀλλʼ εἰ ὃ ἐπίστασαι, τοῦτο καὶ οὐκ ἐπίστασαι.
苏格拉底:他会说:“我根本没有规定,也没有问这怎么回事,我只是问:你所知道的这件东西,你是否同时也并不知道它。
νῦν δὲ ὃ οὐχ ὁρᾷς ὁρῶν φαίνῃ.
而现在,你显然看到了你所没看到的东西。
ὡμολογηκὼς δὲ τυγχάνεις τὸ ὁρᾶν ἐπίστασθαι καὶ τὸ μὴ ὁρᾶν μὴ ἐπίστασθαι.
可你偏偏已经同意了看就是知道、看不见就是不知道。
ἐξ οὖν τούτων λογίζου τί σοι συμβαίνει.
那么,从这些前提中,你自己算算看会得出什么结论吧。
ΘΕΑΙ. ἀλλὰ λογίζομαι ὅτι τἀναντία οἷς ὑπεθέμην.
” 泰阿泰德:我算出来的,正是和我所设想的相反的结论。
ΣΩ. ἴσως δέ γʼ, ὦ θαυμάσιε, πλείω ἂν τοιαῦτʼ ἔπαθες εἴ τίς σε προσηρώτα εἰ ἐπίστασθαι ἔστι μὲν ὀξύ, ἔστι δὲ ἀμβλύ, καὶ ἐγγύθεν μὲν ἐπίστασθαι, πόρρωθεν δὲ μή, καὶ σφόδρα καὶ ἠρέμα τὸ αὐτό, καὶ ἄλλα μυρία, ἃ ἐλλοχῶν ἂν πελταστικὸς ἀνὴρ μισθοφόρος ἐν λόγοις ἐρόμενος, ἡνίκʼ ἐπιστήμην καὶ αἴσθησιν ταὐτὸν ἔθου, ἐμβαλὼν ἂν εἰς τὸ ἀκούειν καὶ ὀσφραίνεσθαι καὶ τὰς τοιαύτας αἰσθήσεις, ἤλεγχεν ἂν ἐπέχων καὶ οὐκ ἀνιεὶς πρὶν θαυμάσας τὴν πολυάρατον σοφίαν συνεποδίσθης ὑπʼ αὐτοῦ, οὗ δή σε χειρωσάμενός τε καὶ συνδήσας ἤδη ἂν τότε ἐλύτρου χρημάτων ὅσων σοί τε κἀκείνῳ ἐδόκει.
苏格拉底:但是,我惊奇的朋友,如果有人进一步问你,知识是否有“锐利”和“迟钝”之分,是否能近距离知道而远距离不知道,以及是否能对同一事物既强烈知道又微弱知道,还有其他成千上万个问题,你可能会遭受更多此类折磨。 那些在言辞争辩中埋伏的雇佣轻装步兵,在你假设知识和知觉是同一回事的那一刻,就会向你发起质问,攻击听觉、嗅觉以及诸如此类的感官,他会纠缠不休,绝不松手,直到你对他那令人艳羡的智慧惊叹不已、并被他绊倒缠住为止。 而在彻底制伏并捆绑了你之后,他就会以你和我都觉得合适的价钱,让你出资赎身。
τίνʼ οὖν δὴ ὁ Πρωταγόρας, φαίης ἂν ἴσως, λόγον ἐπίκουρον τοῖς αὑτοῦ ἐρεῖ;
那么,你也许会问,普罗泰戈拉会用什么样的论证来救援他自己的观点呢?
ἄλλο τι πειρώμεθα λέγειν;
我们要尝试说些别的吗?
ΘΕΑΙ. πάνυ μὲν οὖν.
泰阿泰德:当然,务必如此。

词汇与语法注释

  1. 164aδεῖ γε μέντοι — 非人称动词 δεῖ 后面省略了如 φάναι 或 ὁμολογεῖν(承认)之类的不定式,呼应前文。条件从句 εἰ σώσομεν 使用了直说语气将来时,表示强烈的意图或必然性(“如果我们想要挽救……”)。
  2. 164cἀλεκτρυόνος ἀγεννοῦς δίκην — 使用了支配属格、意为“像……一样”的副词性宾格 δίκην 的比喻表达。整个短语意为“像一只下等(血统不纯)的公鸡”。
  3. 165cτὸ λεγόμενον ἐν φρέατι συσχόμενος — τὸ λεγόμενον 是用作插入语的副词性宾格,意为“正如俗话所说”或“所谓的”。短语 ἐν φρέατι συσχόμενος(被困在井里)是一个谚语表达,比喻在辩论中陷入无处可逃的绝境。
  4. 165dἃ ἐλλοχῶν ἂν ... ἤλεγχεν ἂν — 关系代名词从句中的主动词是 165e 中的 ἤλεγχεν ἂν(未完成过去时 + ἄν,表示过去的潜在或相反事实)。从 165d 开始的多个分词(ἐλλοχῶν“埋伏”、ἐρόμενος“询问”、ἐμβαλών“攻击”,以及 165e 中的 ἐπέχων、ἀνιείς)都修饰主语 πελταστικὸς ἀνήρ。中间的 ἐμβαλὼν ἂν 中的 ἂν 是主动词中 ἄν 的先行重复。

引用这一段

柏拉图, 泰阿泰德篇 §164-165. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg006.humanitext-grc2:164-165

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。