Humanitext Reader

柏拉图 · 泰阿泰德篇 §157

生成的相对性与梦境及疯癫带来的挑战

第 10 段,共 45 段 · 希腊语

内容简介

苏格拉底将运动变化理论推广至所有感觉性质,指出万物皆在相互关系中生成而非独立存在。他重申自己助产士的角色,并引入梦境和疯癫等感知异常现象对该学说带来的挑战。

§157ΣΩ. καὶ τἆλλα δὴ οὕτω, σκληρὸν καὶ θερμὸν καὶ πάντα, τὸν αὐτὸν τρόπον ὑποληπτέον, αὐτὸ μὲν καθʼ αὑτὸ μηδὲν εἶναι, ὃ δὴ καὶ τότε ἐλέγομεν, ἐν δὲ τῇ πρὸς ἄλληλα ὁμιλίᾳ πάντα γίγνεσθαι καὶ παντοῖα ἀπὸ τῆς κινήσεως, ἐπεὶ καὶ τὸ ποιοῦν εἶναί τι καὶ τὸ πάσχον αὐτῶν ἐπὶ ἑνὸς νοῆσαι, ὥς φασιν, οὐκ εἶναι παγίως.
苏格拉底:对于其他事物,我们也必须以同样的方式理解,例如硬、热以及所有一切,也就是说,它们本身独立存在是什么都没有的(这正是我们刚才所说的),而是在相互的交合中,一切事物都因运动而生成并呈现出各种样态。 因为,正如人们所说,要在单一情况下牢固地设想它们之中的施动者或受动者是不可能的。
οὔτε γὰρ ποιοῦν ἐστί τι πρὶν ἂν τῷ πάσχοντι συνέλθῃ, οὔτε πάσχον πρὶν ἂν τῷ ποιοῦντι·
因为在与受动者结合之前,并没有什么施动者;在与施动者结合之前,也没有什么受动者。
τό τέ τινι συνελθὸν καὶ ποιοῦν ἄλλῳ αὖ προσπεσὸν πάσχον ἀνεφάνη.
而那与某物结合并施加作用者,在与另一物相遇时,又会表现为接受作用者。
ὥστε ἐξ ἁπάντων τούτων, ὅπερ ἐξ ἀρχῆς ἐλέγομεν, οὐδὲν εἶναι ἓν αὐτὸ καθʼ αὑτό, ἀλλά τινι ἀεὶ γίγνεσθαι, τὸ δʼ εἶναι πανταχόθεν ἐξαιρετέον, οὐχ ὅτι ἡμεῖς πολλὰ καὶ ἄρτι ἠναγκάσμεθα ὑπὸ συνηθείας καὶ ἀνεπιστημοσύνης χρῆσθαι αὐτῷ.
因此,从所有这些情况来看,正如我们起初所说的,没有任何事物本身是单一存在的,而是始终相对于某物而生成,必须从各个地方清除“存在”这个词。 虽然由于习惯和无知,我们不仅在平时、而且在刚才也多次被迫使用它。
τὸ δʼ οὐ δεῖ, ὡς ὁ τῶν σοφῶν λόγος, οὔτε τι συγχωρεῖν οὔτε του οὔτʼ ἐμοῦ οὔτε τόδε οὔτʼ ἐκεῖνο οὔτε ἄλλο οὐδὲν ὄνομα ὅτι ἂν ἱστῇ, ἀλλὰ κατὰ φύσιν φθέγγεσθαι γιγνόμενα καὶ ποιούμενα καὶ ἀπολλύμενα καὶ ἀλλοιούμενα·
但按照智者们的学说,我们不应该这样做,既不应承认“某物”、“某人的”、“我的”、“这个”、“那个”,也不应承认任何其他使事物静止的名字,而应顺应自然地去称呼那些正在生成、被产生、趋于毁灭和发生变化的事物。
ὡς ἐάν τί τις στήσῃ τῷ λόγῳ, εὐέλεγκτος ὁ τοῦτο ποιῶν.
因为如果有人在言语中使某物静止下来,这样做的人是很容易被驳倒的。
δεῖ δὲ καὶ κατὰ μέρος οὕτω λέγειν καὶ περὶ πολλῶν ἁθροισθέντων, ᾧ δὴ ἁθροίσματι ἄνθρωπόν τε τίθενται καὶ λίθον καὶ ἕκαστον ζῷόν τε καὶ εἶδος.
我们既应当对各个部分这样说,也应当对许多聚集在一起的事物这样说,人们正是对这种聚集赋予了“人”、“石”以及每一种动物和种类的名称。
ταῦτα δή, ὦ Θεαίτητε, ἆρʼ ἡδέα δοκεῖ σοι εἶναι, καὶ γεύοιο ἂν αὐτῶν ὡς ἀρεσκόντων;
泰阿泰德,这些想法对你来说似乎有趣吗? 你愿意尝尝它们,看它们是否合你的心意吗?
ΘΕΑΙ. οὐκ οἶδα ἔγωγε, ὦ Σώκρατες·
泰阿泰德:我可不知道,苏格拉底。
καὶ γὰρ οὐδὲ περὶ σοῦ δύναμαι κατανοῆσαι πότερα δοκοῦντά σοι λέγεις αὐτὰ ἢ ἐμοῦ ἀποπειρᾷ.
因为我甚至无法弄清楚你,你是在说出你自己的真实想法,还是在测试我。
ΣΩ. οὐ μνημονεύεις, ὦ φίλε, ὅτι ἐγὼ μὲν οὔτʼ οἶδα οὔτε ποιοῦμαι τῶν τοιούτων οὐδὲν ἐμόν, ἀλλʼ εἰμὶ αὐτῶν ἄγονος, σὲ δὲ μαιεύομαι καὶ τούτου ἕνεκα ἐπᾴδω τε καὶ παρατίθημι ἑκάστων τῶν σοφῶν ἀπογεύσασθαι, ἕως ἂν εἰς φῶς τὸ σὸν δόγμα συνεξαγάγω·
苏格拉底:我的朋友,难道你不记得了吗? 我既不知道,也不把这些东西中的任何一样占为己有,而是对它们不育。 但我是在为你助产,也正因为如此,我才念诵咒语,并把各位智者的学说拿出来让你品尝,直到我把你的观点一起引向光明。
ἐξαχθέντος δὲ τότʼ ἤδη σκέψομαι εἴτʼ ἀνεμιαῖον εἴτε γόνιμον ἀναφανήσεται.
而一旦它被引出来,我那时才会检验它究竟是虚幻无实的风卵,还是有生命力的子嗣。
ἀλλὰ θαρρῶν καὶ καρτερῶν εὖ καὶ ἀνδρείως ἀποκρίνου ἃ ἂν φαίνηταί σοι περὶ ὧν ἂν ἐρωτῶ.
所以,你要保持信心和坚忍,对我所提的问题,凡是留在你心中的想法,都要勇敢、端正地回答。
ΘΕΑΙ. ἐρώτα δή.
泰阿泰德:那你就问吧。
ΣΩ. λέγε τοίνυν πάλιν εἴ σοι ἀρέσκει τὸ μή τι εἶναι ἀλλὰ γίγνεσθαι ἀεὶ ἀγαθὸν καὶ καλὸν καὶ πάντα ἃ ἄρτι διῇμεν.
苏格拉底:那么请再说说,你是否赞同这个观点:没有任何事物“存在”,而是善、美以及我们刚才经历的一切事物都始终在“生成”?
ΘΕΑΙ. ἀλλʼ ἔμοιγε, ἐπειδὴ σοῦ ἀκούω οὕτω διεξιόντος, θαυμασίως φαίνεται ὡς ἔχειν λόγον καὶ ὑποληπτέον ᾗπερ διελήλυθας.
泰阿泰德:对我来说,听到你这样详细地阐述,这看起来确实令人惊异地有道理,我们必须按照你所阐述的方式来理解。
ΣΩ. μὴ τοίνυν ἀπολίπωμεν ὅσον ἐλλεῖπον αὐτοῦ.
苏格拉底:那么,我们不要留下任何不完整的地方。
λείπεται δὲ ἐνυπνίων τε πέρι καὶ νόσων τῶν τε ἄλλων καὶ μανίας, ὅσα τε παρακούειν ἢ παρορᾶν ἤ τι ἄλλο παραισθάνεσθαι λέγεται.
接下来还剩下关于梦境、疾病(特别是狂犬病或疯癫),以及所有被称为听错、看错或其他错觉的情况。
οἶσθα γάρ που ὅτι ἐν πᾶσι τούτοις ὁμολογουμένως ἐλέγχεσθαι δοκεῖ ὃν ἄρτι διῇμεν λόγον, ὡς παντὸς μᾶλλον ἡμῖν ψευδεῖς αἰσθήσεις ἐν αὐτοῖς γιγνομένας, καὶ πολλοῦ δεῖ τὰ φαινόμενα ἑκάστῳ ταῦτα καὶ εἶναι, ἀλλὰ πᾶν τοὐναντίον οὐδὲν ὧν φαίνεται εἶναι.
因为你大概知道,在所有这些情况下,我们刚才所阐述的学说公认地似乎受到了驳斥,因为在这些状态下,我们身上产生伪假感觉的情况比什么都多;而每个显现给人的事物,远非存在,相反,显现出来的一切事物根本不存在。

词汇与语法注释

  1. 157aἐπὶ ἑνὸς νοῆσαι — “在单一情况下(孤立地)去思考”。介词 ἐπί 接属格,在此表示“在……情况下”或“基于……”。这里指出了将主动者或被动者脱离与他者的关系或运动、作为孤立的单一体来进行概念化的不可能。
  2. 157bὅτι ἂν ἱστῇ — 关系代词 ὅστις(此处为中性单数宾格 ὅτι)与 ἄν 及虚拟语气 ἱστῇ(ἵστημι 的现在时主动虚拟语气单数第三人称)连用的条件/泛指关系从句,起限制作用,修饰“任何名字”,意为“任何使事物静止(或固定)下来的名字”。
  3. 158aπολλοῦ δεῖ — 使用非人称动词 δεῖ 的惯用表达,字面意为“缺少很多”,即“远非……”或“绝非”。在此处强烈否定了后面的不定式从句,即“显现给每个人的事物确实存在”这一说法。

引用这一段

柏拉图, 泰阿泰德篇 §157. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg006.humanitext-grc2:157

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。