Humanitext Reader

柏拉图 · 泰阿泰德篇 §155-156

作为哲学开端的惊异与运动说的阐述

第 9 段,共 45 段 · 希腊语

内容简介

苏格拉底提出了关于事物大小和数量看似矛盾变化的谜题,并将泰阿泰德产生的“惊异”赞誉为哲学的开端。随后,他开始阐述作为普罗泰戈拉认识论基础的精妙学说,即把宇宙万物视为能动和受动“运动”的相互作用。

§155ΣΩ. καὶ μὴν ἐγώ.
苏格拉底:我也确实想。
ὅτε δʼ οὕτως ἔχει, ἄλλο τι ἢ ἠρέμα, ὡς πάνυ πολλὴν σχολὴν ἄγοντες, πάλιν ἐπανασκεψόμεθα, οὐ δυσκολαίνοντες ἀλλὰ τῷ ὄντι ἡμᾶς αὐτοὺς ἐξετάζοντες, ἅττα ποτʼ ἐστὶ ταῦτα τὰ φάσματα ἐν ἡμῖν;
既然如此,我们何不静下心来,像拥有极充裕闲暇的人那样,毫不急躁,而是真正审视我们自己,看看我们心中的这些显现到底是什么?
ὧν πρῶτον ἐπισκοποῦντες φήσομεν, ὡς ἐγὼ οἶμαι, μηδέποτε μηδὲν ἂν μεῖζον μηδὲ ἔλαττον γενέσθαι μήτε ὄγκῳ μήτε ἀριθμῷ, ἕως ἴσον εἴη αὐτὸ ἑαυτῷ.
在考察它们时,我想我们首先要说,任何事物,只要它自身保持与自身相等,就绝不会在体积或数量上变得更大或更小。
οὐχ οὕτως;
不是这样吗?
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΣΩ. δεύτερον δέ γε, ᾧ μήτε προστιθοῖτο μήτε ἀφαιροῖτο, τοῦτο μήτε αὐξάνεσθαί ποτε μήτε φθίνειν, ἀεὶ δὲ ἴσον εἶναι.
苏格拉底:其次,对于一个既不增加也不减少的事物,它绝不会增长,也不会衰减,而是始终相等。
ΘΕΑΙ. κομιδῇ μὲν οὖν.
泰阿泰德:完全正确。
ΣΩ. ἆρʼ οὖν οὐ καὶ τρίτον, ὃ μὴ πρότερον ἦν, ὕστερον ἀλλὰ τοῦτο εἶναι ἄνευ τοῦ γενέσθαι καὶ γίγνεσθαι ἀδύνατον;
苏格拉底:第三,那以前不存在、后来却存在的事物,若不经过产生和生成,是不可能存在的,难道不也是这样吗?
ΘΕΑΙ. δοκεῖ γε δή.
泰阿泰德:确实似乎如此。
ΣΩ. ταῦτα δή, οἴομαι, ὁμολογήματα τρία μάχεται αὐτὰ αὑτοῖς ἐν τῇ ἡμετέρᾳ ψυχῇ, ὅταν τὰ περὶ τῶν ἀστραγάλων λέγωμεν, ἢ ὅταν φῶμεν ἐμὲ τηλικόνδε ὄντα, μήτε αὐξηθέντα μήτε τοὐναντίον παθόντα, ἐν ἐνιαυτῷ σοῦ τοῦ νέου νῦν μὲν μείζω εἶναι, ὕστερον δὲ ἐλάττω, μηδὲν τοῦ ἐμοῦ ὄγκου ἀφαιρεθέντος ἀλλὰ σοῦ αὐξηθέντος.
苏格拉底:我想,当我们谈到骰子时,或者当我们说像我这样年纪的人,在既没有增长也没有相反变化的情况下,在一年之内,对于年轻的你来说,现在更大,而后来却更小,尽管我的体积没有减少分毫,而是因为你长大了。
εἰμὶ γὰρ δὴ ὕστερον ὃ πρότερον οὐκ ἦ, οὐ γενόμενος·
这三项合意在我们灵魂中相互冲突。
ἄνευ γὰρ τοῦ γίγνεσθαι γενέσθαι ἀδύνατον, μηδὲν δὲ ἀπολλὺς τοῦ ὄγκου οὐκ ἄν ποτε ἐγιγνόμην ἐλάττων.
因为我后来成了我以前不是的样子,却没有经历“生成”;因为没有生成就不可能成为,而由于我的体积没有失去任何东西,我绝不可能正在变小。
καὶ ἄλλα δὴ μυρία ἐπὶ μυρίοις οὕτως ἔχει, εἴπερ καὶ ταῦτα παραδεξόμεθα.
如果我们要接受这些观点,那么还有成千上万的其他情况也是如此。
ἕπῃ γάρ που, ὦ Θεαίτητε· δοκεῖς γοῦν μοι οὐκ ἄπειρος τῶν τοιούτων εἶναι.
因为我想,泰阿泰德,你大概能跟上我的意思;至少在我看来,你对这些事情并非没有经验。
ΘΕΑΙ. καὶ νὴ τοὺς θεούς γε, ὦ Σώκρατες, ὑπερφυῶς ὡς θαυμάζω τί ποτʼ ἐστὶ ταῦτα, καὶ ἐνίοτε ὡς ἀληθῶς βλέπων εἰς αὐτὰ σκοτοδινιῶ.
泰阿泰德:凭诸神起誓,苏格拉底,我极其惊异于这些事情到底是什么,有时当我盯着它们看时,真的会感到头晕目眩。
ΣΩ. Θεόδωρος γάρ, ὦ φίλε, φαίνεται οὐ κακῶς τοπάζειν περὶ τῆς φύσεώς σου.
苏格拉底:我的朋友,看来塞奥多洛对你的天性的推测并没有错。
μάλα γὰρ φιλοσόφου τοῦτο τὸ πάθος, τὸ θαυμάζειν· οὐ γὰρ ἄλλη ἀρχὴ φιλοσοφίας ἢ αὕτη, καὶ ἔοικεν ὁ τὴν Ἶριν Θαύμαντος ἔκγονον φήσας οὐ κακῶς γενεαλογεῖν.
因为这种情感,即“惊异”,非常属于爱智者;因为除了这之外,哲学没有其他的起点,而那个说伊里斯是萨玛斯之女的人,看来在谱系学上说得不坏。
ἀλλὰ πότερον μανθάνεις ἤδη διʼ ὃ ταῦτα τοιαῦτʼ ἐστὶν ἐξ ὧν τὸν Πρωταγόραν φαμὲν λέγειν, ἢ οὔπω;
但是,基于我们说普罗泰戈拉所意指的那些事物,你现在明白为什么这些事情会是这样了吗,还是尚未明白?
ΘΕΑΙ. οὔπω μοι δοκῶ.
泰阿泰德:我觉得我还尚未明白。
ΣΩ. χάριν οὖν μοι εἴσῃ ἐάν σοι ἀνδρός, μᾶλλον δὲ ἀνδρῶν ὀνομαστῶν τῆς διανοίας τὴν ἀλήθειαν ἀποκεκρυμμένην συνεξερευνήσωμαι αὐτῶν;
苏格拉底:那么,如果我与你一起,共同探究某位杰出人物,或者更确切地说是那些名人的思想中被隐藏的真相,你会感激我吗?
ΘΕΑΙ. πῶς γὰρ οὐκ εἴσομαι, καὶ πάνυ γε πολλήν;
泰阿泰德:我怎么会不感激呢,而且是非常感激!
ΣΩ. ἄθρει δὴ περισκοπῶν μή τις τῶν ἀμυήτων ἐπακούῃ.
苏格拉底:那么,你四下里看一看,注意别让那些未经启蒙的凡夫俗子听到了。
εἰσὶν δὲ οὗτοι οἱ οὐδὲν ἄλλο οἰόμενοι εἶναι ἢ οὗ ἂν δύνωνται ἀπρὶξ τοῖν χεροῖν λαβέσθαι, πράξεις δὲ καὶ γενέσεις καὶ πᾶν τὸ ἀόρατον οὐκ ἀποδεχόμενοι ὡς ἐν οὐσίας μέρει.
这些人认为,除了用双手能紧紧抓住的东西之外,什么都不存在,而行为、生成以及一切不可见的事物,他们都不接受其分有实存。
§156ΘΕΑΙ. καὶ μὲν δή, ὦ Σώκρατες, σκληρούς γε λέγεις καὶ ἀντιτύπους ἀνθρώπους.
泰阿泰德:确实,苏格拉底,你所说的这些是一群顽固和冥顽不化的人。
ΣΩ. εἰσὶν γάρ, ὦ παῖ, μάλʼ εὖ ἄμουσοι·
苏格拉底:因为,孩子,他们确实毫无教养。
ἇλλοι δὲ πολὺ κομψότεροι, ὧν μέλλω σοι τὰ μυστήρια λέγειν.
但还有其他远为聪明精巧的人,我准备向你吐露他们的奥秘。
ἀρχὴ δέ, ἐξ ἧς καὶ ἃ νυνδὴ ἐλέγομεν πάντα ἤρτηται, ἥδε αὐτῶν, ὡς τὸ πᾶν κίνησις ἦν καὶ ἄλλο παρὰ τοῦτο οὐδέν, τῆς δὲ κινήσεως δύο εἴδη, πλήθει μὲν ἄπειρον ἑκάτερον, δύναμιν δὲ τὸ μὲν ποιεῖν ἔχον, τὸ δὲ πάσχειν.
他们一切事物的原理,也是我们刚才所说的一切事物所悬系的原理,就是:万物皆为运动,除此之外别无他物;运动有两种形式,每种形式的数量都是无限的,但就其力量而言,一种具有施加作用的力量,另一种具有接受作用的力量。
ἐκ δὲ τῆς τούτων ὁμιλίας τε καὶ τρίψεως πρὸς ἄλληλα γίγνεται ἔκγονα πλήθει μὲν ἄπειρα, δίδυμα δέ, τὸ μὲν αἰσθητόν, τὸ δὲ αἴσθησις, ἀεὶ συνεκπίπτουσα καὶ γεννωμένη μετὰ τοῦ αἰσθητοῦ.
从这两者的交合与相互摩擦中,产生了数量无限但成双成对的子嗣,一为被感觉者,一为感觉,感觉总是与被感觉者一同爆发并相伴而生。
αἱ μὲν οὖν αἰσθήσεις τὰ τοιάδε ἡμῖν ἔχουσιν ὀνόματα, ὄψεις τε καὶ ἀκοαὶ καὶ ὀσφρήσεις καὶ ψύξεις τε καὶ καύσεις καὶ ἡδοναί γε δὴ καὶ λῦπαι καὶ ἐπιθυμίαι καὶ φόβοι κεκλημέναι καὶ ἄλλαι, ἀπέραντοι μὲν αἱ ἀνώνυμοι, παμπληθεῖς δὲ αἱ ὠνομασμέναι·
对我们来说,这些感觉有以下的名字:被称为视觉、听觉、嗅觉、冷、热、快乐与痛苦、欲望、恐惧,还有其他无名的是无限的,而有名字的也非常多。
τὸ δʼ αὖ αἰσθητὸν γένος τούτων ἑκάσταις ὁμόγονον, ὄψεσι μὲν χρώματα παντοδαπαῖς παντοδαπά, ἀκοαῖς δὲ ὡσαύτως φωναί, καὶ ταῖς ἄλλαις αἰσθήσεσι τὰ ἄλλα αἰσθητὰ συγγενῆ γιγνόμενα.
另一方面,被感觉者的类别也与这些感觉中的每一种同源,各种各样的色对应各种各样视觉,同样,声对应听觉,而其他被感觉者则与其他的同源感觉相伴产生。
τί δὴ οὖν ἡμῖν βούλεται οὗτος ὁ μῦθος, ὦ Θεαίτητε, πρὸς τὰ πρότερα;
那么,泰阿泰德,这个神话对我们之前的论点来说,究竟想要说明什么呢?
ἆρα ἐννοεῖς;
你明白了吗?
ΘΕΑΙ. οὐ πάνυ, ὦ Σώκρατες.
泰阿泰德:不太明白,苏格拉底。
ΣΩ. ἀλλʼ ἄθρει ἐάν πως ἀποτελεσθῇ.
苏格拉底:那么,且看它是否能以某种方式完成。
βούλεται γὰρ δὴ λέγειν ὡς ταῦτα πάντα μὲν ὥσπερ λέγομεν κινεῖται, τάχος δὲ καὶ βραδυτὴς ἔνι τῇ κινήσει αὐτῶν.
因为它想要说明的是,正如我们所说,这一切都在运动,而在它们的运动中是有快和慢之分的。
ὅσον μὲν οὖν βραδύ, ἐν τῷ αὐτῷ καὶ πρὸς τὰ πλησιάζοντα τὴν κίνησιν ἴσχει καὶ οὕτω δὴ γεννᾷ, τὰ δὲ γεννώμενα οὕτω δὴ θάττω ἐστίν.
那么,凡是慢的运动,就在同一个地方,且针对邻近的事物保持其运动,并以此方式产生,而以此方式产生的那些事物则更快。
φέρεται γὰρ καὶ ἐν φορᾷ αὐτῶν ἡ κίνησις πέφυκεν.
因为它们的运动是在位移中被携带的,且其运动天生如此。
ἐπειδὰν οὖν ὄμμα καὶ ἄλλο τι τῶν τούτῳ συμμέτρων πλησιάσαν γεννήσῃ τὴν λευκότητά τε καὶ αἴσθησιν αὐτῇ σύμφυτον, ἃ οὐκ ἄν ποτε ἐγένετο ἑκατέρου ἐκείνων πρὸς ἄλλο ἐλθόντος, τότε δὴ μεταξὺ φερομένων τῆς μὲν ὄψεως πρὸς τῶν ὀφθαλμῶν, τῆς δὲ λευκότητος πρὸς τοῦ συναποτίκτοντος τὸ χρῶμα, ὁ μὲν ὀφθαλμὸς ἄρα ὄψεως ἔμπλεως ἐγένετο καὶ ὁρᾷ δὴ τότε καὶ ἐγένετο οὔ τι ὄψις ἀλλʼ ὀφθαλμὸς ὁρῶν, τὸ δὲ συγγεννῆσαν τὸ χρῶμα λευκότητος περιεπλήσθη καὶ ἐγένετο οὐ λευκότης αὖ ἀλλὰ λευκόν, εἴτε ξύλον εἴτε λίθος εἴτε ὁτῳοῦν συνέβη χρῆμα χρωσθῆναι τῷ τοιούτῳ χρώματι.
因此,每当眼睛与跟它相称的某种其他事物接近,并产生白以及与此白天然结合的感觉时(如果它们中的任何一个走向别的事物,这两者就绝不会产生),那时,在它们于中间空间运动之际,视觉从眼睛中运出,白则从共同产生色的那一方运出,眼睛于是充满了视觉,在那时便看见了,并且成为了不仅是视觉,而是正在看见的眼睛,而共同产生色的那一方也充满了白,不再是白本身,而是白色的东西,无论是木头还是石头,或者是任何碰巧被这种颜色染上的事物。

词汇与语法注释

  1. 155bὃ μὴ πρότερον ἦν, ὕστερον ἀλλὰ τοῦτο εἶναι ἄνευ τοῦ γενέσθαι καὶ γίγνεσθαι ἀδύνατον; — 关系从句 ὃ μὴ πρότερον ἦν 起到主语的作用,不定式短语 τοῦτο εἶναι(作为该物存在)是“对格加不定式”结构的主语。介词短语 ἄνευ τοῦ γενέσθαι καὶ γίγνεσθαι(不经历产生与生成)体现了不定式不定过去时(已发生的事件)与现在时(正在进行的过程)在体貌(aspect)上的对比。
  2. 155cεἰμὶ γὰρ δὴ ὕστερον ὃ πρότερον οὐκ ἦ, οὐ γενόμενος· — 否定分词 οὐ γενόμενος(未经历生成)表示伴随状况。它强调了这样一种矛盾:苏格拉底自身并未经历任何物理变化过程(生成),却仅仅因为泰阿泰德身体的增长,而获得了一个新的属性(“更矮小”)。
  3. 156bτὸ μὲν αἰσθητόν, τὸ δὲ αἴσθησις, ἀεὶ συνεκπίπτουσα καὶ γεννωμένη μετὰ τοῦ αἰσθητοῦ. — 现在时分词 συνεκπίπτουσα(一同突发/产生)强调了感觉(αἴσθησις)总是与被感觉的对象(αἰσθητόν)作为一对同时产生。这表明两者并非在接触前独立存在,而是在能动与受动运动接触的瞬间共同生成(co-generation),分词的现在时态强化了这一动态过程。
  4. 156eτότε δὴ μεταξύ φερομένων — 这是带 μεταξύ(在中间)的属格独立分词结构。其逻辑主语由随后两个对比鲜明的名词短语 τῆς μὲν ὄψεως ... τῆς δὲ λευκότητος ...(一方面是视觉,另一方面是白)具体展开,描绘了它们在感官事件完成前于中间空间移动的过程。

引用这一段

柏拉图, 泰阿泰德篇 §155-156. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg006.humanitext-grc2:155-156

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。