§158ΘΕΑΙ. ἀληθέστατα λέγεις, ὦ Σώκρατες.
泰阿泰德:你说得最真实,苏格拉底。
ΣΩ. τίς δὴ οὖν, ὦ παῖ, λείπεται λόγος τῷ τὴν αἴσθησιν ἐπιστήμην τιθεμένῳ καὶ τὰ φαινόμενα ἑκάστῳ ταῦτα καὶ εἶναι τούτῳ ᾧ φαίνεται;
苏格拉底:那么,孩子,对于那主张知觉即知识,且对每个人显现的事物对那显现的对象来说就是存在的人,还剩下什么论点呢?
ΘΕΑΙ. ἐγὼ μέν, ὦ Σώκρατες, ὀκνῶ εἰπεῖν ὅτι οὐκ ἔχω τί λέγω, διότι μοι νυνδὴ ἐπέπληξας εἰπόντι αὐτό.
泰阿泰德:苏格拉底,我有些犹豫要不要说我不知道该说什么,因为你刚才在我这样说的时候训诫了我。
ἐπεὶ ὡς ἀληθῶς γε οὐκ ἂν δυναίμην ἀμφισβητῆσαι ὡς οἱ μαινόμενοι ἢ ὀνειρώττοντες οὐ ψευδῆ δοξάζουσιν, ὅταν οἱ μὲν θεοὶ αὐτῶν οἴωνται εἶναι, οἱ δὲ πτηνοί τε καὶ ὡς πετόμενοι ἐν τῷ ὕπνῳ διανοῶνται.
因为在事实上,我确实无法反驳说狂人或做梦的人没有抱持虚假的信念,当他们之中有些人以为自己是神,而另一些人则想象自己长着翅膀并在睡眠中飞翔时。
ΣΩ. ἆρʼ οὖν οὐδὲ τὸ τοιόνδε ἀμφισβήτημα ἐννοεῖς περὶ αὐτῶν, μάλιστα δὲ περὶ τοῦ ὄναρ τε καὶ ὕπαρ;
苏格拉底:那么,难道你连关于它们、特别是关于梦境与清醒的这一类争论,都没有思考过吗?
ΘΕΑΙ. τὸ ποῖον;
泰阿泰德:哪一类?
ΣΩ. ὃ πολλάκις σε οἶμαι ἀκηκοέναι ἐρωτώντων, τί ἄν τις ἔχοι τεκμήριον ἀποδεῖξαι, εἴ τις ἔροιτο νῦν οὕτως ἐν τῷ παρόντι πότερον καθεύδομεν καὶ πάντα ἃ διανοούμεθα ὀνειρώττομεν, ἢ ἐγρηγόραμέν τε καὶ ὕπαρ ἀλλήλοις διαλεγόμεθα.
苏格拉底:我想你经常听到人们这样提问:如果有人现在就在当下这样问,我们是在睡觉、我们所想的一切都是在做梦,还是我们醒着、在清醒的状态下互相交谈,人有什么凭证可以证明呢?
ΘΕΑΙ. καὶ μήν, ὦ Σώκρατες, ἄπορόν γε ὅτῳ χρὴ ἐπιδεῖξαι τεκμηρίῳ· πάντα γὰρ ὥσπερ ἀντίστροφα τὰ αὐτὰ παρακολουθεῖ.
泰阿泰德:确实,苏格拉底,很难看出应当用什么凭证来证明;因为所有相同的事情都如影随形地伴随着,仿佛是互相对映的。
ἅ τε γὰρ νυνὶ διειλέγμεθα οὐδὲν κωλύει καὶ ἐν τῷ ὕπνῳ δοκεῖν ἀλλήλοις διαλέγεσθαι· καὶ ὅταν δὴ ὄναρ ὀνείρατα δοκῶμεν διηγεῖσθαι, ἄτοπος ἡ ὁμοιότης τούτων ἐκείνοις.
因为没有任何东西阻止我们刚才所交谈的一切在梦中看起来也是在互相交谈;而且当我们在梦中似乎在讲述梦境时,这些与那些(清醒时的经历)之间的相似性真是太奇特了。
ΣΩ. ὁρᾷς οὖν ὅτι τό γε ἀμφισβητῆσαι οὐ χαλεπόν, ὅτε καὶ πότερόν ἐστιν ὕπαρ ἢ ὄναρ ἀμφισβητεῖται, καὶ δὴ ἴσου ὄντος τοῦ χρόνου ὃν καθεύδομεν ᾧ ἐγρηγόραμεν, ἐν ἑκατέρῳ διαμάχεται ἡμῶν ἡ ψυχὴ τὰ ἀεὶ παρόντα δόγματα παντὸς μᾶλλον εἶναι ἀληθῆ, ὥστε ἴσον μὲν χρόνον τάδε φαμὲν ὄντα εἶναι, ἴσον δὲ ἐκεῖνα, καὶ ὁμοίως ἐφʼ ἑκατέροις διισχυριζόμεθα.
苏格拉底:那么,你看到了吧,要争论这一点并不困难,因为连到底是清醒还是做梦都在被争论,而且由于我们睡觉的时间与醒着的时间相等,在每一种状态下,我们的灵魂都极力坚称当时呈现的信念比什么都更真实,以至于我们在相等的时间里说这些是真实存在的,在相等的时间里又说那些是真实存在的,并且对这两者我们都同样坚信不疑。
ΘΕΑΙ. παντάπασι μὲν οὖν.
泰阿泰德:确实完全如此。
ΣΩ. οὐκοῦν καὶ περὶ νόσων τε καὶ μανιῶν ὁ αὐτὸς λόγος, πλὴν τοῦ χρόνου ὅτι οὐχὶ ἴσος;
苏格拉底:那么,关于疾病和疯癫,除了时间不相等之外,不也是同样的道理吗?
ΘΕΑΙ. ὀρθῶς.
泰阿泰德:对。
ΣΩ. τί οὖν;
苏格拉底:那么怎样?
πλήθει χρόνου καὶ ὀλιγότητι τὸ ἀληθὲς ὁρισθήσεται;
真理将由时间的多数和少数来界定吗?
ΘΕΑΙ. γελοῖον μεντἂν εἴη πολλαχῇ.
泰阿泰德:那在很多方面都会是荒谬的。
ΣΩ. ἀλλά τι ἄλλο ἔχεις σαφὲς ἐνδείξασθαι ὁποῖα τούτων τῶν δοξασμάτων ἀληθῆ;
苏格拉底:但是你还有什么其他明确的办法来指出这些信念中哪些是真实的吗?
ΘΕΑΙ. οὔ μοι δοκῶ.
泰阿泰德:我觉得没有。
ΣΩ. ἐμοῦ τοίνυν ἄκουε οἷα περὶ αὐτῶν ἂν λέγοιεν οἱ τὰ ἀεὶ δοκοῦντα ὁριζόμενοι τῷ δοκοῦντι εἶναι ἀληθῆ. λέγουσι δέ, ὡς ἐγὼ οἶμαι, οὕτως ἐρωτῶντες·
苏格拉底:那么,请听我告诉你,那些将随时显现的事物界定为对显现者来说是真实的人,会关于这些说些什么。
ὦ Θεαίτητε, ὃ ἂν ἕτερον ᾖ παντάπασιν, μή πῄ τινα δύναμιν τὴν αὐτὴν ἕξει τῷ ἑτέρῳ;
我想,他们是通过这样提问来阐述的: “泰阿泰德,如果某物是完全不同的,它在任何方面都会拥有与另一物相同的某种力量吗?
καὶ μὴ ὑπολάβωμεν τῇ μὲν ταὐτὸν εἶναι ὃ ἐρωτῶμεν τῇ δὲ ἕτερον, ἀλλʼ ὅλως ἕτερον.
而且我们不要设想我们所问的东西在某一方面相同而在另一方面不同,而是完全不同。 ”