§436ΚΡ. οὕτως ἔγωγε, οὐ πάνυ τι εἶναι ἄλλον, τοῦτον δὲ καὶ μόνον καὶ βέλτιστον.
克拉底鲁:我正是这样认为的,根本没有其他的方法,而这不仅是唯一的方法,也是最好的方法。
ΣΩ. πότερον δὲ καὶ εὕρεσιν τῶν ὄντων τὴν αὐτὴν ταύτην εἶναι, τὸν τὰ ὀνόματα εὑρόντα καὶ ἐκεῖνα ηὑρηκέναι ὧν ἐστι τὰ ὀνόματα·
苏格拉底:那么,实存事物的发现也是这同一个过程吗?
ἢ ζητεῖν μὲν καὶ εὑρίσκειν ἕτερον δεῖν τρόπον, μανθάνειν δὲ τοῦτον;
即发现名字的人也就发现了那些名字所代表的事物;还是说,探求和发现需要另一种方法,而学习才需要这种方法呢?
ΚΡ. πάντων μάλιστα καὶ ζητεῖν καὶ εὑρίσκειν τὸν αὐτὸν τρόπον τοῦτον κατὰ ταὐτά.
克拉底鲁:最确定无疑的是,探求和发现也正是以同样的方式通过这同一个方法的。
ΣΩ. φέρε δὴ ἐννοήσωμεν, ὦ Κρατύλε, εἴ τις ζητῶν τὰ πράγματα ἀκολουθοῖ τοῖς ὀνόμασι, σκοπῶν οἷον ἕκαστον βούλεται εἶναι, ἆρʼ ἐννοεῖς ὅτι οὐ σμικρὸς κίνδυνός ἐστιν ἐξαπατηθῆναι;
苏格拉底:那么,克拉底鲁,让我们想一想:如果有人在探求事物时遵循着名字,考察每一个名字想要成为什么,你是否意识到这其中有不小的被欺骗的危险?
ΚΡ. πῶς;
克拉底鲁:怎么会呢?
ΣΩ. δῆλον ὅτι ὁ θέμενος πρῶτος τὰ ὀνόματα, οἷα ἡγεῖτο εἶναι τὰ πράγματα, τοιαῦτα ἐτίθετο καὶ τὰ ὀνόματα, ὥς φαμεν.
苏格拉底:显然,正如我们所说,最初制定名字的人,是根据他认为事物是什么样子的,来相应地制定那些名字的。
ἦ γάρ;
难道不是吗?
ΚΡ. ναί.
克拉底鲁:是的。
ΣΩ. εἰ οὖν ἐκεῖνος μὴ ὀρθῶς ἡγεῖτο, ἔθετο δὲ οἷα ἡγεῖτο, τί οἴει ἡμᾶς τοὺς ἀκολουθοῦντας αὐτῷ πείσεσθαι;
苏格拉底:那么,如果那个人想得不对,却按照他所想的制定了名字,你认为跟随他的我们会遭受什么?
ἄλλο τι ἢ ἐξαπατηθήσεσθαι;
难道不就是被欺骗吗?
ΚΡ. ἀλλὰ μὴ οὐχ οὕτως ἔχει, ὦ Σώκρατες, ἀλλʼ ἀναγκαῖον ᾖ εἰδότα τίθεσθαι τὸν τιθέμενον τὰ ὀνόματα· εἰ δὲ μή, ὅπερ πάλαι ἐγὼ ἔλεγον, οὐδʼ ἂν ὀνόματα εἴη.
克拉底鲁:但是,苏格拉底,也许并非如此,而是制定名字的人必然是在知晓的情况下制定的;否则,正如我早就说过的,它们甚至都不能算是名字。
μέγιστον δέ σοι ἔστω τεκμήριον ὅτι οὐκ ἔσφαλται τῆς ἀληθείας ὁ τιθέμενος· οὐ γὰρ ἄν ποτε οὕτω σύμφωνα ἦν αὐτῷ ἅπαντα.
而制定者没有偏离真理的最大证据应当是:因为所有的名字绝不可能对他而言如此一致。
ἢ οὐκ ἐνενόεις αὐτὸς λέγων ὡς πάντα κατὰ ταὐτὸν καὶ ἐπὶ ταὐτὸν ἐγίγνετο τὰ ὀνόματα;
难道你自己在说话时,没有注意到所有的名字都是以同样的方式并朝着同一个目的而产生的吗?
ΣΩ. ἀλλὰ τοῦτο μέν, ὠγαθὲ Κρατύλε, οὐδέν ἐστιν ἀπολόγημα.
苏格拉底:但是,我亲爱的克拉底鲁,这根本算不上是辩护。
εἰ γὰρ τὸ πρῶτον σφαλεὶς ὁ τιθέμενος τἆλλα ἤδη πρὸς τοῦτʼ ἐβιάζετο καὶ αὑτῷ συμφωνεῖν ἠνάγκαζεν, οὐδὲν ἄτοπον, ὥσπερ τῶν διαγραμμάτων ἐνίοτε τοῦ πρώτου σμικροῦ καὶ ἀδήλου ψεύδους γενομένου, τὰ λοιπὰ πάμπολλα ἤδη ὄντα ἑπόμενα ὁμολογεῖν ἀλλήλοις.
因为如果制定者在第一步犯了错,此后便强行将其他部分凑合于此,并迫使它们与自己相符,这也没什么奇怪的;正如在几何图形中,有时起初发生了一个微小且不易察觉的错误,随后极其繁多的其余部分便会彼此吻合。
δεῖ δὴ περὶ τῆς ἀρχῆς παντὸς πράγματος παντὶ ἀνδρὶ τὸν πολὺν λόγον εἶναι καὶ τὴν πολλὴν σκέψιν εἴτε ὀρθῶς εἴτε μὴ ὑπόκειται· ἐκείνης δὲ ἐξετασθείσης ἱκανῶς, τὰ λοιπὰ φαίνεσθαι ἐκείνῃ ἑπόμενα.
因此,对于万事万物的起点,每个人都必须投入大量的讨论和审视,看它是正确还是错误地被假定的;一旦起点得到了充分的检验,其余的部分就会显得是随之而来的。
οὐ μέντοι ἀλλὰ θαυμάζοιμʼ ἂν εἰ καὶ τὰ ὀνόματα συμφωνεῖ αὐτὰ αὑτοῖς.
不过,即使名字真的彼此相符,我也同样会感到惊讶。
πάλιν γὰρ ἐπισκεψώμεθα ἃ τὸ πρότερον διήλθομεν.
因为让我们再次审视我们之前讨论过的内容。
ὡς τοῦ παντὸς ἰόντος τε καὶ φερομένου καὶ ῥέοντός φαμεν σημαίνειν ἡμῖν τὴν οὐσίαν τὰ ὀνόματα.
我们说,在一切都在移动、运送和流动的前提下,名字向我们表示了事物的本性。
ἄλλο τι οὕτω σοι δοκεῖ δηλοῦν;
你认为它向你表示的是别的意思吗?
§437ΚΡ. πάνυ σφόδρα, καὶ ὀρθῶς γε σημαίνει.
克拉底鲁:确实如此,而且表示得很正确。
ΣΩ. σκοπῶμεν δὴ ἐξ αὐτῶν ἀναλαβόντες πρῶτον μὲν τοῦτο τὸ ὄνομα, τὴν
ἐπιστήμην,
ὡς ἀμφίβολόν, καὶ μᾶλλον ἔοικε σημαίνοντι ὅτι ἵστησιν ἡμῶν ἐπὶ τοῖς πράγμασι τὴν ψυχὴν ἢ ὅτι συμπεριφέρεται, καὶ ὀρθότερόν ἐστιν ὥσπερ νῦν αὐτοῦ τὴν ἀρχὴν λέγειν μᾶλλον ἢ ἐμβάλλοντας τὸ εἶ
ἑπεϊστήμην,
ἀλλὰ τὴν ἐμβολὴν ποιήσασθαι ἀντὶ τῆς ἐν τῷ εἶ ἐν τῷ ἰῶτα.
苏格拉底:那么,让我们从这些名字本身再次考量。 首先是“知识”这个名字,它是双关的,看起来更像是表示它使我们的灵魂停留在事物上,而不是随事物一起运转;而且比起插入 ei 念作“hepeistēmē”,像现在这样读它的开头更正确,应该把插入的部分放在 iota 中而不是在 ei 中。
ἔπειτα τὸ
βέβαιον,
ὅτι βάσεώς τινός ἐστιν καὶ στάσεως μίμημα ἀλλʼ οὐ φορᾶς.
其次是“牢固的”,因为它是某种基座和静止的模仿,而不是运动的模仿。
ἔπειτα ἡ
ἱστορία
αὐτό που σημαίνει ὅτι ἵστησι τὸν ῥοῦν.
再次,“探求”本身无疑表示它停止了流动。
καὶ τὸ
πιστὸν
ἱστὰν παντάπασι σημαίνει.
而“可靠的”则完全表示使之停止。
ἔπειτα δὲ ἡ
μνήμη
παντί που μηνύει ὅτι μονή ἐστιν ἐν τῇ ψυχῇ ἀλλʼ οὐ φορά.
接着,“记忆”向所有人表明它是在灵魂中的停留,而不是运动。
εἰ δὲ βούλει, ἡ
ἁμαρτία
καὶ ἡ
συμφορά,
εἰ κατὰ τὸ ὄνομά τις ἀκολουθήσει, φανεῖται ταὐτὸν τῇ
συνέσει
ταύτῃ καὶ
ἐπιστήμῃ
καὶ τοῖς ἄλλοις πᾶσι τοῖς περὶ τὰ σπουδαῖα ὀνόμασιν.
如果你愿意,“错误”和“灾难”,如果有人根据其名字去追溯,就会显得与这“理解”、“知识”以及其他所有关于美好事物的名字是相同的。
ἔτι τοίνυν ἡ
ἀμαθία
καὶ ἡ
ἀκολασία
παραπλησία τούτοις φαίνεται· ἡ μὲν γὰρ τοῦ ἅμα θεῷ ἰόντος πορεία φαίνεται, ἡ
ἀμαθία,
ἡ δʼ
ἀκολασία
παντάπασιν ἀκολουθία τοῖς πράγμασι φαίνεται.
此外,“愚昧”和“放纵”似乎也与这些相似;因为“愚昧” 看起来是与神同行的旅程,而“放纵”则完全表现为对事物的跟随。
καὶ οὕτως, ἃ νομίζομεν ἐπὶ τοῖς κακίστοις ὀνόματα εἶναι, ὁμοιότατʼ ἂν φαίνοιτο τοῖς ἐπὶ τοῖς καλλίστοις.
因此,我们认为属于最坏事物的名字,看起来却与属于最美事物的名字极其相似。
οἶμαι δὲ καὶ ἄλλα πόλλʼ ἄν τις εὕροι εἰ πραγματεύοιτο, ἐξ ὧν οἰηθείη ἂν αὖ πάλιν τὸν τὰ ὀνόματα τιθέμενον οὐχὶ ἰόντα οὐδὲ φερόμενα ἀλλὰ μένοντα τὰ πράγματα σημαίνειν.
我想,如果有人肯花心思,还会发现很多其他的名字,并从中再次认为,制定名字的人所表示的事物并不是移动或流动的,而是静止的。
ΚΡ. ἀλλʼ, ὦ Σώκρατες, ὁρᾷς ὅτι τὰ πολλὰ ἐκείνως ἐσήμαινεν.
克拉底鲁:但是,苏格拉底,你看大多数的名字都是按照另一种方式表示的。
ΣΩ. τί οὖν τοῦτο, ὦ Κρατύλε;
苏格拉底:那又怎么样呢,克拉底鲁?
ὥσπερ ψήφους διαριθμησόμεθα τὰ ὀνόματα, καὶ ἐν τούτῳ ἔσται ἡ ὀρθότης;
难道我们要像数选票一样去数名字,而名字的正确性就存在于其中吗?
ὁπότερα ἂν πλείω φαίνηται τὰ ὀνόματα σημαίνοντα, ταῦτα δὴ ἔσται τἀληθῆ;
不管大多数名字看起来表示的是哪一方,那一方就是真理了吗?
ΚΡ. οὔκουν εἰκός γε.
克拉底鲁:这当然不可能。