- 底本
- Platonis Opera, Tomus I: Tetralogia I-II. Burnet, John, 1863-1928, editor. Oxford: Clarendon Press, 1905.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg005.humanitext-grc2:436-437
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
ソクラテスは、最初の名前制定者が誤っていた場合、名前に依拠して事物を探求することには欺かれる危険があると指摘する。さらに、事物の一時的な静止を意味する語源の例を多く挙げることで、流転を前提とした語源論の不確実性と、名前の数による多数決の無効性を論じる。
ΚΡ. οὕτως ἔγωγε, οὐ πάνυ τι εἶναι ἄλλον, τοῦτον δὲ καὶ μόνον καὶ βέλτιστον. ΣΩ. πότερον δὲ καὶ εὕρεσιν τῶν ὄντων τὴν αὐτὴν ταύτην εἶναι,1 τὸν τὰ ὀνόματα εὑρόντα καὶ ἐκεῖνα ηὑρηκέναι ὧν ἐστι τὰ ὀνόματα· ἢ ζητεῖν μὲν καὶ εὑρίσκειν ἕτερον δεῖν τρόπον, μανθάνειν δὲ τοῦτον; ΚΡ. πάντων μάλιστα καὶ ζητεῖν καὶ εὑρίσκειν τὸν αὐτὸν τρόπον τοῦτον κατὰ ταὐτά. ΣΩ. φέρε δὴ ἐννοήσωμεν, ὦ Κρατύλε, εἴ τις ζητῶν τὰ πράγματα ἀκολουθοῖ τοῖς ὀνόμασι, σκοπῶν οἷον ἕκαστον βούλεται εἶναι, ἆρʼ ἐννοεῖς ὅτι οὐ σμικρὸς κίνδυνός ἐστιν ἐξαπατηθῆναι; ΚΡ. πῶς; ΣΩ. δῆλον ὅτι ὁ θέμενος πρῶτος τὰ ὀνόματα, οἷα ἡγεῖτο εἶναι τὰ πράγματα, τοιαῦτα ἐτίθετο καὶ τὰ ὀνόματα, ὥς φαμεν. ἦ γάρ; ΚΡ. ναί. ΣΩ. εἰ οὖν ἐκεῖνος μὴ ὀρθῶς ἡγεῖτο, ἔθετο δὲ οἷα ἡγεῖτο, τί οἴει ἡμᾶς τοὺς ἀκολουθοῦντας αὐτῷ πείσεσθαι; ἄλλο τι ἢ ἐξαπατηθήσεσθαι; ΚΡ. ἀλλὰ μὴ οὐχ οὕτως ἔχει,2 ὦ Σώκρατες, ἀλλʼ ἀναγκαῖον ᾖ εἰδότα τίθεσθαι τὸν τιθέμενον τὰ ὀνόματα· εἰ δὲ μή, ὅπερ πάλαι ἐγὼ ἔλεγον, οὐδʼ ἂν ὀνόματα εἴη. μέγιστον δέ σοι ἔστω τεκμήριον ὅτι οὐκ ἔσφαλται τῆς ἀληθείας ὁ τιθέμενος· οὐ γὰρ ἄν ποτε οὕτω σύμφωνα ἦν αὐτῷ ἅπαντα. ἢ οὐκ ἐνενόεις αὐτὸς λέγων ὡς πάντα κατὰ ταὐτὸν καὶ ἐπὶ ταὐτὸν ἐγίγνετο τὰ ὀνόματα; ΣΩ. ἀλλὰ τοῦτο μέν, ὠγαθὲ Κρατύλε, οὐδέν ἐστιν ἀπολόγημα. εἰ γὰρ τὸ πρῶτον σφαλεὶς ὁ τιθέμενος τἆλλα ἤδη πρὸς τοῦτʼ ἐβιάζετο καὶ αὑτῷ συμφωνεῖν ἠνάγκαζεν, οὐδὲν ἄτοπον, ὥσπερ τῶν διαγραμμάτων ἐνίοτε τοῦ πρώτου σμικροῦ καὶ ἀδήλου ψεύδους γενομένου, τὰ λοιπὰ πάμπολλα ἤδη ὄντα ἑπόμενα ὁμολογεῖν ἀλλήλοις. δεῖ δὴ περὶ τῆς ἀρχῆς παντὸς πράγματος παντὶ ἀνδρὶ τὸν πολὺν λόγον εἶναι καὶ τὴν πολλὴν σκέψιν εἴτε ὀρθῶς εἴτε μὴ ὑπόκειται· ἐκείνης δὲ ἐξετασθείσης ἱκανῶς, τὰ λοιπὰ φαίνεσθαι ἐκείνῃ ἑπόμενα. οὐ μέντοι ἀλλὰ θαυμάζοιμʼ ἂν εἰ καὶ τὰ ὀνόματα συμφωνεῖ αὐτὰ αὑτοῖς. πάλιν γὰρ ἐπισκεψώμεθα ἃ τὸ πρότερον διήλθομεν. ὡς τοῦ παντὸς ἰόντος τε καὶ φερομένου καὶ ῥέοντός φαμεν σημαίνειν ἡμῖν τὴν οὐσίαν τὰ ὀνόματα. ἄλλο τι οὕτω σοι δοκεῖ δηλοῦν;
クラテュロス:私はそのように考えます。ほかの方法はまったく存在せず、これこそが唯一かつ最善の方法であると。 ソクラテス:それでは、実在の発見もまたこれと同じことである、すなわち名前を発見した者がその名前の指す事物をも発見したのだと言うべきか、それとも、探求し発見するためには別の方法が必要であり、学ぶためにはこの方法が必要だと言うべきか。 クラテュロス:何よりもまず、探求し発見することも、まさに同様にこの同じ方法によるのだと思います。 ソクラテス:それでは考えてみよう、クラテュロスよ。もし誰かが事物を探求するにあたって名前に従い、個々の名前がどのようなものであることを望んでいるかを見るのだとしたら、だまされる危険が小さくないことに気づくかね? クラテュロス:どのようにですか? ソクラテス:最初に名前を制定した者は、事物がどのようなものであると考えたか、その通りに名前を制定したことは明らかだ、私たちが言うようにね。そうではないかね? クラテュロス:はい。 ソクラテス:それなら、もしその人が正しく考えておらず、自分が考えた通りに制定したのだとしたら、彼に従う私たちはどういう目に遭うと思うかね?だまされること以外の何ものであろうか。 クラテュロス:しかし、ソクラテスよ、そうではないかもしれません。名前を制定する者は知った上で制定することが必然なのです。そうでなければ、私が以前から言っていたように、それらは名前ですらないでしょう。制定者が真理から踏み外していないことの最大の証拠とすべきなのは、すべての名前が彼にとってこれほど調和してはいなかっただろうということです。君自身が、すべての名前が同じやり方で、同じ目的に向かって作られていると語っていたことに気づかなかったのですか。 ソクラテス:しかし、親愛なるクラテュロスよ、それは何の弁明にもならない。というのも、制定者が最初に誤りを犯し、その後、他のものをこれに合わせて無理に適合させ、自分自身と調和するように強制したのだとしても、何ら奇妙なことではないからだ。ちょうど、幾何学の図形において、最初の小さくて目立たない誤りが生じたときに、それに続く極めて多くの部分が互いに一致するようになるのと同じことだ。それゆえ、すべての事柄の始まりについて、それが正しく置かれているか否か、すべての人が多くの議論を尽くし、多くの考察を重ねるべきなのだ。そしてその始まりが十分に検討されたなら、残りの事柄はそれに従うものとして現れる。しかしながら、名前がそれ自体で互いに調和しているとしても、私は驚くだろう。なぜなら、私たちが以前議論したことをもう一度検討してみよう。すべてのものが動き、運ばれ、流れているという前提に立って、名前は私たちに実在を意味している、と私たちは言う。君にも、そのように示していると思われるかね?
ΚΡ. πάνυ σφόδρα, καὶ ὀρθῶς γε σημαίνει. ΣΩ. σκοπῶμεν δὴ ἐξ αὐτῶν ἀναλαβόντες πρῶτον μὲν τοῦτο τὸ ὄνομα, τὴν ἐπιστήμην,3 ὡς ἀμφίβολόν, καὶ μᾶλλον ἔοικε σημαίνοντι ὅτι ἵστησιν ἡμῶν ἐπὶ τοῖς πράγμασι τὴν ψυχὴν ἢ ὅτι συμπεριφέρεται, καὶ ὀρθότερόν ἐστιν ὥσπερ νῦν αὐτοῦ τὴν ἀρχὴν λέγειν μᾶλλον ἢ ἐμβάλλοντας τὸ εἶ ἑπεϊστήμην, ἀλλὰ τὴν ἐμβολὴν ποιήσασθαι ἀντὶ τῆς ἐν τῷ εἶ ἐν τῷ ἰῶτα. ἔπειτα τὸ βέβαιον, ὅτι βάσεώς τινός ἐστιν καὶ στάσεως μίμημα ἀλλʼ οὐ φορᾶς. ἔπειτα ἡ ἱστορία αὐτό που σημαίνει ὅτι ἵστησι τὸν ῥοῦν. καὶ τὸ πιστὸν ἱστὰν παντάπασι σημαίνει. ἔπειτα δὲ ἡ μνήμη παντί που μηνύει ὅτι μονή ἐστιν ἐν τῇ ψυχῇ ἀλλʼ οὐ φορά. εἰ δὲ βούλει, ἡ ἁμαρτία καὶ ἡ συμφορά, εἰ κατὰ τὸ ὄνομά τις ἀκολουθήσει, φανεῖται ταὐτὸν τῇ συνέσει ταύτῃ καὶ ἐπιστήμῃ καὶ τοῖς ἄλλοις πᾶσι τοῖς περὶ τὰ σπουδαῖα ὀνόμασιν. ἔτι τοίνυν ἡ ἀμαθία καὶ ἡ ἀκολασία παραπλησία τούτοις φαίνεται· ἡ μὲν γὰρ τοῦ ἅμα θεῷ ἰόντος πορεία φαίνεται, ἡ ἀμαθία, ἡ δʼ ἀκολασία παντάπασιν ἀκολουθία τοῖς πράγμασι φαίνεται. καὶ οὕτως, ἃ νομίζομεν ἐπὶ τοῖς κακίστοις ὀνόματα εἶναι, ὁμοιότατʼ ἂν φαίνοιτο τοῖς ἐπὶ τοῖς καλλίστοις. οἶμαι δὲ καὶ ἄλλα πόλλʼ ἄν τις εὕροι εἰ πραγματεύοιτο, ἐξ ὧν οἰηθείη ἂν αὖ πάλιν τὸν τὰ ὀνόματα τιθέμενον οὐχὶ ἰόντα οὐδὲ φερόμενα ἀλλὰ μένοντα τὰ πράγματα σημαίνειν. ΚΡ. ἀλλʼ, ὦ Σώκρατες, ὁρᾷς ὅτι τὰ πολλὰ ἐκείνως ἐσήμαινεν. ΣΩ. τί οὖν τοῦτο, ὦ Κρατύλε; ὥσπερ ψήφους διαριθμησόμεθα τὰ ὀνόματα, καὶ ἐν τούτῳ ἔσται ἡ ὀρθότης; ὁπότερα ἂν πλείω φαίνηται τὰ ὀνόματα σημαίνοντα, ταῦτα δὴ ἔσται τἀληθῆ; ΚΡ. οὔκουν εἰκός γε.
クラテュロス:全くその通りです。そして正しく意味しています。 ソクラテス:では、それらの名前自体からもう一度取り上げて考えてみよう。まずこの「知識」という名前だが、これは両義的であり、動き回ることを意味するよりは、むしろ私たちの魂を事物のうえに留めることを意味しているように思われる。そして、その始まりを現在のように言う方が、εἶを挿入して「ヘペイステーメー」とするよりも正しく、むしろεἶの代わりにイオータの中に挿入を行うべきなのだ。次に「確実な」だが、これは歩みや移動ではなく、ある種の基礎や静止の模倣である。さらに、「探求」はまさに流れを留めるということを意味している。また、「信頼できる」は完全に留めることを意味している。さらに「記憶」はどこから見ても、移動ではなく魂における留まりであることを示している。また望むなら、「誤り」や「災難」も、もしその名前に従うなら、この「理解」や「知識」、その他すべての立派な事柄に関する名前と同じものとして現れるだろう。さらにまた、「無知」や「放縦」もこれらと似ているように思われる。というのも、無知は神とともに行く歩みのように見え、放縦は事物への全面的な追随のように見えるからだ。このようにして、私たちが最も悪い事柄に対して与えられていると思っている名前が、最も美しい事柄に対する名前に極めて似ているように見えることになるだろう。そして、もし詳しく研究するなら、名前を制定した者が、事物が動いたり運ばれたりしているのではなく、静止していることを意味しようとしたのだと、再び思わせるような他の多くの名前を誰でも見出せるだろうと思う。 クラテュロス:しかし、ソクラテスよ、多くの名前はあのよう(流転)に意味していたことがお分かりでしょう。 ソクラテス:クラテュロスよ、それがどうしたというのだ?私たちは投票の石のように名前を数え上げ、その中に正しさがあるというのかね?より多くの名前が意味しているように見える側が、真実であるということになるのかね? クラテュロス:そんなはずはありません。
- 436aπότερον δὲ καὶ εὕρεσιν τῶν ὄντων τὴν αὐτὴν ταύτην εἶναι...
直前のソクラテスの問い「ποτέρως οἴει;(どちらだと思うかね?)」を受けて、間接疑問節を構成する対格と不定詞(対格不定詞構文)の並列。主節の「思う」に該当する動詞が省略され、不定詞「εἶναι」と「δεῖν」によって二つの対立する見解が提示されている。
- 436bἀλλὰ μὴ οὐχ οὕτως ἔχει
接続法または直説法「ἔχει」を伴い、懸念や控えめな否定的断定(「〜ではないのではないか」)を表す「μὴ οὐχ」の独立用法。対話者による慎重な反論を示している。
- 437aτὴν ἐπιστήμην
先取り(prolepsis)あるいは文頭に置かれた対格。後ろの「ὡς」節の論理的主語となるべき語が、文頭で先行して「σκοπῶμεν」の直接目的語として置かれている。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(9 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 3 件
- 2026-09-21 AI校閲 — 訳文 6 件
