Humanitext Reader

柏拉图 · 克拉底鲁篇 §438

最初制定者的认知与直接探求事物本身

第 33 段,共 34 段 · 希腊语

内容简介

苏格拉底质疑最初的名字制定者如何在名字存在之前知晓事物本性,反驳了克拉底鲁关于神力起因的解释,并指出要解决名字的对立冲突,必须摆脱名字直接通过事物自身来探求真理。

§438ΣΩ. οὐδʼ ὁπωστιοῦν, ὦ φίλε.
苏格拉底:一点也不,朋友。
καὶ ταῦτα μέν γε αὐτοῦ ἐάσωμεν, ἐπανέλθωμεν δὲ πάλιν ὅθεν δεῦρο μετέβημεν.
那么这些事情我们且搁下留在原地,重新回到我们转入这里之前的那个地方。
ἄρτι γὰρ ἐν τοῖς πρόσθεν, εἰ μέμνησαι, τὸν τιθέμενον τὰ ὀνόματα ἀναγκαῖον ἔφησθα εἶναι εἰδότα τίθεσθαι οἷς ἐτίθετο.
因为刚才在前面,如果你还记得的话,你说过制定名字的人必然是在知晓他所制定的对象的情况下制定的。
πότερον οὖν ἔτι σοι δοκεῖ οὕτως ἢ οὔ;
那么,现在你还觉得是这样,还是不觉得了呢?
ΚΡ. ἔτι.
克拉底鲁:还是这样。
ΣΩ. ἦ καὶ τὸν τὰ πρῶτα τιθέμενον εἰδότα φῂς τίθεσθαι;
苏格拉底:你也是说,那制定最初名字的人是在知晓的情况下制定的吗?
ΚΡ. εἰδότα.
克拉底鲁:是在知晓的情况下。
ΣΩ. ἐκ ποίων οὖν ὀνομάτων ἢ μεμαθηκὼς ἢ ηὑρηκὼς ἦν τὰ πράγματα, εἴπερ τά γε πρῶτα μήπω ἔκειτο, μαθεῖν δʼ αὖ φαμεν τὰ πράγματα καὶ εὑρεῖν ἀδύνατον εἶναι ἄλλως ἢ τὰ ὀνόματα μαθόντας ἢ αὐτοὺς ἐξευρόντας οἷά ἐστι;
苏格拉底:那么,既然最初的名字还没有被制定,他又是从什么样的名字中学习或发现事物的呢? 况且我们又说,除了学习名字或者自己发现事物是什么样子之外,没有别的方法可以学习和发现事物。
ΚΡ. δοκεῖς τί μοι λέγειν, ὦ Σώκρατες.
克拉底鲁:苏格拉底,我觉得你说的有道理。
ΣΩ. τίνα οὖν τρόπον φῶμεν αὐτοὺς εἰδότας θέσθαι ἢ νομοθέτας εἶναι, πρὶν καὶ ὁτιοῦν ὄνομα κεῖσθαί τε καὶ ἐκείνους εἰδέναι, εἴπερ μὴ ἔστι τὰ πράγματα μαθεῖν ἀλλʼ ἢ ἐκ τῶν ὀνομάτων;
苏格拉底:那么,如果在任何名字都没有被制定、他们也还不晓得它们之前,我们该怎么说他们是在知晓的情况下制定的,或者是立法者呢? 如果确实除了从名字中之外,没有办法学习事物的话。
ΚΡ. οἶμαι μὲν ἐγὼ τὸν ἀληθέστατον λόγον περὶ τούτων εἶναι, ὦ Σώκρατες, μείζω τινὰ δύναμιν εἶναι ἢ ἀνθρωπείαν τὴν θεμένην τὰ πρῶτα ὀνόματα τοῖς πράγμασιν, ὥστε ἀναγκαῖον εἶναι αὐτὰ ὀρθῶς ἔχειν.
克拉底鲁:苏格拉底,我认为关于这些事情最真实的解释是,某种比人更强大的力量为事物制定了最初的名字,以至于它们必然是正确的。
ΣΩ. εἶτα οἴει ἐναντία ἂν ἐτίθετο αὐτὸς αὑτῷ ὁ θείς, ὢν δαίμων τις ἢ θεός;
苏格拉底:那么,你认为作为某种神明或天神的制定者,会制定出与自己相矛盾的名字吗?
ἢ οὐδέν σοι ἐδοκοῦμεν ἄρτι λέγειν;
还是说,你觉得我们刚才说的话毫无意义?
ΚΡ. ἀλλὰ μὴ οὐκ ἦν τούτων τὰ ἕτερα ὀνόματα.
克拉底鲁:但是,也许这两类名字中有一类其实并不是名字。
ΣΩ. πότερα, ὦ ἄριστε, τὰ ἐπὶ τὴν στάσιν ἄγοντα ἢ τὰ ἐπὶ τὴν φοράν;
苏格拉底:优秀的友啊,那是哪一类呢? 是导向静止的那些,还是导向移动的那些?
οὐ γάρ που κατὰ τὸ ἄρτι λεχθὲν πλήθει κριθήσεται.
因为正如刚才所说,这绝不可能靠数量来评判。
ΚΡ. οὔτοι δὴ δίκαιόν γε, ὦ Σώκρατες.
克拉底鲁:苏格拉底,那确实是不公正的。
ΣΩ. ὀνομάτων οὖν στασιασάντων, καὶ τῶν μὲν φασκόντων ἑαυτὰ εἶναι τὰ ὅμοια τῇ ἀληθείᾳ, τῶν δʼ ἑαυτά, τίνι ἔτι διακρινοῦμεν, ἢ ἐπὶ τί ἐλθόντες;
苏格拉底:既然名字发生了争执,有些声称自己才像真理,另一些也声称自己才是,那么我们还要用什么来裁决它们,或者要求助于什么呢?
οὐ γάρ που ἐπὶ ὀνόματά γε ἕτερα ἄλλα τούτων·
总不能求助于这些之外的其他名字吧;因为没有别的名字了。
οὐ γὰρ ἔστιν, ἀλλὰ δῆλον ὅτι ἄλλʼ ἄττα ζητητέα πλὴν ὀνομάτων, ἃ ἡμῖν ἐμφανιεῖ ἄνευ ὀνομάτων ὁπότερα τούτων ἐστὶ τἀληθῆ, δείξαντα δῆλον ὅτι τὴν ἀλήθειαν τῶν ὄντων.
显然,我们必须寻找名字以外的其他东西,它们将在没有名字的情况下,向我们显明这两者中哪一个是真理,而这显然是要通过显示实存事物的真理。
ΚΡ. δοκεῖ μοι οὕτω.
克拉底鲁:我觉得是这样。
ΣΩ. ἔστιν ἄρα, ὡς ἔοικεν, ὦ Κρατύλε, δυνατὸν μαθεῖν ἄνευ ὀνομάτων τὰ ὄντα, εἴπερ ταῦτα οὕτως ἔχει.
苏格拉底:那么,克拉底鲁,看来如果这些事情是这样的话,在没有名字的情况下学习实存事物是可能的。
ΚΡ. φαίνεται.
克拉底鲁:看起来是这样。
ΣΩ. διὰ τίνος ἄλλου οὖν ἔτι προσδοκᾷς ἂν ταῦτα μαθεῖν;
苏格拉底:那么,你还指望通过什么别的途径来学习这些呢?
ἆρα διʼ ἄλλου του ἢ οὗπερ εἰκός τε καὶ δικαιότατον, διʼ ἀλλήλων γε, εἴ πῃ συγγενῆ ἐστιν, καὶ αὐτὰ διʼ αὑτῶν;
难道是通过什么别的,而不是那既合理又最公正的途径——即通过彼此(如果它们在某种程度上有亲缘关系的话),以及通过它们自身吗?
τὸ γάρ που ἕτερον ἐκείνων καὶ ἀλλοῖον ἕτερον ἄν τι καὶ ἀλλοῖον σημαίνοι ἀλλʼ οὐκ ἐκεῖνα.
因为与它们不同、相异的东西,显然会表示某种不同、相异的事物,而不是表示它们。
ΚΡ. ἀληθῆ μοι φαίνῃ λέγειν.
克拉底鲁:我觉得你说的是真理。

词汇与语法注释

  1. 438aαὐτοῦ — 用作副词的空间属格,意为“在此处”、“就在这里”。与动词 ἐάσωμεν 连用,构成“把(讨论等)搁置在原处”的惯用表达。
  2. 438cἀλλὰ μὴ οὐκ ἦν — 双重否定 μὴ οὐ 加上直说过去时(ἦν),用于对过去的事实表达委婉的怀疑或顾虑,表示“但也许它们其实不是……”的推测。
  3. 438dδείξαντα — 不定过去时主动分词中性复数宾格(或主格),修饰中性复数关系代词 ἅ 及其先行词 ἄλλʼ ἄττα。在此作状语分词,表示方式或手段(“通过表明……”)。

引用这一段

柏拉图, 克拉底鲁篇 §438. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg005.humanitext-grc2:438

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。