Humanitext Reader

柏拉图 · 克拉底鲁篇 §435

习惯的表意作用与名字教导事物的效力

第 31 段,共 34 段 · 希腊语

内容简介

苏格拉底通过即便名字中包含与事物不相似的字母人们仍能互相理解这一事实,迫使克拉底鲁承认“习惯”和“协定”在名字正确性中的必要作用。随后,他们开始讨论名字的功能是否在于教导事物本身的知识。

§435ΚΡ. ναί.
克拉底鲁:是的。
ΣΩ. οὐκοῦν εἰ γιγνώσκεις ἐμοῦ φθεγγομένου, δήλωμα σοι γίγνεται παρʼ ἐμοῦ;
苏格拉底:那么,如果我发音时你能理解,不就等于我向你传达了一个表示吗?
ΚΡ. ναί.
克拉底鲁:是的。
ΣΩ. ἀπὸ τοῦ ἀνομοίου γε ἢ ὃ διανοούμενος φθέγγομαι, εἴπερ τὸ λάβδα ἀνόμοιόν ἐστι τῇ ᾗ φῂς σὺ σκληρότητι·
苏格拉底:而且,这正是通过与我心中所想并发出声音的对象并不相似的东西来表示的,如果兰姆达确实不同于你所说的那种“硬”的话。
εἰ δὲ τοῦτο οὕτως ἔχει, τί ἄλλο ἢ αὐτὸς σαυτῷ συνέθου καί σοι γίγνεται ἡ ὀρθότης τοῦ ὀνόματος συνθήκη, ἐπειδή γε δηλοῖ καὶ τὰ ὅμοια καὶ τὰ ἀνόμοια γράμματα, ἔθους τε καὶ συνθήκης τυχόντα;
如果情况确实如此,那么除了你与自己达成了协定,并且对你来说名字的正确性变成了协定之外,还能是什么呢? 因为相似和不相似的字母,只要获得了习惯和协定,就都能进行表示。
εἰ δʼ ὅτι μάλιστα μή ἐστι τὸ ἔθος συνθήκη, οὐκ ἂν καλῶς ἔτι ἔχοι λέγειν τὴν ὁμοιότητα δήλωμα εἶναι, ἀλλὰ τὸ ἔθος· ἐκεῖνο γάρ, ὡς ἔοικε, καὶ ὁμοίῳ καὶ ἀνομοίῳ δηλοῖ.
但是,即便习惯在最大程度上不是协定,将类似性说成是表示也不再合适,而应当说习惯是表示;因为正如所见,习惯是通过相似和不相似的东西都在进行表示。
ἐπειδὴ δὲ ταῦτα συγχωροῦμεν, ὦ Κρατύλε—τὴν γὰρ σιγήν σου συγχώρησιν θήσω—ἀναγκαῖόν που καὶ συνθήκην τι καὶ ἔθος συμβάλλεσθαι πρὸς δήλωσιν ὧν διανοούμενοι λέγομεν·
克拉底鲁,既然我们承认这些——因为我会把你的沉默视为同意——那么在表示我们心中所想、口中所说的事情时,某种协定和习惯也必然在起着作用。
ἐπεί, ὦ βέλτιστε, εἰ ʼθέλεις ἐπὶ τὸν ἀριθμὸν ἐλθεῖν, πόθεν οἴει ἕξειν ὀνόματα ὅμοια ἑνὶ ἑκάστῳ τῶν ἀριθμῶν ἐπενεγκεῖν, ἐὰν μὴ ἐᾷς τι τὴν σὴν ὁμολογίαν καὶ συνθήκην κῦρος ἔχειν τῶν ὀνομάτων ὀρθότητος πέρι;
因为,我最好的朋友,如果你愿意来看一下数字,如果不允许你的同意和协定在名字的正确性方面具有某种权威,你认为你能从哪里找到与每一个数字都相似的名字来安在它们身上呢?
ἐμοὶ μὲν οὖν καὶ αὐτῷ ἀρέσκει μὲν κατὰ τὸ δυνατὸν ὅμοια εἶναι τὰ ὀνόματα τοῖς πράγμασιν· ἀλλὰ μὴ ὡς ἀληθῶς, τὸ τοῦ Ἑρμογένους, γλίσχρα ᾖ ἡ ὁλκὴ αὕτη τῆς ὁμοιότητος, ἀναγκαῖον δὲ ᾖ καὶ τῷ φορτικῷ τούτῳ προσχρῆσθαι, τῇ συνθήκῃ, εἰς ὀνομάτων ὀρθότητα.
就我自己而言,我也喜欢名字尽可能与事物相似;但千万不要实际上像赫莫根尼所说的那样,这种对类似性的生拉硬拽变成了“纠缠不清”的事,而我们不得不为了名字的正确性,也去借助这个“粗俗的”东西,即协定。
ἐπεὶ ἴσως κατά γε τὸ δυνατὸν κάλλιστʼ ἂν λέγοιτο ὅταν ἢ πᾶσιν ἢ ὡς πλείστοις ὁμοίοις λέγηται, τοῦτο δʼ ἐστὶ προσήκουσιν, αἴσχιστα δὲ τοὐναντίον.
因为也许尽可能在以下情况下它才被说得最完美:当它用全部或尽可能多相似的字母(也就是说,合适的字母)来说时,相反的情况则是最丑陋的。
τόδε δέ μοι ἔτι εἰπὲ μετὰ ταῦτα, τίνα ἡμῖν δύναμιν ἔχει τὰ ὀνόματα καὶ τί φῶμεν αὐτὰ καλὸν ἀπεργάζεσθαι;
不过,在此之后,请再告诉我这件事:名字对我们来说有什么功能,我们该说它们完成了什么美好的工作?
ΚΡ. διδάσκειν ἔμοιγε δοκεῖ, ὦ Σώκρατες, καὶ τοῦτο πάνυ ἁπλοῦν εἶναι, ὃς ἂν τὰ ὀνόματα ἐπίστηται, ἐπίστασθαι καὶ τὰ πράγματα.
克拉底鲁:苏格拉底,在我看来它是教导,而且这非常简单:谁要是认识了名字,也就认识了事物。
ΣΩ. ἴσως γάρ, ὦ Κρατύλε, τὸ τοιόνδε λέγεις, ὡς ἐπειδάν τις εἰδῇ τὸ ὄνομα οἷόν ἐστιν—ἔστι δὲ οἷόνπερ τὸ πρᾶγμα— εἴσεται δὴ καὶ τὸ πρᾶγμα, ἐπείπερ ὅμοιον τυγχάνει ὂν τῷ ὀνόματι, τέχνη δὲ μία ἄρʼ ἐστὶν ἡ αὐτὴ πάντων τῶν ἀλλήλοις ὁμοίων.
苏格拉底:因为也许,克拉底鲁,你是这个意思:当有人知道名字是什么样子时——而名字正如事物本身的样子—— 他自然也就会知道事物,因为事物碰巧与名字相似,而在所有彼此相似的事物中,其认识的艺术其实是同一且唯一的。
κατὰ τοῦτο δή μοι δοκεῖς λέγειν ὡς ὃς ἂν τὰ ὀνόματα εἰδῇ εἴσεται καὶ τὰ πράγματα.
的确,在这一点上,你似乎是说,谁认识了名字,谁也就认识了事物。
ΚΡ. ἀληθέστατα λέγεις.
克拉底鲁:你说的极对。
ΣΩ. ἔχε δή, ἴδωμεν τίς ποτʼ ἂν εἴη ὁ τρόπος οὗτος τῆς διδασκαλίας τῶν ὄντων ὃν σὺ λέγεις νῦν, καὶ πότερον ἔστι μὲν καὶ ἄλλος, οὗτος μέντοι βελτίων, ἢ οὐδʼ ἔστιν ἄλλος ἢ οὗτος.
苏格拉底:且慢,让我们看看你现在所说的这种对实存事物的教导方法究竟是怎样的,以及是否还有另一种方法,只是这一种更好,还是说除了这一种之外根本没有别的方法。
ποτέρως οἴει;
你认为偏向哪一种?

词汇与语法注释

  1. 435aἐμοῦ φθεγγομένου — 属格独立结构(分词的副词性用法),表示时间或伴随状况:“当我发音时”或“在我说话时”。
  2. 435aἀπὸ τοῦ ἀνομοίου γε ἢ ὃ διανοούμενος φθέγγομαι — 表示比较的连词 ἤ 与形容词 ἀνόμοιος(不相似、不同)相呼应,意为“通过与我心中所想(διανοούμενος)并发出声音(φθέγγομαι)的对象所不相似的东西”。关系代词 ὅ 的先行词被省略。
  3. 435aἔθους τε καὶ συνθήκης τυχόντα — 动词 τυγχάνω 支配属格(ἔθους τε καὶ συνθήκης),意为“获得”或“享有”。此处 τυχόντα 是不定过去时主动分词的中性复数宾格,修饰主语 γράμματα(“字母”),译为“获得了习惯与协定(从而进行表示)”。
  4. 435cἀλλὰ μὴ ὡς ἀληθῶς ... γλίσχρα ᾖ ... ἀναγκαῖον δὲ ᾖ — 带有 μή 的独立悬念虚拟语气(μὴ ... ᾖ ... ἀναγκαῖον δὲ ᾖ),表达一种担忧或顾虑:“恐怕实际上……”。主语是 ἡ ὁλκὴ αὕτη τῆς ὁμοιότητος(“这种对类似性的牵强附会”)。
  5. 435dὃς ἂν τὰ ὀνόματα ἐπίστηται, ἐπίστασθαι καὶ τὰ πράγματα — 条件性泛指关系从句 ὃς 扬 ... ἐπίστηται(“无论谁认识……”)作为由 δοκεῖ 支配的不定式 ἐπίστασθαι 的逻辑主语。整个关系从句在此充当了不定式的宾格主语。

引用这一段

柏拉图, 克拉底鲁篇 §435. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg005.humanitext-grc2:435

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。