Humanitext Reader

柏拉图 · 克拉底鲁篇 §391-392

荷马史诗中神与人命名之别

第 5 段,共 34 段 · 希腊语

内容简介

赫尔墨革涅斯请求说明名字天然正确性的实例,苏格拉底讥讽地提及智者的学说后,转而借助荷马史诗,探讨神明与凡人对事物名称的不同称呼,并分析了赫克托耳之子名字的合理性。

§391ΕΡΜ. οὐκ ἔχω, ὦ Σώκρατες, ὅπως χρὴ πρὸς ἃ λέγεις ἐναντιοῦσθαι.
赫尔墨革涅斯:苏格拉底,我不知道该如何反驳 391a 模块你所说的话。
ἴσως μέντοι οὐ ῥᾴδιόν ἐστιν οὕτως ἐξαίφνης πεισθῆναι, ἀλλὰ δοκῶ μοι ὧδε ἂν μᾶλλον πιθέσθαι σοι, εἴ μοι δείξειας ἥντινα φῂς εἶναι τὴν φύσει ὀρθότητα ὀνόματος.
然而,或许要如此突然地被说服并不容易,但我认为,如果你能向我展示你所说的名字的天然正确性是什么,我可能会更愿意听从你。
ΣΩ. ἐγὼ μέν, ὦ μακάριε Ἑρμόγενες, οὐδεμίαν λέγω, ἀλλʼ ἐπελάθου γε ὧν ὀλίγον πρότερον ἔλεγον, ὅτι οὐκ εἰδείην ἀλλὰ σκεψοίμην μετὰ σοῦ.
苏格拉底:我高贵的赫尔墨革涅斯,我可什么都没说;你倒是忘了我刚才说的话,我说过我不知道,而是要和你一起探讨。
νῦν δὲ σκοπουμένοις ἡμῖν, ἐμοί τε καὶ σοί, τοσοῦτον μὲν ἤδη φαίνεται παρὰ τὰ πρότερα, φύσει τέ τινα ὀρθότητα ἔχον εἶναι τὸ ὄνομα καὶ οὐ παντὸς ἀνδρὸς ἐπίστασθαι αὐτὸ πράγματι ὁτῳοῦν θέσθαι·
但现在,在我们,也就是我和你的探讨中,相比于之前,这一点已经显得很清楚了:名字因自然而具有某种正确性,而且 ¦391b 并不是任何人都有知识给任何事物制定名字的。
ἢ οὔ;
难道不是吗?
ΕΡΜ. πάνυ γε.
赫尔墨革涅斯:当然。
ΣΩ. οὐκοῦν τὸ μετὰ τοῦτο χρὴ ζητεῖν, εἴπερ ἐπιθυμεῖς εἰδέναι, ἥτις ποτʼ αὖ ἐστιν αὐτοῦ ἡ ὀρθότης.
苏格拉底:那么,如果你渴望知道,我们接下来应该寻找的,就是这名字的正确性到底是什么。
ΕΡΜ. ἀλλὰ μὴν ἐπιθυμῶ γε εἰδέναι.
赫尔墨革涅斯:我确实渴望知道。
ΣΩ. σκόπει τοίνυν.
苏格拉底:那么请考虑。
ΕΡΜ. πῶς οὖν χρὴ σκοπεῖν;
赫尔墨革涅斯:那应该如何考虑呢?
ΣΩ. ὀρθοτάτη μὲν τῆς σκέψεως, ὦ ἑταῖρε, μετὰ τῶν ἐπισταμένων, χρήματα ἐκείνοις τελοῦντα καὶ χάριτας κατατιθέμενον.
苏格拉底:朋友,最正确的探讨方式是与那些懂行的人一起,付给他们钱并向他们表达感激。
εἰσὶ δὲ οὗτοι οἱ σοφισταί, οἷσπερ καὶ ὁ ἀδελφός σου Καλλίας πολλὰ τελέσας χρήματα σοφὸς δοκεῖ εἶναι.
而这些人就是智者,你的哥哥卡里亚斯 ¦391c 也是付了许多钱给他们,才显得聪明的。
ἐπειδὴ δὲ οὐκ ἐγκρατὴς εἶ τῶν πατρῴων, λιπαρεῖν χρὴ τὸν ἀδελφὸν καὶ δεῖσθαι αὐτοῦ διδάξαι σε τὴν ὀρθότητα περὶ τῶν τοιούτων ἣν ἔμαθεν παρὰ Πρωταγόρου.
但既然你不能支配父辈的财产,你就应该去恳求你的哥哥,请求他把你从普罗泰戈拉那里学来的关于这类事情的正确性传授给你。
ΕΡΜ. ἄτοπος μεντἂν εἴη μου, ὦ Σώκρατες, ἡ δέησις, εἰ τὴν μὲν ἀλήθειαν τὴν Πρωταγόρου ὅλως οὐκ ἀποδέχομαι, τὰ δὲ τῇ τοιαύτῃ ἀληθείᾳ ῥηθέντα ἀγαπῴην ὥς του ἄξια.
赫尔墨革涅斯:苏格拉底,如果我一方面完全不接受普罗泰戈拉的《真理》,另一方面却乐于接受依此种“真理”所说的话并视其为有价值之物,那我的请求就太荒谬了。
ΣΩ. ἀλλʼ εἰ μὴ αὖ σε ταῦτα ἀρέσκει, παρʼ Ὁμήρου χρὴ μανθάνειν καὶ παρὰ τῶν ἄλλων ποιητῶν.
苏格拉底:但如果这些又不能让你满意,那就应该从荷马 ¦391d 和其他诗人那里学习。
ΕΡΜ. καὶ τί λέγει, ὦ Σώκρατες, Ὅμηρος περὶ ὀνομάτων, καὶ ποῦ;
赫尔墨革涅斯:苏格拉底,关于名字,荷马在什么地方说了什么?
ΣΩ. πολλαχοῦ·
苏格拉底:在许多地方。
μέγιστα δὲ καὶ κάλλιστα ἐν οἷς διορίζει ἐπὶ τοῖς αὐτοῖς ἅ τε οἱ ἄνθρωποι ὀνόματα καλοῦσι καὶ οἱ θεοί.
而最重大也最精彩的,是他在那些地方区分了对于相同的事物,人类所称呼的名字和神明所称呼的名字。
ἢ οὐκ οἴει αὐτὸν μέγα τι καὶ θαυμάσιον λέγειν ἐν τούτοις περὶ ὀνομάτων ὀρθότητος;
难道你不认为他在这些关于名字正确性的地方说了一些伟大而令人惊叹的话吗?
δῆλον γὰρ δὴ ὅτι οἵ γε θεοὶ αὐτὰ καλοῦσιν πρὸς ὀρθότητα ἅπερ ἔστι φύσει ὀνόματα·
因为显而易见,神明至少是根据正确性来称呼它们的,这也就是它们天然的名字。
ἢ σὺ οὐκ οἴει;
¦391e 难道你不这样认为吗?
ΕΡΜ. εὖ οἶδα μὲν οὖν ἔγωγε, εἴπερ καλοῦσιν, ὅτι ὀρθῶς καλοῦσιν.
赫尔墨革涅斯:我确信,如果他们称呼,他们一定是正确地称呼的。
ἀλλὰ ποῖα ταῦτα λέγεις;
但你指的是哪一类呢?
ΣΩ. οὐκ οἶσθα ὅτι περὶ τοῦ ποταμοῦ τοῦ ἐν τῇ Τροίᾳ, ὃς ἐμονομάχει τῷ Ἡφαίστῳ, ὃν Ξάνθον, φησί, καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον;
苏格拉底:你难道不知道,关于特洛伊的那条与赫淮斯托斯单挑的河流,他说: “神唤其为克桑托斯,凡人则唤其为斯卡曼德罗斯”吗?
ΕΡΜ. ἔγωγε.
赫尔墨革涅斯:我知道。
§392ΣΩ. τί οὖν δή;
392a 苏格拉底:那又如何呢?
οὐκ οἴει τοῦτο σεμνόν τι εἶναι γνῶναι, ὅπῃ ποτὲ ὀρθῶς ἔχει ἐκεῖνον τὸν ποταμὸν Ξάνθον καλεῖν μᾶλλον ἢ Σκάμανδρον;
难道你不认为,了解为什么称那条河为克桑托斯比称其为斯卡曼德罗斯更正确,是一件庄严的事情吗?
εἰ δὲ βούλει, περὶ τῆς ὄρνιθος ἣν λέγει ὅτι— " χαλκίδα κικλῄσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν, " φαῦλον ἡγῇ τὸ μάθημα ὅσῳ ὀρθότερόν ἐστι καλεῖσθαι χαλκὶς κυμίνδιδος τῷ αὐτῷ ὀρνέῳ;
或者如果你愿意,关于那只鸟,他说: “神唤其为恰尔基斯,凡人则唤其为库敏迪斯,” 你难道认为对于同一只鸟,称其为恰尔基斯比称其为库敏迪斯正确得多,这门学问是微不足道的吗?
ἢ τὴν Βατίειάν τε καὶ Μυρίνην, καὶ ἄλλα πολλὰ καὶ τούτου τοῦ ποιητοῦ καὶ ἄλλων;
或者是关于巴提亚和米里内, ¦392b 以及这位诗人和其他诗人的许多其他名字?
ἀλλὰ ταῦτα μὲν ἴσως μείζω ἐστὶν ἢ κατʼ ἐμὲ καὶ σὲ ἐξευρεῖν·
但这些事情对于我和你来说,也许太重大而无法发现。
ὁ δὲ Σκαμάνδριός τε καὶ ὁ Ἀστυάναξ ἀνθρωπινώτερον διασκέψασθαι, ὡς ἐμοὶ δοκεῖ, καὶ ῥᾷον, ἅ φησιν ὀνόματα εἶναι τῷ τοῦ Ἕκτορος ὑεῖ, τίνα ποτὲ λέγει τὴν ὀρθότητα αὐτῶν.
但在我看来,考察“斯卡曼德里奥斯”和“阿斯提阿纳克斯”则更合乎人情,也更容易,荷马说这两个名字属于赫克托耳的儿子,去看看他说的这些名字的正确性到底是什么。
οἶσθα γὰρ δήπου ταῦτα τὰ ἔπη ἐν οἷς ἔνεστιν ἃ ἐγὼ λέγω.
因为你大概知道那些包含了我所说内容的诗句吧。
ΕΡΜ. πάνυ γε.
赫尔墨革涅斯:当然。
ΣΩ. πότερον οὖν οἴει Ὅμηρον ὀρθότερον ἡγεῖσθαι τῶν ὀνομάτων κεῖσθαι τῷ παιδί, τὸν Ἀστυάνακτα ἢ τὸν Σκαμάνδριον ;
苏格拉底:那么,你认为荷马觉得给这个孩子起哪一个名字更正确呢? “阿斯提阿纳克斯” 还是 “斯卡曼德里奥斯”?
ΕΡΜ. οὐκ ἔχω λέγειν. ΣΩ. ὧδε δὴ σκόπει.
¦392c 赫尔墨革涅斯:我说不上来。
εἴ τις ἔροιτό σε πότερον οἴει ὀρθότερον καλεῖν τὰ ὀνόματα τοὺς φρονιμωτέρους ἢ τοὺς ἀφρονεστέρους;
苏格拉底:那就这样考虑吧。
ΕΡΜ. δῆλον δὴ ὅτι τοὺς φρονιμωτέρους, φαίην ἄν.
如果有人问你,你认为更聪明的人给名字制定得更正确,还是更愚蠢的人呢?
ΣΩ. πότερον οὖν αἱ γυναῖκες ἐν ταῖς πόλεσιν φρονιμώτεραί σοι δοκοῦσιν εἶναι ἢ οἱ ἄνδρες, ὡς τὸ ὅλον εἰπεῖν γένος;
赫尔墨革涅斯:显而易见,我会说是更聪明的人。
ΕΡΜ. οἱ ἄνδρες.
苏格拉底:那么,就整个性别而言,在你看来,城邦中的女性更聪明,还是男性呢?
ΣΩ. οὐκοῦν οἶσθα ὅτι Ὅμηρος τὸ παιδίον τὸ τοῦ Ἕκτορος ὑπὸ τῶν Τρώων φησὶν καλεῖσθαι Ἀστυάνακτα, Σκαμάνδριον δὲ δῆλον ὅτι ὑπὸ τῶν γυναικῶν, ἐπειδὴ οἵ γε ἄνδρες αὐτὸν Ἀστυάνακτα ἐκάλουν;
赫尔墨革涅斯:男性。
ΕΡΜ. ἔοικέ γε.
苏格拉底:那么,你知道荷马说赫克托耳的那个小孩子 ¦392d 被特洛伊人称为阿斯提阿纳克斯,而显然被女性称为斯卡曼德里奥斯,因为男人们称他为阿斯提阿纳克斯吗?
ΣΩ. οὐκοῦν καὶ Ὅμηρος τοὺς Τρῶας σοφωτέρους ἡγεῖτο ἢ τὰς γυναῖκας αὐτῶν;
赫尔墨革涅斯:似乎是的。
ΕΡΜ. οἶμαι ἔγωγε.
苏格拉底:那么,荷马也认为特洛伊人比他们的女性更聪明吗?
ΣΩ. τὸν Ἀστυάνακτα ἄρα ὀρθότερον ᾤετο κεῖσθαι τῷ παιδὶ ἢ τὸν Σκαμάνδριον ;
赫尔墨革涅斯:我想是的。
ΕΡΜ. φαίνεται.
苏格拉底:那么,他认为“阿斯提阿纳克斯”给孩子起得比“斯卡曼德里奥斯”更正确吗?
ΣΩ. σκοπῶμεν δὴ διὰ τί ποτε.
赫尔墨革涅斯:看起来是这样。
ἢ αὐτὸς ἡμῖν κάλλιστα ὑφηγεῖται τὸ διότι;
苏格拉底:那么让我们考虑一下这到底是为什么。
φησὶν γάρ— " οἶος γάρ σφιν ἔρυτο πόλιν καὶ τείχεα μακρά.
难道不是他自己向我们最美妙地暗示了原因吗?
" διὰ ταῦτα δή, ὡς ἔοικεν, ὀρθῶς ἔχει καλεῖν τὸν τοῦ σωτῆρος ὑὸν Ἀστυάνακτα τούτου ὃ ἔσῳζεν ὁ πατὴρ αὐτοῦ, ὥς φησιν Ὅμηρος.
因为他说: ¦392e “因为唯有他为他们守护着城市和长城。 ” 正因如此,正如所见,正如荷马所说,根据他的父亲所守护的东西,把这位救助者的儿子称为“阿斯提阿纳克斯”(城邦之主)是正确的。
ΕΡΜ. φαίνεταί μοι.
赫尔墨革涅斯:在我看来是这样。
ΣΩ. τί δή ποτε;
苏格拉底:这到底是为什么呢?
οὐ γάρ πω οὐδʼ αὐτὸς ἔγωγε μανθάνω·
因为连我自己都还没有理解。
ὦ Ἑρμόγενες, σὺ δὲ μανθάνεις;
赫尔墨革涅斯,你理解了吗?
ΕΡΜ. μὰ Δίʼ οὐκ ἔγωγε.
赫尔墨革涅斯:凭宙斯起誓,我也不理解。

词汇与语法注释

  1. 391aἂν μᾶλλον πιθέσθαι — 不定词 `πιθέσθαι`(`πείθομαι` 的不定过去时)与助词 `ἄν` 连用,表示潜在祈愿式(`πιθοίμην ἄν` “我可能会信服”),作为条件从句 `εἴ μοι δείξειας`(潜在祈愿式)的结句。由于受主句动词 `δοκῶ`(“我觉得自己……”)的支配,该潜在祈愿式转化为了不定式结构。
  2. 391bτοσοῦτον μὲν ἤδη φαίνεται — 此处的 `φαίνεται` 并非无人称用法,而是以 `τὸ ὄνομα`(伴随分词 `ἔχον`)为主语,并以 `εἶναι` 作为补足不定词的结构。可理解为:“名字由于自然而具有某种正确性这一事实,对我们而言已变得显而易见”。
  3. 392eτούτου ὃ ἔσῳζεν ὁ πατὴρ αὐτοῦ — 中性属格代词 `τούτου` 作为关系代词 `ὅ` 的先行词。此属格表示起源、由来或关联,用以说明所起的名字(`Ἀστυάνακτα` “城邦之主”)源自“其父亲所守护的东西”(即“城邦” `ἄστυ`)。

引用这一段

柏拉图, 克拉底鲁篇 §391-392. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg005.humanitext-grc2:391-392

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。