← プラトン

クラテュロス

§391-392

ホメロスにおける神々と人間の命名の相違

ヘルモゲネスから名前の自然な正しさの具体例を求められたソクラテスは、高名なソフィストの説を皮肉交じりに紹介した後、ホメロスの詩を引用して、神々と人間による名前の使い分けや、ヘクトルの息子の名前の妥当性を論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§391

ΕΡΜ. οὐκ ἔχω, ὦ Σώκρατες, ὅπως χρὴ πρὸς ἃ λέγεις ἐναντιοῦσθαι. ἴσως μέντοι οὐ ῥᾴδιόν ἐστιν οὕτως ἐξαίφνης πεισθῆναι, ἀλλὰ δοκῶ μοι ὧδε ἂν μᾶλλον πιθέσθαι1 σοι, εἴ μοι δείξειας ἥντινα φῂς εἶναι τὴν φύσει ὀρθότητα ὀνόματος. ΣΩ. ἐγὼ μέν, ὦ μακάριε Ἑρμόγενες, οὐδεμίαν λέγω, ἀλλʼ ἐπελάθου γε ὧν ὀλίγον πρότερον ἔλεγον, ὅτι οὐκ εἰδείην ἀλλὰ σκεψοίμην μετὰ σοῦ. νῦν δὲ σκοπουμένοις ἡμῖν, ἐμοί τε καὶ σοί, τοσοῦτον μὲν ἤδη φαίνεται2 παρὰ τὰ πρότερα, φύσει τέ τινα ὀρθότητα ἔχον εἶναι τὸ ὄνομα καὶ οὐ παντὸς ἀνδρὸς ἐπίστασθαι αὐτὸ πράγματι ὁτῳοῦν θέσθαι· ἢ οὔ; ΕΡΜ. πάνυ γε. ΣΩ. οὐκοῦν τὸ μετὰ τοῦτο χρὴ ζητεῖν, εἴπερ ἐπιθυμεῖς εἰδέναι, ἥτις ποτʼ αὖ ἐστιν αὐτοῦ ἡ ὀρθότης. ΕΡΜ. ἀλλὰ μὴν ἐπιθυμῶ γε εἰδέναι. ΣΩ. σκόπει τοίνυν. ΕΡΜ. πῶς οὖν χρὴ σκοπεῖν; ΣΩ. ὀρθοτάτη μὲν τῆς σκέψεως, ὦ ἑταῖρε, μετὰ τῶν ἐπισταμένων, χρήματα ἐκείνοις τελοῦντα καὶ χάριτας κατατιθέμενον. εἰσὶ δὲ οὗτοι οἱ σοφισταί, οἷσπερ καὶ ὁ ἀδελφός σου Καλλίας πολλὰ τελέσας χρήματα σοφὸς δοκεῖ εἶναι. ἐπειδὴ δὲ οὐκ ἐγκρατὴς εἶ τῶν πατρῴων, λιπαρεῖν χρὴ τὸν ἀδελφὸν καὶ δεῖσθαι αὐτοῦ διδάξαι σε τὴν ὀρθότητα περὶ τῶν τοιούτων ἣν ἔμαθεν παρὰ Πρωταγόρου. ΕΡΜ. ἄτοπος μεντἂν εἴη μου, ὦ Σώκρατες, ἡ δέησις, εἰ τὴν μὲν ἀλήθειαν τὴν Πρωταγόρου ὅλως οὐκ ἀποδέχομαι, τὰ δὲ τῇ τοιαύτῃ ἀληθείᾳ ῥηθέντα ἀγαπῴην ὥς του ἄξια. ΣΩ. ἀλλʼ εἰ μὴ αὖ σε ταῦτα ἀρέσκει, παρʼ Ὁμήρου χρὴ μανθάνειν καὶ παρὰ τῶν ἄλλων ποιητῶν. ΕΡΜ. καὶ τί λέγει, ὦ Σώκρατες, Ὅμηρος περὶ ὀνομάτων, καὶ ποῦ; ΣΩ. πολλαχοῦ· μέγιστα δὲ καὶ κάλλιστα ἐν οἷς διορίζει ἐπὶ τοῖς αὐτοῖς ἅ τε οἱ ἄνθρωποι ὀνόματα καλοῦσι καὶ οἱ θεοί. ἢ οὐκ οἴει αὐτὸν μέγα τι καὶ θαυμάσιον λέγειν ἐν τούτοις περὶ ὀνομάτων ὀρθότητος; δῆλον γὰρ δὴ ὅτι οἵ γε θεοὶ αὐτὰ καλοῦσιν πρὸς ὀρθότητα ἅπερ ἔστι φύσει ὀνόματα· ἢ σὺ οὐκ οἴει; ΕΡΜ. εὖ οἶδα μὲν οὖν ἔγωγε, εἴπερ καλοῦσιν, ὅτι ὀρθῶς καλοῦσιν. ἀλλὰ ποῖα ταῦτα λέγεις; ΣΩ. οὐκ οἶσθα ὅτι περὶ τοῦ ποταμοῦ τοῦ ἐν τῇ Τροίᾳ, ὃς ἐμονομάχει τῷ Ἡφαίστῳ, ὃν Ξάνθον, φησί, καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον; ΕΡΜ. ἔγωγε.

ヘルモゲネス:ソクラテスよ、君の言うことにどのように反論すべきか、私にはわかりません。しかしながら、おそらくこのように突然納得するのは容易なことではないでしょう。むしろ、もし君が、名前の自然な正しさとはいかなるものだと主張するのかを私に示してくれるなら、私はこのようにして、より君に納得するように思われます。 ソクラテス:祝福されたヘルモゲネスよ、私は何一つ主張してはいないのだ。それどころか、君は私が少し前に言ったこと、すなわち私は知らず、ただ君と一緒に探求するつもりだということを忘れてしまったのだね。しかし今、私たち、私と君が探求している中で、以前の議論に比べて、すでにこれほどのことが明らかになっている。すなわち、名前は自然に従ったある種の正しさを持っており、また、だれにでも任意の事物に対してそれを名付ける知識があるわけではないということだ。そうではないかね。 ヘルモゲネス:全くその通りです。 ソクラテス:それなら、もし君が知りたいと願うなら、次に探求すべきは、今度はその正しさとは一体何であるかということだね。 ヘルモゲネス:ええ、実に知りたいと思います。 ソクラテス:それでは、考えたまえ。 ヘルモゲネス:では、どのように考えるべきでしょうか。 ソクラテス:友よ、最も正しい探求の仕方は、知っている者たちと共に、彼らにお金を支払い、また恩義を施しつつ行うことだ。そして、彼らとはソフィストたちのことであり、君の兄カリアスも多額のお金を支払って、知者であると思われているのだ。しかし、君は父の遺産を自由に使える立場にないのだから、兄に熱心に頼み込み、プロタゴラスから学んだこのような事柄に関する正しさを自分に教えてくれるよう懇願しなければならない。 ヘルモゲネス:ソクラテスよ、もし私がプロタゴラスの『真理』を全く受け入れない一方で、そのような『真理』に基づいて語られた事柄を、価値あるものとして喜んで受け入れるとしたら、私の懇願は奇妙なものになるでしょう。 ソクラテス:しかし、もし今度はそれらが君を満足させないのなら、ホメロスや他の詩人たちから学ぶべきだね。 ヘルモゲネス:ソクラテスよ、ホメロスは名前について何を、どこで言っているのですか。 ソクラテス:多くの場所でだ。しかし、最も重要で最も見事なのは、同じものに対して人間が呼ぶ名前と神々が呼ぶ名前を彼が区別している箇所だ。あるいは、君は彼がそれらの箇所で、名前の正しさについて何か重大で驚くべきことを語っているとは思わないかね。なぜなら、神々は明らかに、本来本性上名前であるところのまさにそのものに従って、正しくそれらを呼んでいるのだから。それとも、君はそう思わないかね。 ヘルモゲネス:もし彼らが呼んでいるのなら、正しく呼んでいるということは、私も十分に知っています。しかし、君はどのようなものを言っているのですか。 ソクラテス:トロイアにある、ヘパイストスと一騎打ちをしたあの川について、彼がこのように言っているのを知らないかね。 「神々はクサントスと呼び、人間はスカマンドロスと呼ぶ」と。 ヘルモゲネス:知っています。

§392

ΣΩ. τί οὖν δή; οὐκ οἴει τοῦτο σεμνόν τι εἶναι γνῶναι, ὅπῃ ποτὲ ὀρθῶς ἔχει ἐκεῖνον τὸν ποταμὸν Ξάνθον καλεῖν μᾶλλον ἢ Σκάμανδρον; εἰ δὲ βούλει, περὶ τῆς ὄρνιθος ἣν λέγει ὅτι— "χαλκίδα κικλῄσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν," φαῦλον ἡγῇ τὸ μάθημα ὅσῳ ὀρθότερόν ἐστι καλεῖσθαι χαλκὶς κυμίνδιδος τῷ αὐτῷ ὀρνέῳ; ἢ τὴν Βατίειάν τε καὶ Μυρίνην, καὶ ἄλλα πολλὰ καὶ τούτου τοῦ ποιητοῦ καὶ ἄλλων; ἀλλὰ ταῦτα μὲν ἴσως μείζω ἐστὶν ἢ κατʼ ἐμὲ καὶ σὲ ἐξευρεῖν· ὁ δὲ Σκαμάνδριός τε καὶ ὁ Ἀστυάναξ ἀνθρωπινώτερον διασκέψασθαι, ὡς ἐμοὶ δοκεῖ, καὶ ῥᾷον, ἅ φησιν ὀνόματα εἶναι τῷ τοῦ Ἕκτορος ὑεῖ, τίνα ποτὲ λέγει τὴν ὀρθότητα αὐτῶν. οἶσθα γὰρ δήπου ταῦτα τὰ ἔπη ἐν οἷς ἔνεστιν ἃ ἐγὼ λέγω. ΕΡΜ. πάνυ γε. ΣΩ. πότερον οὖν οἴει Ὅμηρον ὀρθότερον ἡγεῖσθαι τῶν ὀνομάτων κεῖσθαι τῷ παιδί, τὸν Ἀστυάνακτα ἢ τὸν Σκαμάνδριον; ΕΡΜ. οὐκ ἔχω λέγειν. ΣΩ. ὧδε δὴ σκόπει. εἴ τις ἔροιτό σε πότερον οἴει ὀρθότερον καλεῖν τὰ ὀνόματα τοὺς φρονιμωτέρους ἢ τοὺς ἀφρονεστέρους; ΕΡΜ. δῆλον δὴ ὅτι τοὺς φρονιμωτέρους, φαίην ἄν. ΣΩ. πότερον οὖν αἱ γυναῖκες ἐν ταῖς πόλεσιν φρονιμώτεραί σοι δοκοῦσιν εἶναι ἢ οἱ ἄνδρες, ὡς τὸ ὅλον εἰπεῖν γένος; ΕΡΜ. οἱ ἄνδρες. ΣΩ. οὐκοῦν οἶσθα ὅτι Ὅμηρος τὸ παιδίον τὸ τοῦ Ἕκτορος ὑπὸ τῶν Τρώων φησὶν καλεῖσθαι Ἀστυάνακτα, Σκαμάνδριον δὲ δῆλον ὅτι ὑπὸ τῶν γυναικῶν, ἐπειδὴ οἵ γε ἄνδρες αὐτὸν Ἀστυάνακτα ἐκάλουν; ΕΡΜ. ἔοικέ γε. ΣΩ. οὐκοῦν καὶ Ὅμηρος τοὺς Τρῶας σοφωτέρους ἡγεῖτο ἢ τὰς γυναῖκας αὐτῶν; ΕΡΜ. οἶμαι ἔγωγε. ΣΩ. τὸν Ἀστυάνακτα ἄρα ὀρθότερον ᾤετο κεῖσθαι τῷ παιδὶ ἢ τὸν Σκαμάνδριον; ΕΡΜ. φαίνεται. ΣΩ. σκοπῶμεν δὴ διὰ τί ποτε. ἢ αὐτὸς ἡμῖν κάλλιστα ὑφηγεῖται τὸ διότι; φησὶν γάρ— "οἶος γάρ σφιν ἔρυτο πόλιν καὶ τείχεα μακρά." διὰ ταῦτα δή, ὡς ἔοικεν, ὀρθῶς ἔχει καλεῖν τὸν τοῦ σωτῆρος ὑὸν Ἀστυάνακτα τούτου ὃ ἔσῳζεν ὁ πατὴρ αὐτοῦ,3 ὥς φησιν Ὅμηρος. ΕΡΜ. φαίνεταί μοι. ΣΩ. τί δή ποτε; οὐ γάρ πω οὐδʼ αὐτὸς ἔγωγε μανθάνω· ὦ Ἑρμόγενες, σὺ δὲ μανθάνεις; ΕΡΜ. μὰ Δίʼ οὐκ ἔγωγε.

ソクラテス:それではどうだろう。あの川をスカマンドロスではなくクサントスと呼ぶことが、一体どのように正しいのかを知ることは、何か崇高なことだとは思わないかね。あるいは望むなら、彼が次のように言う鳥について、「神々はカルキスと呼び、人間はキュミンディスと呼ぶ」同じ鳥に対して、キュミンディスと呼ばれるよりもカルキスと呼ばれる方がいかに正しいかという学びは、取るに足らないものだと思うかね。あるいは、バティエイアとミュリネについて、また、この詩人や他の詩人たちの他の多くの例についても同様にそう思うかね。しかし、これらのことはおそらく、私や君が解き明かすには大きすぎる。だが、ヘクトルの息子に対して彼が名前であると言う「スカマンドリオス」と「アストゥアナクス」について、それらの正しさが一体何であると彼が言っているのかを、より人間に適した方法で、かつ、より容易に考察することができる、と私には思われる。君は、私が言っていることが含まれている、あの詩句を確かに知っているだろう。 ヘルモゲネス:その通りです。 ソクラテス:それでは、ホメロスはその子供に対して、「アストゥアナクス」と「スカマンドリオス」のどちらの名前がより正しく与えられていると考えていたと思うかね。 ヘルモゲネス:私には分かりません。 ソクラテス:では、このように考えてみよ。もし誰かが君に、より思慮深い人々が名前を正しく名付けると思うか、それともより愚かな人々だと思うか、と尋ねたとしたら。 ヘルモゲネス:明らかに、より思慮深い人々である、と私は言うでしょう。 ソクラテス:それでは、全体としてその性を言うならば、諸都市において女性たちの方が君には思慮深いと思われるかね、それとも男性たちかね。 ヘルモゲネス:男性たちです。 ソクラテス:それなら、ホメロスはヘクトルの幼い息子がトロイアの人々によってアストゥアナクスと呼ばれ、明らかに女性たちによってはスカマンドリオスと呼ばれている、と言っているのを知っているだろう。男たちが彼をアストゥアナクスと呼んでいたのだから。 ヘルモゲネス:そのようですね。 ソクラテス:それなら、ホメロスもまた、トロイアの男たちを彼らの妻たちよりも賢いと考えていたのではないかね。 ヘルモゲネス:そう思います。 ソクラテス:それなら、彼はその子供に対して「アストゥアナクス」の方が「スカマンドリオス」よりも正しく与えられていると考えていたのだね。 ヘルモゲネス:そのように見えます。 ソクラテス:では、一体なぜなのかを考えてみよう。あるいは、彼自身がその理由を最も見事に指し示してくれているのではないかね。なぜなら、彼はこう言っているからだ。 「彼だけが、彼らのために都市と長い城壁を守っていたからである」と。 まさにそれゆえに、どうやら、救済者の息子を、ホメロスが言うように彼の父親が救っていたものにちなんでアストゥアナクスと呼ぶことは正しいのだ。 ヘルモゲネス:そのように思えます。 ソクラテス:一体なぜかね。私自身、まだ全く理解できていないのだ。ヘルモゲネスよ、君にはわかるかね。 ヘルモゲネス:いいえ、私にもわかりません。

構文注3 件
  1. 391aἂν μᾶλλον πιθέσθαι

    不定詞 πιθέσθαι(πείθομαι のアオリスト)に小辞 ἄν が伴うことで、条件節 εἴ μοι δείξειας(潜在の希求法)に対する帰結節としての潜在の希求法(πιθοίμην ἄν「納得するだろう」)が、主動詞 δοκῶ(「自分では〜のように思う」)の補文として不定詞化したものである。

  2. 391aτοσοῦτον μὲν ἤδη φαίνεται

    非人称の φαίνεται ではなく、τὸ ὄνομα(分詞 ἔχον を伴う)を主語とし、εἶναι を補語とする構文。「名前が…であるということが(私たちに)明らかになっている」と解釈され、不定詞 εἶναι は φύσει τέ τινα ὀρθότητα ἔχον に伴い、存在を強調している。

  3. 392eτούτου ὃ ἔσῳζεν ὁ πατὴρ αὐτοῦ

    τούτου は関係代名詞 ὅ の先行詞となる中性属格名詞(指示代名詞)。この属格は起源・由来(あるいは関係)を表し、呼称(Ἀστυάνακτα「都市の支配者」)が何にちなんで名付けられたか(=「父親が救っていたもの」、すなわち「都市」ἄστυ)を説明している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0059.tlg005.humanitext-grc2:391-392