§393ΣΩ. ἀλλʼ ἆρα, ὠγαθέ, καὶ τῷ Ἕκτορι αὐτὸς ἔθετο τὸ ὄνομα Ὅμηρος;
苏格拉底:但是,我的好朋友,难道荷马自己也给赫克托耳起了这个名字吗?
ΕΡΜ. τί δή;
赫尔墨革涅斯:为什么这么说?
ΣΩ. ὅτι μοι δοκεῖ καὶ τοῦτο παραπλήσιόν τι εἶναι τῷ Ἀστυάνακτι, καὶ ἔοικεν Ἑλληνικοῖς ταῦτα.
苏格拉底:因为在我看来,这个名字也与“阿斯提阿纳克斯”非常相似,而且这些看起来像希腊语的名字。
ὁ γὰρ
ἄναξ
καὶ ὁ
Ἕκτωρ
σχεδόν τι ταὐτὸν σημαίνει, βασιλικὰ ἀμφότερα εἶναι τὰ ὀνόματα·
因为“阿纳克斯(王/支配者)”和“赫克托耳(保持者)”几乎意味着相同的事情,这两个都是具有王室色彩的名字。
οὗ γὰρ ἄν τις
ἄναξ
ᾖ, καὶ
Ἕκτωρ
δήπου ἐστὶν τούτου· δῆλον γὰρ ὅτι κρατεῖ τε αὐτοῦ καὶ κέκτηται καὶ ἔχει αὐτό.
因为无论一个人是何物的“阿纳克斯”,他当然也是此物的“赫克托耳”;因为显而易见,他统治着并且拥有并保持着它。
ἢ οὐδέν σοι δοκῶ λέγειν, ἀλλὰ λανθάνω καὶ ἐμαυτὸν οἰόμενός τινος ὥσπερ ἴχνους ἐφάπτεσθαι τῆς Ὁμήρου δόξης περὶ ὀνομάτων ὀρθότητος;
或者,你认为我是在无理取闹吗? 难道我是在不知不觉中自欺欺人,以为自己正触摸到了荷马关于名字正确性观点的某种足迹吗?
ΕΡΜ. μὰ Δίʼ οὐ σύ γε, ὡς ἐμοὶ δοκεῖς, ἀλλὰ ἴσως τοῦ ἐφάπτῃ.
赫尔墨革涅斯:凭宙斯起誓,在我看来你绝非如此,而是或许你确实触摸到了它。
ΣΩ. δίκαιόν γέ τοί ἐστιν, ὡς ἐμοὶ φαίνεται, τὸν λέοντος ἔκγονον λέοντα καλεῖν καὶ τὸν ἵππου ἔκγονον ἵππον.
苏格拉底:在我看来,把狮子的后代称为狮子,把马的后代称为马,这确实是合乎正义的。
οὔ τι λέγω ἐὰν ὥσπερ τέρας γένηται ἐξ ἵππου ἄλλο τι ἢ ἵππος, ἀλλʼ οὗ ἂν ᾖ τοῦ γένους ἔκγονον τὴν φύσιν, τοῦτο λέγω·
我并不是说如果马生出了像怪物一样的其他东西而不是马,而是指按自然本性而言,其后代属于该属的情况。
ἐὰν βοὸς ἔκγονον φύσει ἵππος παρὰ φύσιν τέκῃ μόσχον, οὐ πῶλον κλητέον ἀλλὰ μόσχον·
因为如果一匹马反自然地生下了一只本性上属于牛的后代——牛犊,那它就不应被称为牛犊,而应当被称为牛犊。
οὐδʼ ἂν ἐξ ἀνθρώπου οἶμαι μὴ τὸ ἀνθρώπου ἔκγονον γένηται, τὸ ἔκγονον ἄνθρωπος κλητέος·
我认为,除非从人那里生出的不是人的后代,否则该后代就应当被称为人。
καὶ τὰ δένδρα ὡσαύτως καὶ τἆλλα ἅπαντα·
树木也是如此,其他所有事物都是如此。
ἢ οὐ συνδοκεῖ;
难道你不同意吗?
ΕΡΜ. συνδοκεῖ.
赫尔墨革涅斯:我同意。
ΣΩ. καλῶς λέγεις·
苏格拉底:说得好。
φύλαττε γάρ με μή πῃ παρακρούσωμαί σε.
你要盯着我,免得我在哪里欺骗了你。
κατὰ γὰρ τὸν αὐτὸν λόγον κἂν ἐκ βασιλέως γίγνηταί τι ἔκγονον, βασιλεὺς κλητέος·
因为根据相同的道理,如果从国王那里生下了任何后代,那它也必须被称为国王。
εἰ δὲ ἐν ἑτέραις συλλαβαῖς ἢ ἐν ἑτέραις τὸ αὐτὸ σημαίνει, οὐδὲν πρᾶγμα· οὐδʼ εἰ πρόσκειταί τι γράμμα ἢ ἀφῄρηται, οὐδὲν οὐδὲ τοῦτο, ἕως ἂν ἐγκρατὴς ᾖ ἡ οὐσία τοῦ πράγματος δηλουμένη ἐν τῷ ὀνόματι.
如果它在不同的音节中意味着相同的内容,这也没关系;甚至如果添加或删除了某个字母,这也算不得什么,只要在名字中显现出来的事物的本质起主导作用即可。
ΕΡΜ. πῶς τοῦτο λέγεις;
赫尔墨革涅斯:这是什么意思?
ΣΩ. οὐδὲν ποικίλον, ἀλλʼ ὥσπερ τῶν στοιχείων οἶσθα ὅτι ὀνόματα λέγομεν ἀλλʼ οὐκ αὐτὰ τὰ στοιχεῖα, πλὴν τεττάρων, τοῦ Ε καὶ τοῦ Υ καὶ τοῦ Ο καὶ τοῦ Ω·
苏格拉底:这没什么复杂的,就像对于字母表中的字母,你知道我们称呼的是它们的名字,而不是字母本身,只有四个例外:E、Y、O 和 Ω。
τοῖς δʼ ἄλλοις φωνήεσί τε καὶ ἀφώνοις οἶσθα ὅτι περιτιθέντες ἄλλα γράμματα λέγομεν, ὀνόματα ποιοῦντες·
但对于其他母音和子音,你知道我们通过附加其他字母来称呼它们,从而制成了它们的名字。
ἀλλʼ ἕως ἂν αὐτοῦ δηλουμένην τὴν δύναμιν ἐντιθῶμεν, ὀρθῶς ἔχει ἐκεῖνο τὸ ὄνομα καλεῖν ὃ αὐτὸ ἡμῖν δηλώσει.
然而,只要我们在其中放入了能体现该字母本身力量(音值)的东西,那么用那个向我们表明该字母的名字来称呼它就是正确的。
οἷον τὸ
βῆτα
· ὁρᾷς ὅτι τοῦ ἦτα καὶ τοῦ ταῦ καὶ τοῦ ἄλφα προστεθέντων οὐδὲν ἐλύπησεν, ὥστε μὴ οὐχὶ τὴν ἐκείνου τοῦ στοιχείου φύσιν δηλῶσαι ὅλῳ τῷ ὀνόματι οὗ ἐβούλετο ὁ νομοθέτης·
例如“贝塔”;你看到,虽然加上了伊塔(eta)、塔乌(tau)和阿尔法(alpha),但完全没有妨碍这整个名字表明该字母的本性,正如立法者所期望的那样。
οὕτως ἠπιστήθη καλῶς θέσθαι τοῖς γράμμασι τὰ ὀνόματα.
通过这种方式,人们很好地掌握了如何给字母制定名字。
ΕΡΜ. ἀληθῆ μοι δοκεῖς λέγειν.
赫尔墨革涅斯:我觉得你说得对。