§389ΣΩ. οὐκ ἄρα παντὸς ἀνδρός, ὦ Ἑρμόγενες, ὄνομα θέσθαι ἀλλά τινος ὀνοματουργοῦ·
苏格拉底:那么,赫尔墨革涅斯,制定名字绝非任何人的工作,而是某种名字制作者的工作。
οὗτος δʼ ἐστίν, ὡς ἔοικεν, ὁ νομοθέτης, ὃς δὴ τῶν δημιουργῶν σπανιώτατος ἐν ἀνθρώποις γίγνεται.
而此人,正如所见,就是立法者,他确实是人类中最罕见的工匠。
ΕΡΜ. ἔοικεν.
赫尔墨革涅斯:似乎是的。
ΣΩ. ἴθι δή, ἐπίσκεψαι ποῖ βλέπων ὁ νομοθέτης τὰ ὀνόματα τίθεται·
苏格拉底:且慢,请考虑立法者在制定名字时是看着什么的。
ἐκ τῶν ἔμπροσθεν δὲ ἀνάσκεψαι.
根据前面的讨论来重新审视一下。
ποῖ βλέπων ὁ τέκτων τὴν κερκίδα ποιεῖ;
木匠在制作杼的时候是看着什么的?
ἆρʼ οὐ πρὸς τοιοῦτόν τι ὃ ἐπεφύκει κερκίζειν;
难道不是看着某种天生适合织布的东西吗?
ΕΡΜ. πάνυ γε.
赫尔墨革涅斯:当然。
ΣΩ. τί δέ; ἂν καταγῇ αὐτῷ ἡ κερκὶς ποιοῦντι, πότερον πάλιν ποιήσει ἄλλην πρὸς τὴν κατεαγυῖαν βλέπων, ἢ πρὸς ἐκεῖνο τὸ εἶδος πρὸς ὅπερ καὶ ἣν κατέαξεν ἐποίει;
苏格拉底:那么,如果他在制作时把杼弄断了,他是会看着那只断掉的杼再做一个,还是会看着他制作那只断杼时所依据的那个形体呢?
ΕΡΜ. πρὸς ἐκεῖνο, ἔμοιγε δοκεῖ.
赫尔墨革涅斯:在我看来,是看着那个形体。
ΣΩ. οὐκοῦν ἐκεῖνο δικαιότατʼ ἂν αὐτὸ ὃ ἔστιν κερκὶς καλέσαιμεν;
苏格拉底:那么,我们难道不应该最合理地把那个形体本身称为“杼本身”吗?
ΕΡΜ. ἔμοιγε δοκεῖ.
赫尔墨革涅斯:在我看来是这样的。
ΣΩ. οὐκοῦν ἐπειδὰν δέῃ λεπτῷ ἱματίῳ ἢ παχεῖ ἢ λινῷ ἢ ἐρεῷ ἢ ὁποιῳοῦν τινι κερκίδα ποιεῖν, πάσας μὲν δεῖ τὸ τῆς κερκίδος ἔχειν εἶδος, οἵα δʼ ἑκάστῳ καλλίστη ἐπεφύκει, ταύτην ἀποδιδόναι τὴν φύσιν εἰς τὸ ἔργον ἕκαστον;
苏格拉底:那么,当需要为细衣、厚衣、麻衣、毛衣或任何其他衣服制作杼时,虽然所有的杼都必须具有杼的形体,但不管什么样的本性对每种衣服最为合适,他都必须将这种本性赋予到每一件具体的工作成果中,不是吗?
ΕΡΜ. ναί.
赫尔墨革涅斯:是的。
ΣΩ. καὶ περὶ τῶν ἄλλων δὴ ὀργάνων ὁ αὐτὸς τρόπος· τὸ φύσει ἑκάστῳ πεφυκὸς ὄργανον ἐξευρόντα δεῖ ἀποδοῦναι εἰς ἐκεῖνο ἐξ οὗ ἂν ποιῇ, οὐχ οἷον ἂν αὐτὸς βουληθῇ, ἀλλʼ οἷον ἐπεφύκει.
苏格拉底:关于其他工具也是同样的道理:发现每种事物在自然中生来适合的工具后,必须将其赋予在用来制作它的材料中,不是按照制作人自己的意愿,而是按照它天生适合的样子。
τὸ φύσει γὰρ ἑκάστῳ, ὡς ἔοικε, τρύπανον πεφυκὸς εἰς τὸν σίδηρον δεῖ ἐπίστασθαι τιθέναι.
因为人必须懂得如何把天生适合每种事物的钻子形体赋予在铁中。
ΕΡΜ. πάνυ γε.
赫尔墨革涅斯:当然。
ΣΩ. καὶ τὴν φύσει κερκίδα ἑκάστῳ πεφυκυῖαν εἰς ξύλον.
苏格拉底:也懂得把天生适合的杼形体赋予在木头中。
ΕΡΜ. ἔστι ταῦτα.
赫尔墨革涅斯:确实如此。
ΣΩ. φύσει γὰρ ἦν ἑκάστῳ εἴδει ὑφάσματος, ὡς ἔοικεν, ἑκάστη κερκίς, καὶ τἆλλα οὕτως.
苏格拉底:因为正如所见,针对每种织物,天生就有一种最适合的杼,其他工具也是如此。
ΕΡΜ. ναί.
赫尔墨革涅斯:是的。
ΣΩ. ἆρʼ οὖν, ὦ βέλτιστε, καὶ τὸ ἑκάστῳ φύσει πεφυκὸς ὄνομα τὸν νομοθέτην ἐκεῖνον εἰς τοὺς φθόγγους καὶ τὰς συλλαβὰς δεῖ ἐπίστασθαι τιθέναι, καὶ βλέποντα πρὸς αὐτὸ ἐκεῖνο ὃ ἔστιν ὄνομα, πάντα τὰ ὀνόματα ποιεῖν τε καὶ τίθεσθαι, εἰ μέλλει κύριος εἶναι ὀνομάτων θέτης;
苏格拉底:那么,我优秀的年轻朋友,那位立法者难道不也必须懂得如何把天生适合每种事物的名字赋予在声音和音节中吗? 他必须看着“名字本身”那个东西,来制作和制定所有的名字,如果他要成为一个权威的名字制定者的话。
εἰ δὲ μὴ εἰς τὰς αὐτὰς συλλαβὰς ἕκαστος ὁ νομοθέτης τίθησιν, οὐδὲν δεῖ τοῦτο ἀμφιγνοεῖν·
但是,如果每个立法者没有把名字赋予在相同的音节中,我们也不必对此感到困惑。
οὐδὲ γὰρ εἰς τὸν αὐτὸν σίδηρον ἅπας χαλκεὺς τίθησιν, τοῦ αὐτοῦ ἕνεκα ποιῶν τὸ αὐτὸ ὄργανον·
因为并非每一个铁匠都会把形体赋予在相同的铁中,即使他们是为了相同的目的制作相同的工具。
ἀλλʼ ὅμως, ἕως ἂν τὴν αὐτὴν ἰδέαν ἀποδιδῷ, ἐάντε ἐν ἄλλῳ σιδήρῳ, ὅμως ὀρθῶς ἔχει τὸ ὄργανον, ἐάντε ἐνθάδε ἐάντε ἐν βαρβάροις τις ποιῇ.
然而,只要他能再现相同的形体,即使是在不同的铁中,无论是在这里还是在异邦人中制作,这个工具依然是正确的。
ἦ γάρ;
不是吗?
§390ΕΡΜ. πάνυ γε.
赫尔墨革涅斯:当然。
ΣΩ. οὐκοῦν οὕτως ἀξιώσεις καὶ τὸν νομοθέτην τόν τε ἐνθάδε καὶ τὸν ἐν τοῖς βαρβάροις, ἕως ἂν τὸ τοῦ ὀνόματος εἶδος ἀποδιδῷ τὸ προσῆκον ἑκάστῳ ἐν ὁποιαισοῦν συλλαβαῖς, οὐδὲν χείρω νομοθέτην εἶναι τὸν ἐνθάδε ἢ τὸν ὁπουοῦν ἄλλοθι;
苏格拉底:那么,对于在这里和在异邦人中的立法者,你也同样会这样要求:只要他在任何音节中再现了适合该事物的名字形体,在这里的立法者就不会在任何方面逊色于其他任何地方的立法者?
ΕΡΜ. πάνυ γε.
赫尔墨革涅斯:当然。
ΣΩ. τίς οὖν ὁ γνωσόμενος εἰ τὸ προσῆκον εἶδος κερκίδος ἐν ὁποιῳοῦν ξύλῳ κεῖται;
苏格拉底:那么,谁能辨别适合杼的形体是否被置于任何木材之中呢?
ὁ ποιήσας, ὁ τέκτων, ἢ ὁ χρησόμενος ὑφάντης;
是制作它的木匠,还是使用它的织布者?
ΕΡΜ. εἰκὸς μὲν μᾶλλον, ὦ Σώκρατες, τὸν χρησόμενον.
赫尔墨革涅斯:苏格拉底,更有可能是使用它的人。
ΣΩ. τίς οὖν ὁ τῷ τοῦ λυροποιοῦ ἔργῳ χρησόμενος;
苏格拉底:那么,谁是使用竖琴制造者工作成果的人呢?
ἆρʼ οὐχ οὗτος ὃς ἐπίσταιτο ἂν ἐργαζομένῳ κάλλιστα ἐπιστατεῖν καὶ εἰργασμένον γνοίη εἴτʼ εὖ εἴργασται εἴτε μή;
难道不是那个能够最完美地指导制作者,并且能辨别做好的东西是好是坏的人吗?
ΕΡΜ. πάνυ γε.
赫尔墨革涅斯:当然。
ΣΩ. τίς;
苏格拉底:这人是谁?
ΕΡΜ. ὁ κιθαριστής.
赫尔墨革涅斯:是吉他弹奏者。
ΣΩ. τίς δὲ ὁ τῷ τοῦ ναυπηγοῦ;
苏格拉底:那么谁使用造船者的工作成果呢?
ΕΡΜ. κυβερνήτης.
赫尔墨革涅斯:是舵手。
ΣΩ. τίς δὲ τῷ τοῦ νομοθέτου ἔργῳ ἐπιστατήσειέ τʼ ἂν κάλλιστα καὶ εἰργασμένον κρίνειε καὶ ἐνθάδε καὶ ἐν τοῖς βαρβάροις;
苏格拉底:那么,谁能最完美地指导立法者的工作,并在本地和异邦人中判定做好的名字呢?
ἆρʼ οὐχ ὅσπερ χρήσεται;
难道不是使用它的人吗?
ΕΡΜ. ναί.
赫尔墨革涅斯:是的。
ΣΩ. ἆρʼ οὖν οὐχ ὁ ἐρωτᾶν ἐπιστάμενος οὗτός ἐστιν;
苏格拉底:那么,这不就是懂得提问的人吗?
ΕΡΜ. πάνυ γε.
赫尔墨革涅斯:当然。
ΣΩ. ὁ δὲ αὐτὸς καὶ ἀποκρίνεσθαι;
苏格拉底:而这同一个人也懂得回答,对吗?
ΕΡΜ. ναί.
赫尔墨革涅斯:是的。
ΣΩ. τὸν δὲ ἐρωτᾶν καὶ ἀποκρίνεσθαι ἐπιστάμενον ἄλλο τι σὺ καλεῖς ἢ διαλεκτικόν;
苏格拉底:对于懂得提问和回答的人,除了称其为辩证法家之外,你还会称其为什么吗?
ΕΡΜ. οὔκ, ἀλλὰ τοῦτο.
赫尔墨革涅斯:不会,正是这个称呼。
ΣΩ. τέκτονος μὲν ἄρα ἔργον ἐστὶν ποιῆσαι πηδάλιον ἐπιστατοῦντος κυβερνήτου, εἰ μέλλει καλὸν εἶναι τὸ πηδάλιον.
苏格拉底:因此,如果舵要好,木匠的工作就是在舵手的监督指导下制作它。
ΕΡΜ. φαίνεται.
赫尔墨革涅斯:看起来是这样。
ΣΩ. νομοθέτου δέ γε, ὡς ἔοικεν, ὄνομα, ἐπιστάτην ἔχοντος διαλεκτικὸν ἄνδρα, εἰ μέλλει καλῶς ὀνόματα θήσεσθαι.
苏格拉底:而正如所见,如果名字要被制定得好,立法者的工作就是在辩证法家的监督指导下制定名字。
ΕΡΜ. ἔστι ταῦτα.
赫尔墨革涅斯:确实如此。
ΣΩ. κινδυνεύει ἄρα, ὦ Ἑρμόγενες, εἶναι οὐ φαῦλον, ὡς σὺ οἴει, ἡ τοῦ ὀνόματος θέσις, οὐδὲ φαύλων ἀνδρῶν οὐδὲ τῶν ἐπιτυχόντων.
苏格拉底:因此,赫尔墨革涅斯,制定名字看来并非如你所想是一件轻而易举的事,它既不是平庸之辈能做的,也不是随便什么人能做的。
καὶ Κρατύλος ἀληθῆ λέγει λέγων φύσει τὰ ὀνόματα εἶναι τοῖς πράγμασι, καὶ οὐ πάντα δημιουργὸν ὀνομάτων εἶναι, ἀλλὰ μόνον ἐκεῖνον τὸν ἀποβλέποντα εἰς τὸ τῇ φύσει ὄνομα ὂν ἑκάστῳ καὶ δυνάμενον αὐτοῦ τὸ εἶδος τιθέναι εἴς τε τὰ γράμματα καὶ τὰς συλλαβάς.
克拉底鲁说的是真话:名字天然地属于事物,并不是每一个工匠都是名字的创造者,而只有那能够看着每个事物天然具有的名字,并能把它的形体赋予在字母和音节中的人才是。