Humanitext Reader

柏拉图 · 斐多篇 §89

关于厌恶论证的警告与厌世症的比喻

第 31 段,共 55 段 · 希腊语

内容简介

斐多回忆起苏格拉底如何巧妙地重振了同伴们沮丧的士气。苏格拉底一边抚摸着斐多的头发,一边警告他们不要变成厌恶言论的人(厌学/厌恶论证),并将这种危险比作因缺乏技术地信任人性而产生的厌人症。

§89ΦΑΙΔ. καὶ μήν, ὦ Ἐχέκρατες, πολλάκις θαυμάσας Σωκράτη οὐ πώποτε μᾶλλον ἠγάσθην ἢ τότε παραγενόμενος.
斐多:“事实上,埃克拉底,虽然我经常钦佩苏格拉底,但从来没有像当时在场时那样更加赞赏他。
τὸ μὲν οὖν ἔχειν ὅτι λέγοι ἐκεῖνος ἴσως οὐδὲν ἄτοπον· ἀλλὰ ἔγωγε μάλιστα ἐθαύμασα αὐτοῦ πρῶτον μὲν τοῦτο, ὡς ἡδέως καὶ εὐμενῶς καὶ ἀγαμένως τῶν νεανίσκων τὸν λόγον ἀπεδέξατο, ἔπειτα ἡμῶν ὡς ὀξέως ᾔσθετο ὃ ᾽πεπόνθεμεν ὑπὸ τῶν λόγων, ἔπειτα ὡς εὖ ἡμᾶς ἰάσατο καὶ ὥσπερ πεφευγότας καὶ ἡττημένους ἀνεκαλέσατο καὶ προύτρεψεν πρὸς τὸ παρέπεσθαί τε καὶ συσκοπεῖν τὸν λόγον.
他有话可说也许并无奇特之处;但我最钦佩他的首先是这一点:他多么愉快、温和且赞赏地接受了年轻人们的论点;其次,他多么敏锐地察觉到了我们因这些论点而受到的打击;再者,他多么出色地治愈了我们,并把我们这些仿佛败逃和被击败的人召回,并鼓励我们跟随他一同审视和探究这个论点。
ΕΧ. πῶς δή;
” 埃克拉底:“那是怎么做到的呢?
ΦΑΙΔ. ἐγὼ ἐρῶ.
” 斐多:“我会告诉你的。
ἔτυχον γὰρ ἐν δεξιᾷ αὐτοῦ καθήμενος παρὰ τὴν κλίνην ἐπὶ χαμαιζήλου τινός, ὁ δὲ ἐπὶ πολὺ ὑψηλοτέρου ἢ ἐγώ.
当时我正好坐在他的右边,挨着床的一张矮凳上,而他坐的地方比我高得多。
καταψήσας οὖν μου τὴν κεφαλὴν καὶ συμπιέσας τὰς ἐπὶ τῷ αὐχένι τρίχας — εἰώθει γάρ, ὁπότε τύχοι, παίζειν μου εἰς τὰς τρίχας — Αὔριον δή, ἔφη, ἴσως, ὦ Φαίδων, τὰς καλὰς ταύτας κόμας ἀποκερῇ.
于是,他抚摸着我的头,捏着我脖子上的头发——因为他习惯了在合适的时候玩弄我的头发——他说:‘明天,斐多,也许你就要剪掉这头美丽的秀发了。
ἔοικεν, ἦν δ᾽ ἐγώ, ὦ Σώκρατες.
’‘看来是这样,苏格拉底。 ’我说。
οὔκ, ἄν γε ἐμοὶ πείθῃ.
‘如果你听我的,就不会这样。
ἀλλὰ τί;
’‘那该怎么办呢?
ἦν δ’ ἐγώ.
’我问。
τήμερον, ἔφη, κἀγὼ τὰς ἐμὰς καὶ σὺ ταύτας, ἐάνπερ γε ἡμῖν ὁ λόγος τελευτήσῃ καὶ μὴ δυνώμεθα αὐτὸν ἀναβιώσασθαι.
‘就在今天,’他说,‘如果我们的论点死去了,而我们又无法让它复活,那么我剪掉我的,你也剪掉你的。
καὶ ἔγωγ’ ἄν, εἰ σὺ εἴην καί με διαφεύγοι ὁ λόγος, ἔνορκον ἂν ποιησαίμην ὥσπερ Ἀργεῖοι, μὴ πρότερον κομήσειν, πρὶν ἂν νικήσω ἀναμαχόμενος τὸν Σιμμίου τε καὶ κέβητος λόγον.
如果我是你,而论点真的溜走了,我就会像阿哥斯人那样立下誓言,在重新战斗并战胜西米亚斯和凯贝斯的论点之前,绝不留长发。
ἀλλ᾽, ἦν δ’ ἐγώ, πρὸς δύο λέγεται οὐδ’ ὁ Ἡρακλῆς οἷός τε εἶναι.
’‘但是,’我说,‘俗话说,面对两个人,连赫拉克勒斯也无能为力。
ἀλλὰ καὶ ἐμέ, ἔφη, τὸν Ἰόλεων παρακάλει, ἕως ἔτι φῶς ἐστιν.
’‘那么,’他说,‘趁着还有光亮,把我当作伊奥劳斯召唤吧。
παρακαλῶ τοίνυν, ἔφην, οὐχ ὡς Ἡρακλῆς, ἀλλ’ ὡς Ἰόλεως τὸν Ἡρακλῆ.
’‘那么我召唤你,’我说,‘不是像赫拉克勒斯那样,而是像伊奥劳斯召唤赫拉克勒斯那样。
οὐδὲν διοίσει, ἔφη.
’‘这没有什么不同,’他说。
ἀλλὰ πρῶτον εὐλαβηθῶμέν τι πάθος μὴ πάθωμεν.
‘但首先,让我们警惕,以免遭受某种情感。
τὸ ποῖον;
’‘哪种情感?
ἦν δ’ ἐγώ.
’我问。
μὴ γενώμεθα, ἦ δ’ ὅς, μισόλογοι, ὥσπερ οἱ μισάνθρωποι γιγνόμενοι· ὡς οὐκ ἔστιν, ἔφη, ὅτι ἄν τις μεῖζον τούτου κακὸν πάθοι ἢ λόγους μισήσας.
‘免得我们,’他说,‘变成厌恶言论的人,就像人们变成厌恶人类的人一样;因为,’他说,‘人所能遭受的最大痛苦,莫过于厌恶言论了。
γίγνεται δὲ ἐκ τοῦ αὐτοῦ τρόπου μισολογία τε καὶ μισανθρωπία.
厌恶言论和厌恶人类是以同样的方式产生的。
ἥ τε γὰρ μισανθρωπία ἐνδύεται ἐκ τοῦ σφόδρα τινὶ πιστεῦσαι ἄνευ τέχνης, καὶ ἡγήσασθαι παντάπασί γε ἀληθῆ εἶναι καὶ ὑγιῆ καὶ πιστὸν τὸν ἄνθρωπον, ἔπειτα ὀλίγον ὕστερον εὑρεῖν τοῦτον πονηρόν τε καὶ ἄπιστον, καὶ αὖθις ἕτερον· καὶ ὅταν τοῦτο πολλάκις πάθῃ τις καὶ ὑπὸ τούτων μάλιστα οὓς ἂν ἡγήσαιτο οἰκειοτάτους τε καὶ ἑταιροτάτους, τελευτῶν δὴ θαμὰ προσκρούων μισεῖ τε πάντας καὶ ἡγεῖται οὐδενὸς οὐδὲν ὑγιὲς εἶναι τὸ παράπαν.
因为厌恶人类是由于在没有技术的情况下过度信任某人,并认为这个人是完全真实、健康和可信的,然后过了一会儿却发现他是邪恶和不可信的,接着又对另一个人产生同样的感觉;当一个人多次遭受这种情况,尤其是被那些他认为最亲密、最友好的人伤害时,他最终会在频繁的碰撞后憎恨所有人,并认为根本没有任何人是健康的。
ἢ οὐκ ᾔσθησαι σύ πω τοῦτο γιγνόμενον;
你难道还没有察觉到这种情况在发生吗?
πάνυ γε, ἦν δ᾽ ἐγώ.
’‘当然察觉到了,’我说。
οὐκοῦν, ἦ δ’ ὅς, αἰσχρόν, καὶ δῆλον ὅτι ἄνευ τέχνης τῆς περὶ τἀνθρώπεια ὁ τοιοῦτος χρῆσθαι ἐπεχείρει τοῖς ἀνθρώποις;
‘那么,’他说,‘这难道不令人羞耻吗? 而且显而易见,这样的人是在没有关于人类事务技术的情况下,企图与人交往的? ’”

词汇与语法注释

  1. 89aτὸ μὲν οὖν ἔχειν ὅτι λέγοι ἐκεῖνος — 冠词不定式短语 `τὸ ... ἔχειν` 充当句子的语法主语。`ὅτι λέγοι` 是不定式 `ἔχειν` 的宾语,构成间接疑问从句。希求语气 `λέγοι` 是由于过去时态叙述上下文而产生的斜体希求(optativus obliquus)。
  2. 89bἀποκερῇ — 动词 `ἀποκείρω`(剪发、剃发)的第二人称单数将来时中动态形式。这反映了古希腊在面对亲人去世或严重失败等丧失时剪发的宗教与社会习俗,在此处隐喻为对论点可能“死亡”的哀悼。
  3. 89cμὴ πρότερον κομήσειν, πρὶν ἂν νικήσω — 不定式 `κομήσειν`(留长发)表达了誓言的内容。由于主句带有否定词(`μὴ πρότερον`),由 `πρίν` 引导的从句采用带 `ἄν` 的虚拟语气(`ἂν νικήσω`),表示“直到……才……(在……之前不……)”。此用法基于阿哥斯人在输给斯巴达人后誓言在取胜前绝不留发的历史典故。
  4. 89dὡς οὐκ ἔστιν, ἔφη, ὅτι ἄν τις μεῖζον τούτου κακὸν πάθοι ἢ λόγους μισήσας — 该句式将表示存在否定的短语 `οὐκ ἔστιν ὅ提`(“没有什么是……”)与表示可能性的 `ἄν` 及希求语气(`πάθοι`)结合。形成了“除了憎恨言论(由伴随状语分词 `μισήσας` 表示)之外,人不可能遭受比这更大的恶”这一语义结构。

引用这一段

柏拉图, 斐多篇 §89. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg004.humanitext-grc2:89

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。