§87ΦΑΙΔ. ἐμοὶ γὰρ φαίνεται ἔτι ἐν τῷ αὐτῷ ὁ λόγος εἶναι, καί, ὅπερ ἐν τοῖς πρόσθεν ἐλέγομεν, ταὐτὸν ἔγκλημα ἔχειν.
斐多:“‘因为在我看来,’他说,‘这一论点似乎仍然处于相同的位置,并且,正如我们之前所说,具有完全相同的缺陷。
ὅτι μὲν γὰρ ἦν ἡμῶν ἡ ψυχὴ καὶ πρὶν εἰς τόδε τὸ εἶδος ἐλθεῖν, οὐκ ἀνατίθεμαι μὴ οὐχὶ πάνυ χαριέντως καί, εἰ μὴ ἐπαχθές ἐστιν εἰπεῖν, πάνυ ἱκανῶς ἀποδεδεῖχθαι· ὡς δὲ καὶ ἀποθανόντων ἡμῶν ἔτι που ἔστιν, οὔ μοι δοκεῖ τῇδε.
因为我们灵魂在进入这种形式之前就已经存在,我并不否认这一结论已经被极其优雅地、且如果不嫌冒犯的话、极其充分地证明了;但是,在我们死后它是否依然存在于某处,在我看来却并非如此。
ὡς μὲν οὐκ ἰσχυρότερον καὶ πολυχρονιώτερον ψυχὴ σώματος, οὐ συγχωρῶ τῇ Σιμμίου ἀντιλήψει· δοκεῖ γάρ μοι πᾶσι τούτοις πάνυ πολὺ διαφέρειν.
至于灵魂并不比身体更强壮、更长久这一说法,我不同意西米亚斯的反对意见;因为在我看来,灵魂在所有这些方面都远远胜过身体。
τί οὖν, ἂν φαίη ὁ λόγος, ἔτι ἀπιστεῖς, ἐπειδὴ ὁρᾷς ἀποθανόντος τοῦ ἀνθρώπου τό γε ἀσθενέστερον ἔτι ὄν;
‘那么,’这一论点可能会说,‘当你看到人在死后,那较弱的部分依然存在时,你为什么还不相信呢?
τὸ δὲ πολυχρονιώτερον οὐ δοκεῖ σοι ἀναγκαῖον εἶναι ἔτι σῴζεσθαι ἐν τούτῳ τῷ χρόνῳ;
而那较长久的部分,在这段时间里依然保存着,难道你认为这不是必然的吗?
πρὸς δὴ τοῦτο τόδε ἐπίσκεψαι, εἴ τι λέγω· εἰκόνος γάρ τινος, ὡς ἔοικεν, κἀγὼ ὥσπερ Σιμμίας δέομαι.
’对此,请考虑我说得是否有理;因为似乎我也和西米亚斯一样,需要一个比喻。
ἐμοὶ γὰρ δοκεῖ ὁμοίως λέγεσθαι ταῦτα ὥσπερ ἄν τις περὶ ἀνθρώπου ὑφάντου πρεσβύτου ἀποθανόντος λέγοι τοῦτον τὸν λόγον, ὅτι οὐκ ἀπόλωλεν ὁ ἄνθρωπος ἀλλ’ ἔστι που σῶς, τεκμήριον δὲ παρέχοιτο θοἰμάτιον ὃ ἠμπείχετο αὐτὸς ὑφηνάμενος ὅτι ἐστὶ σῶν καὶ οὐκ ἀπόλωλεν, καὶ εἴ τις ἀπιστοίη αὐτῷ, ἀνερωτῴη πότερον πολυχρονιώτερόν ἐστι τὸ γένος ἀνθρώπου ἢ ἱματίου ἐν χρείᾳ τε ὄντος καὶ φορουμένου, ἀποκριναμένου δή ὅτι πολὺ τὸ τοῦ ἀνθρώπου, οἴοιτο ἀποδεδεῖχθαι ὅτι παντὸς ἄρα μᾶλλον ὅ γε ἄνθρωπος σῶς ἐστιν, ἐπειδὴ τό γε ὀλιγοχρονιώτερον οὐκ ἀπόλωλεν.
因为在我看来,这些说法就像是有人对一个已经去世的老织工说这样的论点,即这个人没有消亡,而是依然安全地存在于某处,并且以他自己织造并穿在身上的斗篷至今完好且没有消亡作为证据,而如果有人不相信他,他就进一步询问,人类这一类别和在使用且被穿着的斗篷这一类别,哪一个更长久,在对方回答人类长久得多之后,他便认为已经证明了人因此绝对是安全的,因为那较短命的斗篷还没有消亡。
τὸ δ’ οἶμαι, ὦ Σιμμία, οὐχ οὕτως ἔχει· σκόπει γὰρ καὶ σὺ ἃ λέγω.
但是,西米亚斯,我想事实并非如此;因为你也请考虑我所说的话。
πᾶς ἂν ὑπολάβοι ὅτι εὔηθες λέγει ὁ τοῦτο λέγων· ὁ γὰρ ὑφάντης οὗτος πολλὰ κατατρίψας τοιαῦτα ἱμάτια καὶ ὑφηνάμενος ἐκείνων μὲν ὕστερος ἀπόλωλεν πολλῶν ὄντων, τοῦ δὲ τελευταίου οἶμαι πρότερος, καὶ οὐδέν τι μᾶλλον τούτου ἕνεκα ἄνθρωπός ἐστιν ἱματίου φαυλότερον οὐδ’ ἀσθενέστερον.
任何人都会理解,说这话的人是在说傻话;因为这个织工在织造并穿坏了许多这样的斗篷之后,是在那些许多斗篷之后消亡的,但我想,他是在最后一件斗篷之前消亡的,而决不能因为这个原因就认为人比斗篷更低劣或更软弱。
τὴν αὐτὴν δὲ ταύτην οἶμαι εἰκόνα δέξαιτ’ ἂν ψυχὴ πρὸς σῶμα, καί τις λέγων αὐτὰ ταῦτα περὶ αὐτῶν μέτρι’ ἄν μοι φαίνοιτο λέγειν, ὡς ἡ μὲν ψυχὴ πολυχρόνιόν ἐστι, τὸ δὲ σῶμα ἀσθενέστερον καὶ ὀλιγοχρονιώτερον·
我想,灵魂与身体的关系也可以接受这完全相同的比喻,而在我看来,对它们说这些话的人似乎说得相当中肯,即灵魂确实是长久的,而身体是较软弱且较短命的;但是,人可能会说,每个灵魂都会穿坏许多身体,特别是如果它活了很多年的话——因为如果身体在人还活着的时候流失并消亡,而灵魂却总是重新织补那被穿坏的部分——那么,当灵魂消亡时,它必然恰好穿着最后一件织物,并且唯独比这一件先消亡;而当灵魂消亡之后,身体那时才会暴露出它软弱的本质,并迅速腐烂,归于毁灭。
ἀλλὰ γὰρ ἂν φαίη ἑκάστην τῶν ψυχῶν πολλὰ σώματα κατατρίβειν, ἄλλως τε κἂν πολλὰ ἔτη βιῷ — εἰ γὰρ ῥέοι τὸ σῶμα καὶ ἀπολλύοιτο ἔτι ζῶντος τοῦ ἀνθρώπου, ἀλλ’ ἡ ψυχὴ ἀεὶ τὸ κατατριβόμενον ἀνυφαίνοι — ἀναγκαῖον μεντἂν εἴη, ὁπότε ἀπολλύοιτο ἡ ψυχή, τὸ τελευταῖον ὕφασμα τυχεῖν αὐτὴν ἔχουσαν καὶ τούτου μόνου προτέραν ἀπόλλυσθαι, ἀπολομένης δὲ τῆς ψυχῆς τότ’ ἤδη τὴν φύσιν τῆς ἀσθενείας ἐπιδεικνύοι τὸ σῶμα καὶ ταχὺ σαπὲν διοίχοιτο.
’”