Humanitext Reader

柏拉图 · 斐多篇 §76

理念的存在与灵魂前生的同等必然性

第 19 段,共 55 段 · 希腊语

内容简介

苏格拉底将“学习”定义为通过感官体验触发以寻回被遗忘知识的过程(即回忆)。进而论证了美、善等“本质(理念)”的存在与人类灵魂在出生前的存在具有同等的必然性。

§76ΦΑΙΔ. δυνατὸν γὰρ δὴ τοῦτό γε ἐφάνη, αἰσθόμενόν τι ἢ ἰδόντα ἢ ἀκούσαντα ἤ τινα ἄλλην αἴσθησιν λαβόντα ἕτερόν τι ἀπὸ τούτου ἐννοῆσαι ὃ ἐπελέληστο, ᾧ τοῦτο ἐπλησίαζεν ἀνόμοιον ὂν ἢ ᾧ ὅμοιον· ὥστε, ὅπερ λέγω, δυοῖν θάτερα, ἤτοι ἐπιστάμενοί γε αὐτὰ γεγόναμεν καὶ ἐπιστάμεθα διὰ βίου πάντες, ἢ ὕστερον, οὕς φαμεν μανθάνειν, οὐδὲν ἀλλ’ ἢ ἀναμιμνῄσκονται οὗτοι, καὶ ἡ μάθησις ἀνάμνησις ἂν εἴη.
斐多: “因为这已被表明是可能的:某人在感知到某物时,无论是通过看、听还是接受某种其他感觉,都能由此想到他已忘却的另一事物,而这一感知到的事物正与那另一事物相接近,无论是不相似还是相似;因此,正如我所说,二者必居其一:要么我们出生时就已经知道了它们,并且我们所有人终生都保持着这种知识;要么在后来,那些我们称之为正在‘学习’的人,无非是在回忆,而学习就是回忆。
καὶ μάλα δὴ οὕτως ἔχει, ὦ Σώκρατες.
” “‘而情况确实非常如此,苏格拉底。
πότερον οὖν αἱρῇ, ὦ Σιμμία;
’” “‘那么你选择哪一个呢,西米亚斯?
ἐπισταμένους ἡμᾶς γεγονέναι, ἢ ἀναμιμνῄσκεσθαι ὕστερον ὧν πρότερον ἐπιστήμην εἰληφότες ἦμεν;
是我们在出生时就已经知道了,还是我们在后来才回忆起以前已经获得了知识的那些事物?
οὐκ ἔχω, ὦ Σώκρατες, ἐν τῷ παρόντι ἑλέσθαι.
’” “‘苏格拉底,我现在还无法选择。
τί δέ;
’” “‘那么这一点呢?
τόδε ἔχεις ἑλέσθαι, καὶ πῇ σοι δοκεῖ περὶ αὐτοῦ;
关于这个你能选择吗,你对此怎么看?
ἀνὴρ ἐπιστάμενος περὶ ὧν ἐπίσταται ἔχοι ἂν δοῦναι λόγον ἢ οὔ;
一个有知识的人,能对自己所知道的事物给出说明吗,还是不能?
πολλὴ ἀνάγκη, ἔφη, ὦ Σώκρατες.
’” “‘那是必然的,苏格拉底,’他说。
ἦ καὶ δοκοῦσί σοι πάντες ἔχειν διδόναι λόγον περὶ τούτων ὧν νυνδὴ ἐλέγομεν;
” “‘那么,你认为所有人都能对我们刚才所说的那些事物给出说明吗?
βουλοίμην μεντἄν, ἔφη ὁ Σιμμίας· ἀλλὰ πολὺ μᾶλλον φοβοῦμαι μὴ αὔριον τηνικάδε οὐκέτι ᾖ ἀνθρώπων οὐδεὶς ἀξίως οἷός τε τοῦτο ποιῆσαι.
’” “‘我倒是希望如此,’西米亚斯说,‘但我更害怕到了明天这个时候,世上再也没有一个人能称职地做到这一点了。
οὐκ ἄρα δοκοῦσί σοι ἐπίστασθαί γε, ἔφη, ὦ Σιμμία, πάντες αὐτά;
’” “‘那么,西米亚斯,’他说,‘你认为并不是所有人知道它们了?
οὐδαμῶς.
’” “‘绝非如此。
ἀναμιμνῄσκονται ἄρα ἅ ποτε ἔμαθον;
’” “‘那么,他们是在回忆他们曾经学过的东西吗?
ἀνάγκη.
’” “‘必然如此。
πότε λαβοῦσαι αἱ ψυχαὶ ἡμῶν τὴν ἐπιστήμην αὐτῶν;
’” “‘我们的灵魂是在什么时候获得这些知识的?
οὐ γὰρ δὴ ἀφ’ οὗ γε ἄνθρωποι γεγόναμεν.
肯定不是在我们成为人之后。
οὐ δῆτα.
’” “‘确实不是。
πρότερον ἄρα.
’” “‘那么是在这之前。
ναί.
’” “‘是的。
ἦσαν ἄρα, ὦ Σιμμία, αἱ ψυχαὶ καὶ πρότερον, πρὶν εἶναι ἐν ἀνθρώπου εἴδει, χωρὶς σωμάτων, καὶ φρόνησιν εἶχον.
’” “‘那么,西米亚斯,灵魂在处于人的形状之前就已经存在了,与身体分离,并且拥有智慧。
εἰ μὴ ἄρα ἅμα γιγνόμενοι λαμβάνομεν, ὦ Σώκρατες, ταύτας τὰς ἐπιστήμας· οὗτος γὰρ λείπεται ἔτι ὁ χρόνος.
’” “‘除非,苏格拉底,我们在出生的同时获得了这些知识;因为只有这段时间还剩下来。
εἶεν, ὦ ἑταῖρε·
’” “‘好吧,朋友。
ἀπόλλυμεν δὲ αὐτὰς ἐν ποίῳ ἄλλῳ χρόνῳ;
但我们是在其他什么时间失去它们的呢?
— οὐ γὰρ δὴ ἔχοντές γε αὐτὰς γιγνόμεθα, ὡς ἄρτι ὡμολογήσαμεν — ἢ ἐν τούτῳ ἀπόλλυμεν ἐν ᾧπερ καὶ λαμβάνομεν;
——因为我们并不是带着它们出生的,正如我们刚才所同意的那样——还是说,我们恰恰是在获得它们的同时失去它们的?
ἢ ἔχεις ἄλλον τινὰ εἰπεῖν χρόνον;
或者你还能说出其他什么时间吗?
οὐδαμῶς, ὦ Σώκρατες, ἀλλὰ ἔλαθον ἐμαυτὸν οὐδὲν εἰπών.
’” “‘绝对不能,苏格拉底,我不知不觉说了一句废话。
ἆρ’ οὖν οὕτως ἔχει, ἔφη, ἡμῖν, ὦ Σιμμία;
’” “‘那么,西米亚斯,’他说,‘对我们来说情况是不是这样?
εἰ μὲν ἔστιν ἃ θρυλοῦμεν ἀεί, καλόν τέ τι καὶ ἀγαθὸν καὶ πᾶσα ἡ τοιαύτη οὐσία, καὶ ἐπὶ ταύτην τὰ ἐκ τῶν αἰσθήσεων πάντα ἀναφέρομεν, ὑπάρχουσαν πρότερον ἀνευρίσκοντες ἡμετέραν οὖσαν, καὶ ταῦτα ἐκείνῃ ἀπεικάζομεν, ἀναγκαῖον, οὕτως ὥσπερ καὶ ταῦτα ἔστιν, οὕτως καὶ τὴν ἡμετέραν ψυχὴν εἶναι καὶ πρὶν γεγονέναι ἡμᾶς·
如果那些我们总是挂在嘴边的东西确实存在——某种美、善以及所有这类本质——而且我们把来自感官的一切事物都归结到它上面,发现它预先存在且是属于我们的,并且我们把这些事物比作它,那么,正如这些事物存在一样,我们的灵魂在出生前就已经存在,这也是必然的吗?
εἰ δὲ μὴ ἔστι ταῦτα, ἄλλως ἂν ὁ λόγος οὗτος εἰρημένος εἴη;
但如果这些不存在,这个论点不就是白说了吗?
ἆρ’ οὕτως ἔχει, καὶ ἴση ἀνάγκη ταῦτά τε εἶναι καὶ τὰς ἡμετέρας ψυχὰς πρὶν καὶ ἡμᾶς γεγονέναι, καὶ εἰ μὴ ταῦτα, οὐδὲ τάδε;
情况是这样吗? 这些事物的存在,与我们的灵魂在我们出生前就已经存在,具有同等的必然性;而如果前者不存在,后者也就不存在,是吗? ’”

词汇与语法注释

  1. 76aδυνατὸν γὰρ δὴ τοῦτό γε ἐφάνη, αἰσθόμενόν τι ἢ ἰδόντα ἢ ἀκούσαντα ἤ τινα ἄλλην αἴσθησιν λαβόντα ἕτερόν τι ἀπὸ τούτου ἐννοῆσαι — 看似非人称的动词 `ἐφάνη`(被显明/似乎)的实际主语是起名词短语作用的不定式短语 `ἕτερόν τι ... ἐννοῆσαι`(想到另一事物),而 `δυνατόν` 是其表语形容词。不定式 `ἐννοῆσαι` 的逻辑主语由宾格分词 `αἰσθόμενον`、`ἰδόντα`、`ἀκούσαντα` 和 `λαβόντα` 来表示。
  2. 76aᾧ τοῦτο ἐπλησίαζεν ἀνόμοιον ὂν ἢ ᾧ ὅμοιον — 关系代词 `ᾧ`(与格)的先行词是紧接在前的 `ἕτερόν τι`(另一事物),并充当 `ἐπλησίαζεν`(接近)的宾语。主语 `τοῦτο` 指代前文感知到的事物(`αἰσθόμενόν τι`)。后半句 `ᾧ ὅμοιον` 也是关系从句 `ᾧ [ὅμοιον ὂν ἐπλησίαζεν]` 的省略,其先行词同样指代 `ἕτερόν τι`。
  3. 76eὑπάρχουσαν πρότερον ἀνευρίσκοντες ἡμετέραν οὖσαν — 分词 `ὑπάρχουσαν`(预先存在)和 `οὖσαν`(是)作为 `ἀνευρίσκοντες`(发现)的宾语补足语(谓语性分词)呈宾格形式。`ἡμετέραν`(我们的)是 `οὖσαν` 的表语,整体意为“发现它预先存在并且属于我们(是我们本有的财产)”。

引用这一段

柏拉图, 斐多篇 §76. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg004.humanitext-grc2:76

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。