Humanitext Reader

柏拉图 · 斐多篇 §75

出生前对理念的认知与回忆说的结论

第 18 段,共 55 段 · 希腊语

内容简介

苏格拉底论证道,由于我们在开始使用感官之前就必须已经知道“相等本身”,因此我们必然在出生前就获得了这些知识(理念的知识),并得出结论:我们所谓的学习实际上就是“回忆”,即重新获得我们曾经拥有的知识。

§75ΦΑΙΔ. ἀναγκαῖον ἄρα ἡμᾶς προειδέναι τὸ ἴσον πρὸ ἐκείνου τοῦ χρόνου ὅτε τὸ πρῶτον ἰδόντες τὰ ἴσα ἐνενοήσαμεν ὅτι ὀρέγεται μὲν πάντα ταῦτα εἶναι οἷον τὸ ἴσον, ἔχει δὲ ἐνδεεστέρως.
斐多:“那么,我们必然在那个时间之前,就已经预先知道了相等本身,即在我们第一次看到那些相等的事物并想到:‘所有这些事物都企图要像相等本身一样,但却有所欠缺’之前。
ἔστι ταῦτα.
” “确实如此。
ἀλλὰ μὴν καὶ τόδε ὁμολογοῦμεν, μὴ ἄλλοθεν αὐτὸ ἐννενοηκέναι μηδὲ δυνατὸν εἶναι ἐννοῆσαι ἀλλ’ ἢ ἐκ τοῦ ἰδεῖν ἢ ἅψασθαι ἢ ἔκ τινος ἄλλης τῶν αἰσθήσεων· ταὐτὸν δὲ πάντα ταῦτα λέγω.
” “但是,我们也同意这一点:除了通过视觉、触觉或某种其他的感官之外,我们不可能从其他任何地方想到它,也不可能去想它;我把所有这些感官都看作是同一回事。
ταὐτὸν γὰρ ἔστιν, ὦ Σώκρατες, πρός γε ὃ βούλεται δηλῶσαι ὁ λόγος.
” “因为它们确实是一回事,苏格拉底,至少对于这个论证所企图表明的目的而言。
ἀλλὰ μὲν δὴ ἔκ γε τῶν αἰσθήσεων δεῖ ἐννοῆσαι ὅτι πάντα τὰ ἐν ταῖς αἰσθήσεσιν ἐκείνου τε ὀρέγεται τοῦ ὃ ἔστιν ἴσον, καὶ αὐτοῦ ἐνδεέστερά ἐστιν· ἢ πῶς λέγομεν;
” “但是,我们确实必须从感官中想到:所有感官中的事物都企图向着那个‘是相等的东西’靠拢,但又比它欠缺;或者我们该怎么说呢?
οὕτως.
” “就是这样。
πρὸ τοῦ ἄρα ἄρξασθαι ἡμᾶς ὁρᾶν καὶ ἀκούειν καὶ τἆλλα αἰσθάνεσθαι τυχεῖν ἔδει που εἰληφότας ἐπιστήμην αὐτοῦ τοῦ ἴσου ὅτι ἔστιν, εἰ ἐμέλλομεν τὰ ἐκ τῶν αἰσθήσεων ἴσα ἐκεῖσε ἀνοίσειν, ὅτι προθυμεῖται μὲν πάντα τοιαῦτ’ εἶναι οἷον ἐκεῖνο, ἔστιν δὲ αὐτοῦ φαυλότερα.
” “那么,在我们开始看、听以及用其他感官去感知之前,我们必然就已经获得了关于相等本身‘是什么’的知识,如果我们打算把来自感官的相等事物拿去与它作比较,并认为所有这些事物都渴望像它那样,但又比它逊色的话。
ἀνάγκη ἐκ τῶν προειρημένων, ὦ Σώκρατες.
” “从前面所说的话来看,这是必然的,苏格拉底。
οὐκοῦν γενόμενοι εὐθὺς ἑωρῶμέν τε καὶ ἠκούομεν καὶ τὰς ἄλλας αἰσθήσεις εἴχομεν;
” “那么,我们不是一出生就立刻能看、能听,并且拥有了其他的感官吗?
πάνυ γε.
” “完全如此。
ἔδει δέ γε, φαμέν, πρὸ τούτων τὴν τοῦ ἴσου ἐπιστήμην εἰληφέναι;
” “但是,我们不是说,在这些感官之前,我们就必须已经获得了关于相等的知识吗?
ναί.
” “是的。
πρὶν γενέσθαι ἄρα, ὡς ἔοικεν, ἀνάγκη ἡμῖν αὐτὴν εἰληφέναι.
” “那么,似乎在出生之前,我们必然就已经获得了它。
ἔοικεν.
” “似乎如此。
οὐκοῦν εἰ μὲν λαβόντες αὐτὴν πρὸ τοῦ γενέσθαι ἔχοντες ἐγενόμεθα, ἠπιστάμεθα καὶ πρὶν γενέσθαι καὶ εὐθὺς γενόμενοι οὐ μόνον τὸ ἴσον καὶ τὸ μεῖζον καὶ τὸ ἔλαττον ἀλλὰ καὶ σύμπαντα τὰ τοιαῦτα;
” “那么,如果我们在出生之前获得了它,并且在出生时就拥有了它,那么我们是否不仅在出生前,而且在出生后立刻,不仅知道相等、较大、较小,而且知道所有这类事物呢?
οὐ γὰρ περὶ τοῦ ἴσου νῦν ὁ λόγος ἡμῖν μᾶλλόν τι ἢ καὶ περὶ αὐτοῦ τοῦ καλοῦ καὶ αὐτοῦ τοῦ ἀγαθοῦ καὶ δικαίου καὶ ὁσίου καί, ὅπερ λέγω, περὶ ἁπάντων οἷς ἐπισφραγιζόμεθα τὸ αὐτὸ ὃ ἔστι καὶ ἐν ταῖς ἐρωτήσεσιν ἐρωτῶντες καὶ ἐν ταῖς ἀποκρίσεσιν ἀποκρινόμενοι.
因为我们现在的讨论不仅仅是关于相等的,同样也是关于美本身、善本身、正义、虔敬,以及正如我所说的,关于我们在提问和回答中盖上‘它本身是什么’之印章的所有事物。
ὥστε ἀναγκαῖον ἡμῖν τούτων πάντων τὰς ἐπιστήμας πρὸ τοῦ γενέσθαι εἰληφέναι.
因此,我们必然在出生之前就获得了关于所有这些事物的知识。
ἔστι ταῦτα.
” “确实如此。
καὶ εἰ μέν γε λαβόντες ἑκάστοτε μὴ ἐπιλελήσμεθα, εἰδότας ἀεὶ γίγνεσθαι καὶ ἀεὶ διὰ βίου εἰδέναι· τὸ γὰρ εἰδέναι τοῦτ’ ἔστιν, λαβόντα του ἐπιστήμην ἔχειν καὶ μὴ ἀπολωλεκέναι·
” “而且,如果我们每次在获得之后都没有忘记,我们就会一直作为知者而出生,并且终生保持知道;因为所谓‘知道’就是指:获得了某样东西的知识并保有它,而没有失去它。
ἢ οὐ τοῦτο λήθην λέγομεν, ὦ Σιμμία, ἐπιστήμης ἀποβολήν;
或者,西米亚斯,我们所说的‘遗忘’,不就是知识的丧失吗?
πάντως δήπου, ἔφη, ὦ Σώκρατες.
” “无疑正是如此,”他说,“苏格拉底。
εἰ δέ γε οἶμαι λαβόντες πρὶν γενέσθαι γιγνόμενοι ἀπωλέσαμεν, ὕστερον δὲ ταῖς αἰσθήσεσι χρώμενοι περὶ αὐτὰ ἐκείνας ἀναλαμβάνομεν τὰς ἐπιστήμας ἅς ποτε καὶ πρὶν εἴχομεν, ἆρ’ οὐχ ὃ καλοῦμεν μανθάνειν οἰκείαν ἂν ἐπιστήμην ἀναλαμβάνειν εἴη;
” “但是,我想,如果我们在出生前获得了它们,在出生时又失去了它们,而后来通过对这些事物使用感官,又重新获得了我们以前曾拥有的那些知识,那么,我们所说的‘学习’,不就是重新获得我们自己的知识吗?
τοῦτο δέ που ἀναμιμνῄσκεσθαι λέγοντες ὀρθῶς ἂν λέγοιμεν;
而如果把这称为‘回忆’,我们不就是说对了吗?
πάνυ γε.
” “完全如此。 ”

词汇与语法注释

  1. 75aπρὸ ἐκείνου τοῦ χρόνου ὅτε — 由 ὅ提 引导的从句作为关系从句修饰 ἐκείνου τοῦ χρόνου,意为“在……的那个时间之前”。它明确指出了在看到相等的事物之前,必须先知道“相等本身”这一时间上的先后关系。
  2. 75bτυχεῖν ... εἰληφότας — 不定词 τυχεῖν 作为无人称动词 ἔδει 的补语,伴随分词 εἰληφότας(表示状态或巧合)。合起来表示“我们必然已经(预先获得了知识)”。
  3. 75bἀνοίσειν — 动词 ἀναφέρω(带回、归属、比较)的将来时不定词。接在 ἐμέλλομεν(“意图、将要”)之后,意为“把(来自感官的相等事物)带回到那里(相等本身)进行比较”。
  4. 75dαὐτὸ ὃ ἔστι — 指柏拉图哲学中的“本质(理念)”。字面意思是“它本身所是的东西”,使用关系代词 ὃ 和直陈式现在时 ἔστι 来表达事物恒常且真实的客观存在。在此作为宾格中性名词短语,充当 ἐπισφραγιζόμεθα 的宾语。

引用这一段

柏拉图, 斐多篇 §75. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg004.humanitext-grc2:75

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。