§77ΦΑΙΔ. ὑπερφυῶς, ὦ Σώκρατες, ἔφη ὁ Σιμμίας, δοκεῖ μοι ἡ αὐτὴ ἀνάγκη εἶναι, καὶ εἰς καλόν γε καταφεύγει ὁ λόγος εἰς τὸ ὁμοίως εἶναι τήν τε ψυχὴν ἡμῶν πρὶν γενέσθαι ἡμᾶς καὶ τὴν οὐσίαν ἣν σὺ νῦν λέγεις.
斐多: “‘苏格拉底,’西米亚斯说,‘在我看来,惊人地,同样存在着这种必然性,而且这一论证走向了一个极好的避难所,即我们的灵魂在出生前就存在,与你现在所说的那些本质(乌西亚)同样地存在。
οὐ γὰρ ἔχω ἔγωγε οὐδὲν οὕτω μοι ἐναργὲς ὂν ὡς τοῦτο, τὸ πάντα τὰ τοιαῦτ’ εἶναι ὡς οἷόν τε μάλιστα, καλόν τε καὶ ἀγαθὸν καὶ τἆλλα πάντα ἃ σὺ νυνδὴ ἔλεγες· καὶ ἔμοιγε δοκεῖ ἱκανῶς ἀποδέδεικται.
因为对我来说,没有什么比这更显而易见的了:所有这些事物都尽可能完备地存在着,无论是美、善还是你刚才所说的一切其他事物;而且在我看来,这已经得到了充分的证明。
τί δὲ δὴ Κέβητι;
’” “‘但是凯贝斯呢?
ἔφη ὁ Σωκράτης· δεῖ γὰρ καὶ Κέβητα πείθειν.
’苏格拉底说,‘因为我们也必须说服凯贝斯。
ἱκανῶς, ἔφη ὁ Σιμμίας, ὡς ἔγωγε οἶμαι· καίτοι καρτερώτατος ἀνθρώπων ἐστὶν πρὸς τὸ ἀπιστεῖν τοῖς λόγοις.
’” “‘已经很充分了,’西米亚斯说,‘正如我所认为的那样;尽管他是所有人中最顽固不信论证的人。
ἀλλ’ οἶμαι οὐκ ἐνδεῶς τοῦτο πεπεῖσθαι αὐτόν, ὅτι πρὶν γενέσθαι ἡμᾶς ἦν ἡμῶν ἡ ψυχή·
但我认为,对于在我们出生前灵魂就已存在这一点,他已经被毫无欠缺地确信了。
εἰ μέντοι καὶ ἐπειδὰν ἀποθάνωμεν ἔτι ἔσται, οὐδὲ αὐτῷ μοι δοκεῖ, ἔφη, ὦ Σώκρατες, ἀποδεδεῖχθαι, ἀλλ’ ἔτι ἐνέστηκεν ὃ νυνδὴ Κέβης ἔλεγε, τὸ τῶν πολλῶν, ὅπως μὴ ἅμα ἀποθνῄσκοντος τοῦ ἀνθρώπου διασκεδάννυται ἡ ψυχὴ καὶ αὐτῇ τοῦ εἶναι τοῦτο τέλος ᾖ.
然而,在我们死后灵魂是否还会继续存在,苏格拉底,’他说,‘甚至在我自己看来,也还没有得到证明。 相反,凯贝斯刚才所说的,即大多数人的那种担忧仍然阻碍着我们,那就是:在人死的同时,灵魂是否会消散,而这就成了它存在的终结。
τί γὰρ κωλύει γίγνεσθαι μὲν αὐτὴν καὶ συνίστασθαι ἄλλοθέν ποθεν καὶ εἶναι πρὶν καὶ εἰς ἀνθρώπειον σῶμα ἀφικέσθαι, ἐπειδὰν δὲ ἀφίκηται καὶ ἀπαλλάττηται τούτου, τότε καὶ αὐτὴν τελευτᾶν καὶ διαφθείρεσθαι;
因为,有什么能阻止灵魂在进入人类身体之前在别处产生和结合并存在,但当它进入并最终摆脱身体时,它自身也就终结并消灭了呢?
εὖ λέγεις, ἔφη, ὦ Σιμμία, ὁ Κέβης.
’” “‘西米亚斯,你说得对,’凯贝斯说。
φαίνεται γὰρ ὥσπερ ἥμισυ ἀποδεδεῖχθαι οὗ δεῖ, ὅτι πρὶν γενέσθαι ἡμᾶς ἦν ἡμῶν ἡ ψυχή, δεῖ δὲ προσαποδεῖξαι ὅτι καὶ ἐπειδὰν ἀποθάνωμεν οὐδὲν ἧττον ἔσται ἢ πρὶν γενέσθαι, εἰ μέλλει τέλος ἡ ἀπόδειξις ἕξειν.
‘因为看起来只证明了必要内容的一半,即在我们出生前我们的灵魂就已经存在,但若要使证明达到完备,还需要在此基础上证明:在我们死后,灵魂也将不亚于出生前那样存在。
ἀποδέδεικται μέν, ἔφη, ὦ Σιμμία τε καὶ Κέβης, ὁ Σωκράτης, καὶ νῦν, εἰ ᾽θέλετε συνθεῖναι τοῦτόν τε τὸν λόγον εἰς ταὐτὸν καὶ ὃν πρὸ τούτου ὡμολογήσαμεν, τὸ γίγνεσθαι πᾶν τὸ ζῶν ἐκ τοῦ τεθνεῶτος.
’” “‘其实现在也已经证明了,西米亚斯和凯贝斯,’苏格拉底说,‘只要你们愿意把这个论证与我们在此之前所同意的那个论证结合在一起——即一切活物都产生于死者。
εἰ γὰρ ἔστιν μὲν ἡ ψυχὴ καὶ πρότερον, ἀνάγκη δὲ αὐτῇ εἰς τὸ ζῆν ἰούσῃ τε καὶ γιγνομένῃ μηδαμόθεν ἄλλοθεν ἢ ἐκ θανάτου καὶ τοῦ τεθνάναι γίγνεσθαι, πῶς οὐκ ἀνάγκη αὐτὴν καὶ ἐπειδὰν ἀποθάνῃ εἶναι, ἐπειδή γε δεῖ αὖθις αὐτὴν γίγνεσθαι;
因为如果灵魂在以前就已经存在,而当它走向生命并产生时,它必然只能从死亡和已死的状态中产生,那么在它死后,它又怎能不必然继续存在呢,既然它必须再次产生?
ἀποδέδεικται μὲν οὖν ὅπερ λέγετε καὶ νῦν.
因此,你们所说的事情在现在也已经证明了。
ὅμως δέ μοι δοκεῖς σύ τε καὶ Σιμμίας ἡδέως ἂν καὶ τοῦτον διαπραγματεύσασθαι τὸν λόγον ἔτι μᾶλλον, καὶ δεδιέναι τὸ τῶν παίδων, μὴ ὡς ἀληθῶς ὁ ἄνεμος αὐτὴν ἐκβαίνουσαν ἐκ τοῦ σώματος διαφυσᾷ καὶ διασκεδάννυσιν, ἄλλως τε καὶ ὅταν τύχῃ τις μὴ ἐν νηνεμίᾳ ἀλλ’ ἐν μεγάλῳ τινὶ πνεύματι ἀποθνῄσκων.
’” “‘不过,你和西米亚斯似乎仍想更进一步地探讨这个论证,并且怀有小孩子一般的恐惧,害怕当灵魂从身体中出来时,风真的会把它吹散并消散掉,特别是当某人碰巧不是在风平浪静时,而是在一阵狂风中死去的时候。
καὶ ὁ Κέβης ἐπιγελάσας, ὡς δεδιότων, ἔφη, ὦ Σώκρατες, πειρῶ ἀναπείθειν· μᾶλλον δὲ μὴ ὡς ἡμῶν δεδιότων, ἀλλ’ ἴσως ἔνι τις καὶ ἐν ἡμῖν παῖς ὅστις τὰ τοιαῦτα φοβεῖται.
’” “凯贝斯微微一笑说:‘苏格拉底,就把我们当成害怕的人来试着说服我们吧;或者说,不是我们害怕,而是也许我们心中也有一个孩子在害怕这些事情。
τοῦτον οὖν πειρῶ μεταπείθειν μὴ δεδιέναι τὸν θάνατον ὥσπερ τὰ μορμολύκεια.
那么,请试着劝导他,让他不要像害怕妖魔鬼怪那样害怕死亡。
ἀλλὰ χρή, ἔφη ὁ Σωκράτης, ἐπᾴδειν αὐτῷ ἑκάστης ἡμέρας ἕως ἂν ἐξεπᾴσητε.
’” “‘但是,’苏格拉底说,‘必须每天对他唱诵咒语,直到你们把他的恐惧驱散。 ’”