§74ΦΑΙΔ. οὐκοῦν καὶ Σιμμίαν ἰδόντα γεγραμμένον αὐτοῦ Σιμμίου ἀναμνησθῆναι;
“那么,看到画像上的西米亚斯,也可能回忆起西米亚斯本人吗?
ἔστι μέντοι, ἔφη.
” “确实如此,”他说。
ἆρ’ οὖν οὐ κατὰ πάντα ταῦτα συμβαίνει τὴν ἀνάμνησιν εἶναι μὲν ἀφ’ ὁμοίων, εἶναι δὲ καὶ ἀπὸ ἀνομοίων;
“那么,从所有这些情况来看,回忆难道不是既可以来自相似的事物,也可以来自不相似的事物吗?
συμβαίνει.
” “确实如此。
ἀλλ’ ὅταν γε ἀπὸ τῶν ὁμοίων ἀναμιμνῄσκηταί τίς τι, ἆρ’ οὐκ ἀναγκαῖον τόδε προσπάσχειν, ἐννοεῖν εἴτε τι ἐλλείπει τοῦτο κατὰ τὴν ὁμοιότητα εἴτε μὴ ἐκείνου οὗ ἀνεμνήσθη;
” “但是,每当有人通过相似的事物回忆起某事时,他难道不必然会多体验到这一点:去思考这个东西在相似性上,对于他所回忆起来的那个东西,是有所欠缺,还是没有欠缺?
ἀνάγκη, ἔφη.
” “必然如此,”他说。
σκόπει δή, ἦ δ’ ὅς, εἰ ταῦτα οὕτως ἔχει.
“那么,你想想看,”他说,“事情是否确实如此。
φαμέν πού τι εἶναι ἴσον, οὐ ξύλον λέγω ξύλῳ οὐδὲ λίθον λίθῳ οὐδ᾽ ἄλλο τῶν τοιούτων οὐδέν, ἀλλὰ παρὰ ταῦτα πάντα ἕτερόν τι, αὐτὸ τὸ ἴσον·
我们无疑认为存在着某种‘相等’——我不是指一根木头相等另一根木头,也不是指一块石头相等另一块石头,或者其他任何类似的东西,而是在所有这些之外的某种别的东西,即相等本身。
φῶμέν τι εἶναι ἢ μηδέν;
我们该说它是某种存在,还是什么都不是?
φῶμεν μέντοι νὴ Δί᾽, ἔφη ὁ Σιμμίας, θαυμαστῶς γε.
” “天哪,我们当然要说它是某种存在,”西米亚斯说,“而且是非常奇妙地存在着。
ἦ καὶ ἐπιστάμεθα αὐτὸ ὃ ἔστιν;
” “那么,我们也知道它是什么吗?
πάνυ γε, ἦ δ’ ὅς.
” “当然知道,”他说。
πόθεν λαβόντες αὐτοῦ τὴν ἐπιστήμην;
“我们是从哪里获得关于它的知识的?
ἆρ’ οὐκ ἐξ ὧν νυνδὴ ἐλέγομεν, ἢ ξύλα ἢ λίθους ἢ ἄλλα ἄττα ἰδόντες ἴσα, ἐκ τούτων ἐκεῖνο ἐνενοήσαμεν, ἕτερον ὂν τούτων;
难道不是从我们刚才提到的那些事物中,即通过看到相等的木头或石头或某些其他相等的事物,从而由这些想到了那个与它们不同的东西吗?
ἢ οὐχ ἕτερόν σοι φαίνεται;
还是说,你觉得它与它们并没有什么不同?
σκόπει δὲ καὶ τῇδε. ἆρ’ οὐ λίθοι μὲν ἴσοι καὶ ξύλα ἐνίοτε ταὐτὰ ὄντα τῷ μὲν ἴσα φαίνεται, τῷ δ’ οὔ;
你也可以从这个角度来考虑:相等的石头和木头,虽然是同样的东西,难道不是有时对某人显得相等,对另一人则显得不相等吗?
πάνυ μὲν οὖν.
” “确实如此。
τί δέ;
” “那这个呢?
αὐτὰ τὰ ἴσα ἔστιν ὅτε ἄνισά σοι ἐφάνη, ἢ ἡ ἰσότης ἀνισότης;
那些等同本身,曾在你眼里显得不等吗? 或者,相等本身显得是不相等吗?
οὐδεπώποτέ γε, ὦ Σώκρατες.
” “从未如此,苏格拉底。
οὐ ταὐτὸν ἄρα ἐστίν, ἦ δ’ ὅς, ταῦτά τε τὰ ἴσα καὶ αὐτὸ τὸ ἴσον.
” “那么,”他说,“这些相等的事物与相等本身并不是一回事。
οὐδαμῶς μοι φαίνεται, ὦ Σώκρατες.
” “在我看来决非一回事,苏格拉底。
ἀλλὰ μὴν ἐκ τούτων γ᾽, ἔφη, τῶν ἴσων, ἑτέρων ὄντων ἐκείνου τοῦ ἴσου, ὅμως αὐτοῦ τὴν ἐπιστήμην ἐννενόηκάς τε καὶ εἴληφας;
” “但是,你难道不是从这些相等的事物——它们与那个相等本身是不同的——中,仍然想到并获得了关于它的知识吗?
ἀληθέστατα, ἔφη, λέγεις.
” “你说得最对不过了,”他说。
οὐκοῦν ἢ ὁμοίου ὄντος τούτοις ἢ ἀνομοίου; πάνυ γε.
“这或者是由于它与这些事物相似,或者是由于它与这些事物不相似? ” “当然如此。
διαφέρει δέ γε, ἦ δ’ ὅς, οὐδέν· ἕως ἂν ἄλλο ἰδὼν ἀπὸ ταύτης τῆς ὄψεως ἄλλο ἐννοήσῃς, εἴτε ὅμοιον εἴτε ἀνόμοιον, ἀναγκαῖον, ἔφη, αὐτὸ ἀνάμνησιν γεγονέναι.
” “但这并没有什么不同,”他说,“只要你看到一样东西,并从这个视觉中想到另一样东西,无论它是相似还是不相似,这必然,”他说,“是一次回忆。
πάνυ μὲν οὖν.
” “完全如此。
τί δέ; ἦ δ’ ὅς·
” “那这个呢?
ἦ πάσχομέν τι τοιοῦτον περὶ τὰ ἐν τοῖς ξύλοις τε καὶ οἷς νυνδὴ ἐλέγομεν τοῖς ἴσοις;
”他说,“我们在面对那些木头以及我们刚才所说的相等事物时,是否也经历了类似的事情?
ἆρα φαίνεται ἡμῖν οὕτως ἴσα εἶναι ὥσπερ αὐτὸ τὸ ὃ ἔστιν, ἢ ἐνδεῖ τι ἐκείνου τῷ τοιοῦτον εἶναι οἷον τὸ ἴσον, ἢ οὐδέν;
在我们的眼里,它们显得相等,就像那个相等本身一样吗? 还是说,它们在要成为像相等本身那样的事物上,对那个东西有所欠缺,还是毫无欠缺?
καὶ πολύ γε, ἔφη, ἐνδεῖ.
” “欠缺得很多,”他说。
οὐκοῦν ὁμολογοῦμεν, ὅταν τίς τι ἰδὼν ἐννοήσῃ ὅτι βούλεται μὲν τοῦτο ὃ νῦν ἐγὼ ὁρῶ εἶναι οἷον ἄλλο τι τῶν ὄντων, ἐνδεῖ δὲ καὶ οὐ δύναται τοιοῦτον εἶναι οἷον ἐκεῖνο, ἀλλ’ ἔστιν φαυλότερον, ἀναγκαῖόν που τὸν τοῦτο ἐννοοῦντα τυχεῖν προειδότα ἐκεῖνο ᾧ φησιν αὐτὸ προσεοικέναι μέν, ἐνδεεστέρως δὲ ἔχειν;
“那么,我们是否同意:当某人看到某样东西并想到:‘我现在看到的这个东西,意图要像存在着的其他某个东西一样,但却有所欠缺,无法像那个东西一样,而是更为逊色’——那么,产生这一想法的人,必然事先已经知道了他认为这个东西所类似于但又有所欠缺的那个东西?
ἀνάγκη.
” “必然如此。
τί οὖν;
” “那么怎么样?
τὸ τοιοῦτον πεπόνθαμεν καὶ ἡμεῖς ἢ οὒ περί τε τὰ ἴσα καὶ αὐτὸ τὸ ἴσον;
我们自己对于相等的事物和相等本身,是否也经历了这样的事情?
παντάπασί γε.
” “完全如此。 ”