Humanitext Reader

柏拉图 · 斐多篇 §73

回忆的定义与日常经验中的联想例子

第 16 段,共 55 段 · 希腊语

内容简介

苏格拉底提出回忆说作为灵魂前世存在的证明,并首先通过日常例子(如感知某物唤起对另一相关事物的联想)来明确回忆的定义。

§73ΦΑΙΔ. τοῦτο δὲ ἀδύνατον, εἰ μὴ ἦν που ἡμῖν ἡ ψυχὴ πρὶν ἐν τῷδε τῷ ἀνθρωπίνῳ εἴδει γενέσθαι· ὥστε καὶ ταύτῃ ἀθάνατον ἡ ψυχή τι ἔοικεν εἶναι.
“‘而这是不可能的,除非在进入这人类的形象之前,我们的灵魂就已经存在于某处了;因此,从这一方面来看,灵魂似乎也是某种不死的东西。
ἀλλά, ὦ Κέβης, ἔφη ὁ Σιμμίας ὑπολαβών, ποῖαι τούτων αἱ ἀποδείξεις;
’” 此时西米亚斯插话道:“但是,凯贝斯,这些事情的论证是什么呢?
ὑπόμνησόν με· οὐ γὰρ σφόδρα ἐν τῷ παρόντι μέμνημαι.
让我回忆一下吧;因为我现在记得不是很清楚了。
ἑνὶ μὲν λόγῳ, ἔφη ὁ Κέβης, καλλίστῳ, ὅτι ἐρωτώμενοι οἱ ἄνθρωποι, ἐάν τις καλῶς ἐρωτᾷ, αὐτοὶ λέγουσιν πάντα ᾗ ἔχει — καίτοι εἰ μὴ ἐτύγχανεν αὐτοῖς ἐπιστήμη ἐνοῦσα καὶ ὀρθὸς λόγος, οὐκ ἂν οἷοί τ’ ἦσαν τοῦτο ποιῆσαι — ἔπειτα ἐάν τις ἐπὶ τὰ διαγράμματα ἄγῃ ἢ ἄλλο τι τῶν τοιούτων, ἐνταῦθα σαφέστατα κατηγορεῖ ὅτι τοῦτο οὕτως ἔχει.
” “用一个,”凯贝斯说,“而且是最漂亮的论点来说,当人们被提问时,如果有人善于发问,他们自己就能说明一切事情的真相——然而,如果他们心中不曾正好存有知识和正确的理性,他们是不可能做到这一点的——其次,如果有人把他们引向几何图形或其他类似的事物,在那里就会最清楚地证明,事情确实就是这样。
εἰ δὲ μὴ ταύτῃ γε, ἔφη, πείθῃ, ὦ Σιμμία, ὁ Σωκράτης, σκέψαι ἂν τῇδέ πῄ σοι σκοπουμένῳ συνδόξῃ.
” ““如果用这个办法还不能说服你,西米亚斯,”苏格拉底说,“那么你想想看,用下面这种方式来考察,是否会得到你的赞同。
ἀπιστεῖς γὰρ δὴ πῶς ἡ καλουμένη μάθησις ἀνάμνησίς ἐστιν;
因为你真的不相信所谓的学习怎么会是回忆吗?
ἀπιστῶ μέν ἔγωγε, ἦ δ’ ὃς ὁ Σιμμίας, οὔ, αὐτὸ δὲ τοῦτο, ἔφη, δέομαι παθεῖν περὶ οὗ ὁ λόγος, ἀναμνησθῆναι.
”” ““我倒不是不相信,”西米亚斯说,“但是,我需要的恰恰是经历这个论证所讨论的事情本身:回忆起来。
καὶ σχεδόν γε ἐξ ὧν Κέβης ἐπεχείρησε λέγειν ἤδη μέμνημαι καὶ πείθομαι· οὐδὲν μεντἂν ἧττον ἀκούοιμι νῦν πῇ σὺ ἐπεχείρησας λέγειν.
而事实上,从凯贝斯刚才试图说的那些话中,我已经几乎想起来并且被说服了;不过,我仍然想听听你现在打算怎么说。
τῇδ’ ἔγωγε, ἦ δ’ ὅς. ὁμολογοῦμεν γὰρ δήπου, εἴ τίς τι ἀναμνησθήσεται, δεῖν αὐτὸν τοῦτο πρότερόν ποτε ἐπίστασθαι.
”” ““我是这样想的,”他说,“因为我们无疑都同意,如果一个人要回忆起某事,他在此之前的某个时候必须已经知道这件事。
πάνυ γ᾽, ἔφη.
” “完全如此,”他说。
ἆρ’ οὖν καὶ τόδε ὁμολογοῦμεν, ὅταν ἐπιστήμη παραγίγνηται τρόπῳ τοιούτῳ, ἀνάμνησιν εἶναι;
“那么,我们是否也同意,当知识以如下的方式产生时,它就是回忆?
λέγω δὲ τίνα τρόπον; τόνδε.
我所说的是什么方式呢?
ἐάν τίς τι ἕτερον ἢ ἰδὼν ἢ ἀκούσας ἤ τινα ἄλλην αἴσθησιν λαβὼν μὴ μόνον ἐκεῖνο γνῷ, ἀλλὰ καὶ ἕτερον ἐννοήσῃ οὗ μὴ ἡ αὐτὴ ἐπιστήμη ἀλλ’ ἄλλη, ἆρα οὐχὶ τοῦτο δικαίως λέγομεν ὅτι ἀνεμνήσθη, οὗ τὴν ἔννοιαν ἔλαβεν;
是这种:如果某人在看到、听到或通过其他某种感觉感知到某样东西时,不仅认识了那样东西,而且还想到了另一样东西,而对后者的知识与前者的知识并不相同,而是不同的,那么,对于他脑海中产生的这后一样东西,我们难道不应该公允地说明他是‘回忆’起来了吗?
πῶς λέγεις;
”” ““你这是什么意思?
οἷον τὰ τοιάδε· ἄλλη που ἐπιστήμη ἀνθρώπου καὶ λύρας.
”” ““比如像这样的情况:对人的知识和对里拉琴的知识,我想大概是不同的吧。
πῶς γὰρ οὔ;
” “当然不同。
οὐκοῦν οἶσθα ὅτι οἱ ἐρασταί, ὅταν ἴδωσιν λύραν ἢ ἱμάτιον ἢ ἄλλο τι οἷς τὰ παιδικὰ αὐτῶν εἴωθε χρῆσθαι, πάσχουσι τοῦτο· ἔγνωσάν τε τὴν λύραν καὶ ἐν τῇ διανοίᾳ ἔλαβον τὸ εἶδος τοῦ παιδὸς οὗ ἦν ἡ λύρα;
” “那么,你难道不知道,当情人们看到他们的爱人平时常用的里拉琴、衣服或别的什么东西时,会经历这样的事情吗:他们认出了里拉琴,同时在脑海中浮现出那个拥有这把琴的少年的形象?
τοῦτο δέ ἐστιν ἀνάμνησις·
这就是回忆。
ὥσπερ γε καὶ Σιμμίαν τις ἰδὼν πολλάκις κέβητος ἀνεμνήσθη, καὶ ἄλλα που μυρία τοιαῦτ’ ἂν εἴη.
正如有人看到西米亚斯时,常常会回忆起凯贝斯一样,我想这种例子还有成千上万吧。
μυρία μέντοι νὴ Δία, ἔφη ὁ Σιμμίας.
”” ““天哪,确实有成千上万,”西米亚斯说。
οὐκοῦν, ἦ δ’ ὅς, τὸ τοιοῦτον ἀνάμνησίς τίς ἐστι;
” ““那么,”他说,“这种情况难道不是某种回忆吗?
μάλιστα μέντοι ὅταν τις τοῦτο πάθῃ περὶ ἐκεῖνα ἃ ὑπὸ χρόνου καὶ τοῦ μὴ ἐπισκοπεῖν ἤδη ἐπελέληστο;
尤其是当人们在面对那些由于时间和缺乏关注而已被遗忘的事物时经历这一点?
πάνυ μὲν οὖν, ἔφη.
” “完全如此,”他说。
τί δέ; ἦ δ’ ὅς·
“那这个呢?
ἔστιν ἵππον γεγραμμένον ἰδόντα καὶ λύραν γεγραμμένην ἀνθρώπου ἀναμνησθῆναι, καὶ Σιμμίαν ἰδόντα γεγραμμένον κέβητος ἀναμνησθῆναι;
”他说,“看到画像上的马和画像上的里拉琴,有没有可能回忆起人来? 而看到画像上的西米亚斯,有没有可能回忆起凯贝斯来?
πάνυ γε.
” “当然可能。 ””

词汇与语法注释

  1. 73aεἰ μὴ ἦν — 使用直说法语未完成过去时的反事实条件句。在主句中,“ἀδύνατον [ἦν]”省略了助词“ἄν”,这在表示可能、必要等意义的形容词中很常见。其含义为:“如果我们的灵魂在此之前不曾存在于某处,这本是不可能的”。
  2. 73aεἰ μὴ ἐτύγχανεν ... οὐκ ἂν οἷοί τ’ ἦσαν — 典型的反事实条件句,条件从句使用“εἰ”加直说法语未完成过去时“ἐτύγχανεν”,主句使用直说法语未完成过去时加“ἄν”(“οὐκ ἂν οἷοί τ’ ἦσαν”)。分词“ἐνοῦσα”是“ἐτύγχανεν”的补充分词。全句意为:“如果他们心中不曾存有知识和正确的理性,他们是不可能做到这一点的”。
  3. 73cδεῖν αὐτὸν — 隶属于“ὁμολογοῦμεν”的、间接引语中的“带宾格的不定式”结构。无人称动词“δεῖ”变为不定式“δεῖν”,其逻辑主语由宾格“αὐτόν”表示。其后的“ἐπίστασθαι”是依赖于“δεῖν”的不定式。
  4. 73cοὗ μὴ — 关系代名词“οὗ”(属格、中性、单数)指代先行词“ἕτερον”。该属格作为名词“ἐπιστήμη”的宾格性属格起作用(即“关于该事物的知识”)。

引用这一段

柏拉图, 斐多篇 §73. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg004.humanitext-grc2:73

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。