Humanitext Reader

柏拉图 · 斐多篇 §72

循环生成的必然性与回忆说的提出

第 15 段,共 55 段 · 希腊语

内容简介

苏格拉底论证说,生成过程必须是循环互补的而非单向直线的,否则万物最终都将归于睡眠或死亡的单一状态。凯贝斯完全赞同,并进而提出苏格拉底常说的“学习即回忆”的观点,以此作为灵魂生前即已存在的进一步证据。

§72ΦΑΙΔ. οὐκοῦν, ἦ δ’ ὅς, εἴπερ ἔστι τὸ ἀναβιώσκεσθαι, ἐκ τῶν τεθνεώτων ἂν εἴη γένεσις εἰς τοὺς ζῶντας αὕτη, τὸ ἀναβιώσκεσθαι;
“那么,”他说,“如果重新活过来确实存在,这重新活过来,不就是从死者向生者的生成吗?
πάνυ γε.
” “完全如此。
ὁμολογεῖται ἄρα ἡμῖν καὶ ταύτῃ τοὺς ζῶντας ἐκ τῶν τεθνεώτων γεγονέναι οὐδὲν ἧττον ἢ τοὺς τεθνεῶτας ἐκ τῶν ζώντων, τούτου δὲ ὄντος ἱκανόν που ἐδόκει τεκμήριον εἶναι ὅτι ἀναγκαῖον τὰς τῶν τεθνεώτων ψυχὰς εἶναί που, ὅθεν δὴ πάλιν γίγνεσθαι.
” “因此,通过这种方式,我们也同意了活人由死者产生,这绝不亚于死者由活人产生;而在这一前提下,这似乎是一个充分的证据,说明死者的灵魂必然存在于某处,并从那里再次产生。
δοκεῖ μοι, ἔφη, ὦ Σώκρατες, ἐκ τῶν ὡμολογημένων ἀναγκαῖον οὕτως ἔχειν.
” “苏格拉底啊,”他说,“根据我们所同意的,在我看来必然是这样。
ἰδὲ τοίνυν οὕτως, ἔφη, ὦ Κέβης, ὅτι οὐδ’ ἀδίκως ὡμολογήκαμεν, ὡς ἐμοὶ δοκεῖ.
” “那么,凯贝斯,”他说,“请按如下方式来看,我们会发现,依我之见,我们的同意并不是毫无道理的。
εἰ γὰρ μὴ ἀεὶ ἀνταποδιδοίη τὰ ἕτερα τοῖς ἑτέροις γιγνόμενα, ὡσπερεὶ κύκλῳ περιιόντα, ἀλλ’ εὐθεῖά τις εἴη ἡ γένεσις ἐκ τοῦ ἑτέρου μόνον εἰς τὸ καταντικρὺ καὶ μὴ ἀνακάμπτοι πάλιν ἐπὶ τὸ ἕτερον μηδὲ καμπὴν ποιοῖτο, οἶσθ’ ὅτι πάντα τελευτῶντα τὸ αὐτὸ σχῆμα ἂν σχοίη καὶ τὸ αὐτὸ πάθος ἂν πάθοι καὶ παύσαιτο γιγνόμενα;
因为,如果那些生成的事物不能总是互相对应地交替回报,就像循环往复地运动,而生成只是从一端向其对立面单向直线进行,不再折回到另一端,也不作任何转折,你可知道,最终所有的事物都会呈现相同的形态,遭受相同的状态,并停止生成吗?
πῶς λέγεις;
” “你这是什么意思?
ἔφη.
”他说。
οὐδὲν χαλεπόν, ἦ δ’ ὅς, ἐννοῆσαι ὃ λέγω· ἀλλ’ οἷον εἰ τὸ καταδαρθάνειν μὲν εἴη, τὸ δ’ ἀνεγείρεσθαι μὴ ἀνταποδιδοίη γιγνόμενον ἐκ τοῦ καθεύδοντος, οἶσθ’ ὅτι τελευτῶντα πάντ’ ἂν λῆρον τὸν Ἐνδυμίωνα ἀποδείξειεν καὶ οὐδαμοῦ ἂν φαίνοιτο διὰ τὸ καὶ τἆλλα πάντα ταὐτὸν ἐκείνῳ πεπονθέναι, καθεύδειν.
“要理解我所说的并不困难,”他说,“例如,如果只有入睡,而从睡眠者中生成醒来这一过程不作交替回报,你可知道,最终所有的一切都会使恩底弥翁显得微不足道,并且他将无处显现,因为其他所有事物也都会遭受和他一样的状态,即一直处于睡眠之中。
κἂν εἰ συγκρίνοιτο μὲν πάντα, διακρίνοιτο δὲ μή, ταχὺ ἂν τὸ τοῦ Ἀναξαγόρου γεγονὸς εἴη, ὁμοῦ πάντα χρήματα.
而且,如果所有的事物都被结合,而没有被分离,那么阿那克萨戈拉所说的情况就会迅速发生:‘万物混杂在一起’。
ὡσαύτως δέ, ὦ φίλε Κέβης, καὶ εἰ ἀποθνῄσκοι μὲν πάντα ὅσα τοῦ ζῆν μεταλάβοι, ἐπειδὴ δὲ ἀποθάνοι, μένοι ἐν τούτῳ τῷ σχήματι τὰ τεθνεῶτα καὶ μὴ πάλιν ἀναβιώσκοιτο, ἆρ’ οὐ πολλὴ ἀνάγκη τελευτῶντα πάντα τεθνάναι καὶ μηδὲν ζῆν;
同样地,亲爱的凯贝斯,如果所有分享了生命的事物都死去了,而当它们死后,死者就一直停留在这种状态中,不再重新活过来,那么最终所有的一切都归于死亡,没有任何东西能活着,这难道不是极大的必然吗?
εἰ γὰρ ἐκ μὲν τῶν ἄλλων τὰ ζῶντα γίγνοιτο, τὰ δὲ ζῶντα θνῄσκοι, τίς μηχανὴ μὴ οὐχὶ πάντα καταναλωθῆναι εἰς τὸ τεθνάναι;
因为,如果活的事物是从其他事物中产生的,而活的事物又会死去,那么有什么办法能阻止一切不被消耗到死亡之中呢?
οὐδὲ μία μοι δοκεῖ, ἔφη ὁ Κέβης, ὦ Σώκρατες, ἀλλά μοι δοκεῖς παντάπασιν ἀληθῆ λέγειν.
” “在我看来,没有任何办法,苏格拉底,”凯贝斯说,“相反,我觉得你所说的完全是真理。
ἔστιν γάρ, ἔφη, ὦ Κέβης, ὡς ἐμοὶ δοκεῖ, παντὸς μᾶλλον οὕτω, καὶ ἡμεῖς αὐτὰ ταῦτα οὐκ ἐξαπατώμενοι ὁμολογοῦμεν, ἀλλ’ ἔστι τῷ ὄντι καὶ τὸ ἀναβιώσκεσθαι καὶ ἐκ τῶν τεθνεώτων τοὺς ζῶντας γίγνεσθαι καὶ τὰς τῶν τεθνεώτων ψυχὰς εἶναι.
” “凯贝斯啊,”他说,“依我之见,这比什么都更确实,我们并非在自我欺骗中同意这些事情的,而是确实存在着重新活过来,活人从死者中产生,以及死者的灵魂存在。
καὶ μήν, ἔφη ὁ Κέβης ὑπολαβών, καὶ κατ’ ἐκεῖνόν γε τὸν λόγον, ὦ Σώκρατες, εἰ ἀληθής ἐστιν, ὃν σὺ εἴωθας θαμὰ λέγειν, ὅτι ἡμῖν ἡ μάθησις οὐκ ἄλλο τι ἢ ἀνάμνησις τυγχάνει οὖσα, καὶ κατὰ τοῦτον ἀνάγκη που ἡμᾶς ἐν προτέρῳ τινὶ χρόνῳ μεμαθηκέναι ἃ νῦν ἀναμιμνῃσκόμεθα.
” 于是凯贝斯接过话头说:“苏格拉底啊,根据你经常提到的那个论点(如果它是真的话),即我们的学习其实不过是回忆,那么根据这个论点,我们在以前的某个时间里,也必然已经学习过我们现在所回忆起来的事情了。 ”

词汇与语法注释

  1. 72aτούτου δὲ ὄντος ἱκανόν που ἐδόκει τεκμήριον εἶναι — 短语 `τούτου δὲ ὄντος` 是属格独立结构,起条件或伴随状语作用(“既然如此”/“如果这是事实”)。随后的 `ὅτι` 从句(`ὅτι ἀναγκαῖον...`)作为同位语名词性从句,用以解释 `τεκμήριον`(“证据”)的具体内容。
  2. 72bεἰ γὰρ μὴ ἀεὶ ἀνταποδιδοίη ... ἂν σχοίη — 这是一个假设条件句(将来较少可能/潜在条件句),在条件从句中采用 `εἰ` 搭配 optative 希求语气(`ἀνταποδιδοίη`, `εἴη`, `ἀνακάμπτοι`, `ποιοῖτο`),在主句中采用 `ἂν` 搭配 optative 希求语气(`ἂν σχοίη`, `ἂν πάθοι`, `παύσαιτο`)。它展现了一个纯粹理论性的或违背事实的情境,以说明逻辑上的荒谬性。
  3. 72dτίς μηχανὴ μὴ οὐχὶ πάντα καταναλωθῆναι — 双重否定词 `μὴ οὐχὶ` 与不定式 `καταναλωθῆναι` 连用,这是因为前面是一个修辞性疑问句 `τίς μηχανὴ`(意为“有什么办法[来阻止]……”,实质上表示否定“没有任何办法”)。在希腊语中,当表示阻止、否认或怀疑的表达本身被否定或被疑问时,后面的不定式通常带 `μὴ οὐ`。

引用这一段

柏拉图, 斐多篇 §72. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg004.humanitext-grc2:72

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。