Humanitext Reader

柏拉图 · 斐多篇 §71

相反事物的双向生成与生死循环论证

第 14 段,共 55 段 · 希腊语

内容简介

苏格拉底以大小、强弱等对立面为例,论证相反的事物相互生成的普遍原则。随后他指出,生与死也是一对相反的事物,且在两者之间存在双向的生成过程,从而推论出活人由死者产生、灵魂必然存在于冥府。

§71ΦΑΙΔ. οὐκοῦν κἂν ἔλαττον γίγνηται, ἐκ μείζονος ὄντος πρότερον ὕστερον ἔλαττον γενήσεται;
“那么,即使它变小,是否也是先大,然后在后面变小的?
ἔστιν οὕτω, ἔφη.
” “正是这样,”他说。
καὶ μὴν ἐξ ἰσχυροτέρου γε τὸ ἀσθενέστερον καὶ ἐκ βραδυτέρου τὸ θᾶττον;
“而且更弱的确实是从更强的产生,更快的从更慢的产生?
πάνυ γε.
” “完全如此。
τί δέ;
” “那么,这又如何?
ἄν τι χεῖρον γίγνηται, οὐκ ἐξ ἀμείνονος, καὶ ἂν δικαιότερον, ἐξ ἀδικωτέρου;
如果某物变得更坏,难道不是从更好的而来;如果变得更公正,难道不是从更不公正的而来?
πῶς γὰρ οὔ;
” “怎么会不是呢?
ἱκανῶς οὖν, ἔφη, ἔχομεν τοῦτο, ὅτι πάντα οὕτω γίγνεται, ἐξ ἐναντίων τὰ ἐναντία πράγματα;
” “那么,”他说,“我们是否已经充分确立了这一点:一切事物都是这样生成的,即相反的事物从其相反面中生成?
πάνυ γε.
” “完全如此。
τί δ’ αὖ; ἔστι τι καὶ τοιόνδε ἐν αὐτοῖς, οἷον μεταξὺ ἀμφοτέρων πάντων τῶν ἐναντίων δυοῖν ὄντοιν δύο γενέσεις, ἀπὸ μὲν τοῦ ἑτέρου ἐπὶ τὸ ἕτερον, ἀπὸ δ’ αὖ τοῦ ἑτέρου πάλιν ἐπὶ τὸ ἕτερον·
” “那么,再者:在它们之中是否也存在着这样的情况,即在所有这些相反的两两事物之间,存在着两种生成的过程,从这一方到那一方,再从那一方回到这一方?
μείζονος μὲν πράγματος καὶ ἐλάττονος μεταξὺ αὔξησις καὶ φθίσις, καὶ καλοῦμεν οὕτω τὸ μὲν αὐξάνεσθαι, τὸ δὲ φθίνειν;
例如,在较大事物与较少事物之间,有增加与减少,我们便这样称呼它们:一方为‘增加’,另一方为‘减少’?
ναί, ἔφη.
” “是的,”他说。
οὐκοῦν καὶ διακρίνεσθαι καὶ συγκρίνεσθαι, καὶ ψύχεσθαι καὶ θερμαίνεσθαι, καὶ πάντα οὕτω, κἂν εἰ μὴ χρώμεθα τοῖς ὀνόμασιν ἐνιαχοῦ, ἀλλ’ ἔργῳ γοῦν πανταχοῦ οὕτως ἔχειν ἀναγκαῖον, γίγνεσθαί τε αὐτὰ ἐξ ἀλλήλων γένεσίν τε εἶναι ἑκατέρου εἰς ἄλληλα;
“因此,分离与结合、冷却与变热,以及一切事物都同样如此,即使我们有时不用这些名称,但至少在实际上,在任何地方都必然是这样:它们相互生成,且存在着各自向对方生成的生成过程?
πάνυ μὲν οὖν, ἦ δ᾽ ὅς.
” “完全如此,”他说。
τί οὖν; ἔφη, τῷ ζῆν ἐστί τι ἐναντίον, ὥσπερ τῷ ἐγρηγορέναι τὸ καθεύδειν;
“那么,”他说,“生命是否有其相反面,就像醒着与睡着相对立一样?
πάνυ μὲν οὖν, ἔφη.
” “完全如此,”他说。
τί;
“是什么?
τὸ τεθνάναι, ἔφη.
” “死亡,”他说。
οὐκοῦν ἐξ ἀλλήλων τε γίγνεται ταῦτα, εἴπερ ἐναντία ἐστιν, καὶ αἱ γενέσεις εἰσὶν αὐτοῖν μεταξὺ δύο δυοῖν ὄντοιν;
“那么,如果它们确实是相反的,它们不也是相互生成,且在它们这两个事物之间,存在着两种生成的过程吗?
πῶς γὰρ οὔ;
” “怎么会不是呢?
τὴν μὲν τοίνυν ἑτέραν συζυγίαν ὧν νυνδὴ ἔλεγον ἐγώ σοι, ἔφη, ἐρῶ, ὁ Σωκράτης, καὶ αὐτὴν καὶ τὰς γενέσεις· σὺ δέ μοι τὴν ἑτέραν.
” “那么,”苏格拉底说,“刚才我所说的那些配对中,我来告诉你其中一对,包括这对事物本身以及它们的生成过程;你则告诉我另一对。
λέγω δὲ τὸ μὲν καθεύδειν, τὸ δὲ ἐγρηγορέναι, καὶ ἐκ τοῦ καθεύδειν τὸ ἐγρηγορέναι γίγνεσθαι καὶ ἐκ τοῦ ἐγρηγορέναι τὸ καθεύδειν, καὶ τὰς γενέσεις αὐτοῖν τὴν μὲν καταδαρθάνειν εἶναι, τὴν δ’ ἀνεγείρεσθαι.
我说的是,一方是睡着,另一方是醒着,从睡着中产生醒着,从醒着中产生睡着;而它们两者的生成过程,一个是入睡,另一个是醒来。
ἱκανῶς σοι, ἔφη, ἢ οὔ;
这对你来说是否足够,”他说,“还是不够?
πάνυ μὲν οὖν.
” “完全足够。
λέγε δή μοι καὶ σύ, ἔφη, οὕτω περὶ ζωῆς καὶ θανάτου.
” “那么,你也同样,”他说,“告诉我关于生命和死亡的事。
οὐκ ἐναντίον μὲν φῂς τῷ ζῆν τὸ τεθνάναι εἶναι;
你不是说死亡是生存的相反面吗?
ἔγωγε.
” “我是这么说的。
γίγνεσθαι δὲ ἐξ ἀλλήλων;
” “它们也是相互生成吗?
ναί.
” “是的。
ἐξ οὖν τοῦ ζῶντος τί τὸ γιγνόμενον;
” “那么,从活的事物中生成的是什么?
τὸ τεθνηκός, ἔφη.
” “死的事物,”他说。
τί δέ, ἦ δ’ ὅς, ἐκ τοῦ τεθνεῶτος;
“那么,”他说,“从死的事物中生成的是什么?
ἀναγκαῖον, ἔφη, ὁμολογεῖν ὅτι τὸ ζῶν.
” “必须承认,”他说,“是活的事物。
ἐκ τῶν τεθνεώτων ἄρα, ὦ Κέβης, τὰ ζῶντά τε καὶ οἱ ζῶντες γίγνονται;
” “那么,凯贝斯,活的事物和活人是从死者中生成的了?
φαίνεται, ἔφη.
” “似乎是这样,”他说。
εἰσὶν ἄρα, ἔφη, αἱ ψυχαὶ ἡμῶν ἐν Ἅιδου.
“那么,”他说,“我们的灵魂是在冥府了。
ἔοικεν.
” “似乎如此。
οὐκοῦν καὶ τοῖν γενεσέοιν τοῖν περὶ ταῦτα ἥ γ’ ἑτέρα σαφὴς οὖσα τυγχάνει;
” “那么,关于这些的两种生成过程中,至少其中一个显然是清楚存在的?
τὸ γὰρ ἀποθνῄσκειν σαφὲς δήπου, ἢ οὔ;
因为死亡无疑是清楚的,不是吗?
πάνυ μὲν οὖν, ἔφη.
” “完全如此,”他说。
πῶς οὖν, ἦ δ’ ὅς, ποιήσομεν;
“那么我们该怎么办? ”他说。
οὐκ ἀνταποδώσομεν τὴν ἐναντίαν γένεσιν, ἀλλὰ ταύτῃ χωλὴ ἔσται ἡ φύσις;
“我们不提供与之相反的生成过程,而是让自然在这一方面残缺吗?
ἢ ἀνάγκη ἀποδοῦναι τῷ ἀποθνῄσκειν ἐναντίαν τινὰ γένεσιν;
还是必须给死亡分配某种相反的生成过程?
πάντως που, ἔφη.
” “无论如何都要分配,”他说。
τίνα ταύτην;
“那是什么?
τὸ ἀναβιώσκεσθαι.
” “重新活过来。 ”

词汇与语法注释

  1. 71aκἂν — κἄν 是 καὶ ἐάν(即使……,或者如果……)的缩约。它与前一句的条件从句结构相平行,其主句由将来时直陈语气 γενήσεται 呼应。
  2. 71bδυοῖν ὄντοιν — 存在动词 εἰμί 现在分词的双数属格形式。它与介词 μεταξύ 支配的属格名词短语 ἀμφοτέρων πάντων τῶν ἐναντίων 作同格成分,意为“在所有两两对立的事物之间”。此处并非属格独立结构。
  3. 71eτοῖν γενεσέοιν τοῖν περὶ ταῦτα — 第三变格阴性名词 γένεσις 的双数属格形式 γενεσέοιν,以及与之呼应的双数属格冠词 τοῖν。在古典雅典方言中,阴性双数名词的冠词和形容词通常共用阳性双数形式(如 τοῖν)。

引用这一段

柏拉图, 斐多篇 §71. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg004.humanitext-grc2:71

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。