Humanitext Reader

柏拉图 · 斐多篇 §70

关于灵魂死后消散的疑虑与相反相生论

第 13 段,共 55 段 · 希腊语

内容简介

凯贝斯针对苏格拉底的观点提出疑虑,担心灵魂在人死后会消散。为此,苏格拉底开始了关于灵魂不朽的讨论,并提出了一个普遍原则:所有具有相反面的事物都是从其相反面中生成的。

§70ΦΑΙΔ. εἰπόντος δὴ τοῦ Σωκράτους ταῦτα, ὑπολαβὼν ὁ Κέβης ἔφη· ὦ Σώκρατες, τὰ μὲν ἄλλα ἔμοιγε δοκεῖ καλῶς λέγεσθαι, τὰ δὲ περὶ τῆς ψυχῆς πολλὴν ἀπιστίαν παρέχει τοῖς ἀνθρώποις μή, ἐπειδὰν ἀπαλλαγῇ τοῦ σώματος, οὐδαμοῦ ἔτι ᾖ, ἀλλ’ ἐκείνῃ τῇ ἡμέρᾳ διαφθείρηταί τε καὶ ἀπολλύηται ᾗ ἂν ὁ ἄνθρωπος ἀποθνῄσκῃ, εὐθὺς ἀπαλλαττομένη τοῦ σώματος, καὶ ἐκβαίνουσα ὥσπερ πνεῦμα ἢ καπνὸς διασκεδασθεῖσα οἴχηται διαπτομένη καὶ οὐδὲν ἔτι οὐδαμοῦ ᾖ.
斐多:苏格拉底说完了这些话,凯贝斯接着说道:“苏格拉底,其他方面在我看来都说得很好,但关于灵魂的事情,却给人们带来了极大的疑虑:担心它一旦脱离肉体,就不再存在于任何地方,而是在人死去的那个日子里,一脱离肉体就立刻消散,像风或烟一样飘散飞逝,从此无处寻觅。
ἐπεί, εἴπερ εἴη που αὐτὴ καθ’ αὑτὴν συνηθροισμένη καὶ ἀπηλλαγμένη τούτων τῶν κακῶν ὧν σὺ νυνδὴ διῆλθες, πολλὴ ἂν εἴη ἐλπὶς καὶ καλή, ὦ Σώκρατες, ὡς ἀληθῆ ἐστιν ἃ σὺ λέγεις·
因为,如果灵魂能够聚集在自身,并摆脱你刚才所列举的那些恶,在某个地方独立存在,那么,苏格拉底,我们就会有很大且美好的希望,相信你所说的是真实的。
ἀλλὰ τοῦτο δὴ ἴσως οὐκ ὀλίγης παραμυθίας δεῖται καὶ πίστεως, ὡς ἔστι τε ψυχὴ ἀποθανόντος τοῦ ἀνθρώπου καί τινα δύναμιν ἔχει καὶ φρόνησιν.
但是,这件事本身也许需要不少的说服和确证,即:人死后灵魂依然存在,并且拥有某种力量和智慧。
ἀληθῆ, ἔφη, λέγεις, ὁ Σωκράτης, ὦ Κέβης·
” 苏格拉底说:“凯贝斯,你说的对。
ἀλλὰ τί δὴ ποιῶμεν;
那我们该怎么做呢?
ἢ περὶ αὐτῶν τούτων βούλει διαμυθολογῶμεν, εἴτε εἰκὸς οὕτως ἔχειν εἴτε μή;
你是否愿意我们就这些事情进行讨论,看看情况是否可能如此?
ἐγὼ γοῦν, ἔφη ὁ Κέβης, ἡδέως ἂν ἀκούσαιμι ἥντινα δόξαν ἔχεις περὶ αὐτῶν.
” 凯贝斯说:“我至少是很乐意听听你对这些事情有什么看法的。
οὔκουν γ’ ἂν οἶμαι, ἦ δ’ ὃς ὁ Σωκράτης, εἰπεῖν τινα νῦν ἀκούσαντα, οὐδ’ εἰ κωμῳδοποιὸς εἴη, ὡς ἀδολεσχῶ καὶ οὐ περὶ προσηκόντων τοὺς λόγους ποιοῦμαι.
” 苏格拉底说:“我想,现在听我们说话的人,即使是个喜剧作家,也不会说我在闲扯、在谈论不关己的事。
εἰ οὖν δοκεῖ, χρὴ διασκοπεῖσθαι.
既然大家都这么想,我们就必须进行探讨。
σκεψώμεθα δὲ αὐτὸ τῇδέ πῃ, εἴτ’ ἄρα ἐν Ἅιδου εἰσὶν αἱ ψυχαὶ τελευτησάντων τῶν ἀνθρώπων εἴτε καὶ οὔ.
那我们像这样来考察一下:死者的灵魂究竟是在冥府,还是不在。
παλαιὸς μὲν οὖν ἔστι τις λόγος οὗ μεμνήμεθα, ὡς εἰσὶν ἐνθένδε ἀφικόμεναι ἐκεῖ, καὶ πάλιν γε δεῦρο ἀφικνοῦνται καὶ γίγνονται ἐκ τῶν τεθνεώτων·
有一条我们都记得的古老传说,说灵魂是从这里去往那里的,又重新回到这里,从死者中诞生。
καὶ εἰ τοῦθ’ οὕτως ἔχει, πάλιν γίγνεσθαι ἐκ τῶν ἀποθανόντων τοὺς ζῶντας, ἄλλο τι ἢ εἶεν ἂν αἱ ψυχαὶ ἡμῶν ἐκεῖ;
如果情况确实如此,即活人重新由死者而生,那么这不就意味着我们的灵魂在那里吗?
οὐ γὰρ ἄν που πάλιν ἐγίγνοντο μὴ οὖσαι, καὶ τοῦτο ἱκανὸν τεκμήριον τοῦ ταῦτ’ εἶναι, εἰ τῷ ὄντι φανερὸν γίγνοιτο ὅτι οὐδαμόθεν ἄλλοθεν γίγνονται οἱ ζῶντες ἢ ἐκ τῶν τεθνεώτων· εἰ δὲ μὴ ἔστι τοῦτο, ἄλλου ἄν του δέοι λόγου.
因为,如果它们不存在,它们应该就无法重新诞生。 如果确实能证明,活人不是从别处、而只能是从死者中诞生,那么这就是这一点的充分证据;但如果不成,我们就需要别的论证了。
πάνυ μὲν οὖν, ἔφη ὁ Κέβης.
” 凯贝斯说:“完全如此。
μὴ τοίνυν κατ᾽ ἀνθρώπων, ἦ δ’ ὅς, σκόπει μόνον τοῦτο, εἰ βούλει ῥᾷον μαθεῖν, ἀλλὰ καὶ κατὰ ζῴων πάντων καὶ φυτῶν, καὶ συλλήβδην ὅσαπερ ἔχει γένεσιν περὶ πάντων ἴδωμεν ἆρ’ οὑτωσὶ γίγνεται πάντα, οὐκ ἄλλοθεν ἢ ἐκ τῶν ἐναντίων τὰ ἐναντία, ὅσοις τυγχάνει ὂν τοιοῦτόν τι, οἷον τὸ καλὸν τῷ αἰσχρῷ ἐναντίον που καὶ δίκαιον ἀδίκῳ, καὶ ἄλλα δὴ μυρία οὕτως ἔχει.
” 苏格拉底说:“那么,如果你想更容易地理解,就不要只看人类,还要看看所有的动物和植物,总之,让我们看看所有具有生成过程的事物,看看是否一切事物都是这样生成的:即相反的事物从其相反的事物中生成,只要它们之间存在这种对立关系。 比如,美是丑的相反面,正义是不正义的相反面,还有无数其他这样的例子。
τοῦτο οὖν σκεψώμεθα, ἆρα ἀναγκαῖον ὅσοις ἔστι τι ἐναντίον, μηδαμόθεν ἄλλοθεν αὐτὸ γίγνεσθαι ἢ ἐκ τοῦ αὐτῷ ἐναντίου.
因此我们来考虑一下:对于所有有其相反面的事物,它是否必然只从其相反面中生成,而不能从别处生成。
οἷον ὅταν μεῖζόν τι γίγνηται, ἀνάγκη που ἐξ ἐλάττονος ὄντος πρότερον ἔπειτα μεῖζον γίγνεσθαι;
例如,当某物变大时,它是否必然是先小,然后变大的?
ναί.
” “是的。 ”

词汇与语法注释

  1. 70aμή — 由表示疑虑、担心的名词 `ἀπιστίαν` 引导,构成表示担忧内容的从属节(“担心/怀疑……是否会发生”)。在此并非简单的否定,而是类似于表示恐惧的从句的用法。
  2. 70cἄλλο τι ἤ — 意思是“难道不就是……吗”(相当于拉丁语的 *nonne*)。由 `ἄλλο τι`(难道是别的吗)和 `ἤ`(还是)融合而成的惯用表达,用以引导语气强烈的肯定疑问句。
  3. 70dμὴ οὖσαι — 表条件的伴随分词(相当于 `εἰ μὴ εἶεν` 或 `εἰ μὴ ἦσαν`)。由于主句谓语带有 `ἄν`(表虚拟/相反事实),分词否定词使用 `μή`,译为“如果它们不存在的话”。

引用这一段

柏拉图, 斐多篇 §70. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg004.humanitext-grc2:70

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。