§65ΦΑΙΔ. ἆρ᾽ οὖν πρῶτον μὲν ἐν τοῖς τοιούτοις δῆλός ἐστιν ὁ φιλόσοφος ἀπολύων ὅτι μάλιστα τὴν ψυχὴν ἀπὸ τῆς τοῦ σώματος κοινωνίας διαφερόντως τῶν ἄλλων ἀνθρώπων;
斐多:苏格拉底说:“那么首先,在这些事情上,哲学家显然比其他任何人都要更加显著地把灵魂从与身体的交往中解放出来,不是吗?
φαίνεται.
”西米亚斯:“确实如此。
καὶ δοκεῖ γέ που, ὦ Σιμμία, τοῖς πολλοῖς ἀνθρώποις ᾧ μηδὲν ἡδὺ τῶν τοιούτων μηδὲ μετέχει αὐτῶν οὐκ ἄξιον εἶναι ζῆν, ἀλλ’ ἐγγύς τι τείνειν τοῦ τεθνάναι ὁ μηδὲν φροντίζων τῶν ἡδονῶν αἳ διὰ τοῦ σώματός εἰσιν.
”苏格拉底:“西米亚斯,在大众看来,凡是觉得这些事情毫无乐趣、不参与其中的人,是不配活着的,而那些完全不关心通过身体获得的快乐的人,简直就接近于死亡。
πάνυ μὲν οὖν ἀληθῆ λέγεις.
”西米亚斯:“你说的完全是真话。
τί δὲ δὴ περὶ αὐτὴν τὴν τῆς φρονήσεως κτῆσιν;
”苏格拉底:“那么关于智慧本身的获得呢?
πότερον ἐμπόδιον τὸ σῶμα ἢ οὔ, ἐάν τις αὐτὸ ἐν τῇ ζητήσει κοινωνὸν συμπαραλαμβάνῃ;
在探求过程中,如果有人把身体带作伙伴,它究竟是障碍还是不是呢?
οἷον τὸ τοιόνδε λέγω· ἆρα ἔχει ἀλήθειάν τινα ὄψις τε καὶ ἀκοὴ τοῖς ἀνθρώποις, ἢ τά γε τοιαῦτα καὶ οἱ ποιηταὶ ἡμῖν ἀεὶ θρυλοῦσιν, ὅτι οὔτ’ ἀκούομεν ἀκριβὲς οὐδὲν οὔτε ὁρῶμεν;
”苏格拉底:“我的意思是像这样的:视觉和听觉对人类来说有任何真实性吗? 或者,正如诗人们总是向我们念叨的那样,我们既听不准任何东西,也看不清任何东西?
καίτοι εἰ αὗται τῶν περὶ τὸ σῶμα αἰσθήσεων μὴ ἀκριβεῖς εἰσιν μηδὲ σαφεῖς, σχολῇ αἵ γε ἄλλαι· πᾶσαι γάρ που τούτων φαυλότεραί εἰσιν.
然而,如果这些关于身体的感觉都不准确、不清晰,那么其余的感觉就更不用提了;因为它们显然都比这两个要差。
ἢ σοὶ οὐ δοκοῦσιν;
或者你认为不是这样吗?
πάνυ μὲν οὖν, ἔφη.
”西米亚斯说:“确实如此。
πότε οὖν, ἦ δ’ ὅς, ἡ ψυχὴ τῆς ἀληθείας ἅπτεται;
”苏格拉底说:“那么什么时候,”他说,“灵魂何时能触及真理?
ὅταν μὲν γὰρ μετὰ τοῦ σώματος ἐπιχειρῇ τι σκοπεῖν, δῆλον ὅτι τότε ἐξαπατᾶται ὑπ’ αὐτοῦ.
因为每当它试图与身体一起探究某些事物时,显然它就会被身体所欺骗。
ἀληθῆ λέγεις.
” 西米亚斯:“你说得对。
ἆρ’ οὖν οὐκ ἐν τῷ λογίζεσθαι εἴπερ που ἄλλοθι κατάδηλον αὐτῇ γίγνεταί τι τῶν ὄντων;
”苏格拉底:“那么,如果有什么真实存在的东西向灵魂显现,不正是通过思考,而非在其他任何地方吗?
ναί.
”西米亚斯:“是的。
λογίζεται δέ γέ που τότε κάλλιστα, ὅταν αὐτὴν τούτων μηδὲν παραλυπῇ, μήτε ἀκοὴ μήτε ὄψις μήτε ἀλγηδὼν μηδέ τις ἡδονή, ἀλλ’ ὅτι μάλιστα αὐτὴ καθ’ αὑτὴν γίγνηται ἐῶσα χαίρειν τὸ σῶμα, καὶ καθ’ ὅσον δύναται μὴ κοινωνοῦσα αὐτῷ μηδ᾽ ἁπτομένη ὀρέγηται τοῦ ὄντος.
”苏格拉底:“而当这些东西——无论是听觉、视觉、痛苦,还是任何快乐——都不来打扰它时,当它尽可能地独处,告别身体,并在尽可能不与身体交往、不发生接触的情况下,去追求真实存在的事物时,它往往思考得最好,不是吗?
ἔστι ταῦτα.
”西米亚斯:“确是如此。
οὐκοῦν καὶ ἐνταῦθα ἡ τοῦ φιλοσόφου ψυχὴ μάλιστα ἀτιμάζει τὸ σῶμα καὶ φεύγει ἀπ’ αὐτοῦ, ζητεῖ δὲ αὐτὴ καθ’ αὑτὴν γίγνεσθαι;
”苏格拉底:“所以,在这里,哲学者的灵魂也最强烈地鄙视身体,逃离它,并寻求独自存在,不是吗?
φαίνεται.
”西米亚斯:“确实如此。
τί δὲ δὴ τὰ τοιάδε, ὦ Σιμμία;
”苏格拉底:“西米亚斯,那么对于以下这些事情,我们该怎么说呢?
φαμέν τι εἶναι δίκαιον αὐτὸ ἢ οὐδέν;
我们承认有‘正义本身’这回事,还是不承认呢?
φαμὲν μέντοι νὴ Δία.
”西米亚斯:“凭宙斯起誓,我们当然说它是存在的。
καὶ αὖ καλόν γέ τι καὶ ἀγαθόν;
”苏格拉底:“另外,还有‘美本身’和‘善本身’吗?
πῶς δ’ οὔ;
”西米亚斯:“怎么会不呢?
ἤδη οὖν πώποτέ τι τῶν τοιούτων τοῖς ὀφθαλμοῖς εἶδες;
”苏格拉底:“那么,你曾几何时用眼睛看见过这之中的任何一样吗?
οὐδαμῶς, ἦ δ’ ὅς.
”西米亚斯说:“绝没有。
ἀλλ’ ἄλλῃ τινὶ αἰσθήσει τῶν διὰ τοῦ σώματος ἐφήψω αὐτῶν;
”苏格拉底:“那么,你是通过身体的任何其他感官触及它们的吗?
λέγω δὲ περὶ πάντων, οἷον μεγέθους πέρι, ὑγιείας, ἰσχύος, καὶ τῶν ἄλλων ἑνὶ λόγῳ ἁπάντων τῆς οὐσίας ὃ τυγχάνει ἕκαστον ὄν·
我指的是所有这些事物,比如大小、健康、力量,一句话,就是其他一切事物的本质,即它们各自的真实存在。
ἆρα διὰ τοῦ σώματος αὐτῶν τὸ ἀληθέστατον θεωρεῖται, ἢ ὧδε ἔχει·
难道它们最真实的状况是通过身体来被观照的吗?
ὃς ἂν μάλιστα ἡμῶν καὶ ἀκριβέστατα παρασκευάσηται αὐτὸ ἕκαστον διανοηθῆναι περὶ οὗ σκοπεῖ, οὗτος ἂν ἐγγύτατα ἴοι τοῦ γνῶναι ἕκαστον;
或者情况是这样的:我们中谁若能做最充分、最精确的准备去思考他所探求的每一个事物本身,谁就能最接近认识它们中的每一个?
πάνυ μὲν οὖν.
”西米亚斯:“确实完全如此。 ”