Humanitext Reader

柏拉图 · 斐多篇 §64

哲学作为练习死亡与轻视肉体享乐

第 7 段,共 55 段 · 希腊语

内容简介

苏格拉底向作为法官的西米亚斯和策贝斯展开申辩,指出真正的哲学家毕生都在追求“走向死亡”和“处于死亡状态”,因此当死亡真正降临时,对其感到愤慨是极其荒谬的。他通过与西米亚斯的对话,将哲学家定义为鄙视肉体享乐及物质装饰、将精力完全转向灵魂的人。

§64ΦΑΙΔ. ἀλλ’ ὑμῖν δὴ τοῖς δικασταῖς βούλομαι ἤδη τὸν λόγον ἀποδοῦναι, ὥς μοι φαίνεται εἰκότως ἀνὴρ τῷ ὄντι ἐν φιλοσοφίᾳ διατρίψας τὸν βίον θαρρεῖν μέλλων ἀποθανεῖσθαι καὶ εὔελπις εἶναι ἐκεῖ μέγιστα οἴσεσθαι ἀγαθὰ ἐπειδὰν τελευτήσῃ.
斐多:“但是,”他说,“我想向你们这些法官交待,为什么在我看来,一个真正毕生致力于哲学的人,在临近死亡时能够充满勇气,并怀有美好的希望,相信自己在死后会在那边获得最大的福祉。
πῶς ἂν οὖν δὴ τοῦθ’ οὕτως ἔχοι, ὦ Σιμμία τε καὶ Κέβης, ἐγὼ πειράσομαι φράσαι.
西米亚斯和策贝斯,这究竟是如何可能的,我将试着加以说明。
κινδυνεύουσι γὰρ ὅσοι τυγχάνουσιν ὀρθῶς ἁπτόμενοι φιλοσοφίας λεληθέναι τοὺς ἄλλους ὅτι οὐδὲν ἄλλο αὐτοὶ ἐπιτηδεύουσιν ἢ ἀποθνῄσκειν τε καὶ τεθνάναι.
因为那些真正以正确方式投身于哲学的人,似乎没有被其他人注意到,他们所从事的实际上不外乎是走向死亡和处于死亡状态。
εἰ οὖν τοῦτο ἀληθές, ἄτοπον δήπου ἂν εἴη προθυμεῖσθαι μὲν ἐν παντὶ τῷ βίῳ μηδὲν ἄλλο ἢ τοῦτο, ἥκοντος δὲ δὴ αὐτοῦ ἀγανακτεῖν ὃ πάλαι προυθυμοῦντό τε καὶ ἐπετήδευον.
如果这是真的,那么毕生除了这件事情以外不热切追求别的,而当它真正到来时,却对自己长期以来热切追求和从事的事情感到愤慨,这无疑是荒谬的。
καὶ ὁ Σιμμίας γελάσας, νὴ τὸν Δία, ἔφη, ὦ Σώκρατες, οὐ πάνυ γέ με νυνδὴ γελασείοντα ἐποίησας γελάσαι.
” 西米亚斯笑了起来,说:“凭宙斯起誓,苏格拉底,虽然我刚才一点都不想笑,但你还是逗笑我了。
οἶμαι γὰρ ἂν τοὺς πολλοὺς αὐτὸ τοῦτο ἀκούσαντας δοκεῖν εὖ πάνυ εἰρῆσθαι εἰς τοὺς φιλοσοφοῦντας — καὶ συμφάναι ἂν τοὺς μὲν παρ’ ἡμῖν ἀνθρώπους καὶ πάνυ — ὅτι τῷ ὄντι οἱ φιλοσοφοῦντες θανατῶσι, καὶ σφᾶς γε οὐ λελήθασιν ὅτι ἄξιοί εἰσιν τοῦτο πάσχειν.
因为我认为,大多数人听到这话,会觉得这极好地讽刺了那些研究哲学的人——而我们这里的人也会完全赞同——认为研究哲学的人确实是想死,而且他们也并非不知道自己配得上承受这种结局。
καὶ ἀληθῆ γ’ ἂν λέγοιεν, ὦ Σιμμία, πλήν γε τοῦ σφᾶς μὴ λεληθέναι.
他们的确说得对,西米亚斯,除了‘他们并非不知道’这一点。
λέληθεν γὰρ αὐτοὺς ᾗ τε θανατῶσι καὶ ᾗ ἄξιοί εἰσιν θανάτου καὶ οἵου θανάτου οἱ ὡς ἀληθῶς φιλόσοφοι.
因为他们并不知道,真正的哲学家是在何种意义上想死,在何种意义上配得上死亡,以及配得上何种死亡。
εἴπωμεν γάρ, ἔφη, πρὸς ἡμᾶς αὐτούς, χαίρειν εἰπόντες ἐκείνοις·
那么,”他说,“让我们把他们放在一边,只在我们自己之间讨论。
ἡγούμεθά τι τὸν θάνατον εἶναι;
我们是否认为死亡是一桩事情?
πάνυ γε, ἔφη ὑπολαβὼν ὁ Σιμμίας.
” 西米亚斯接话说:“当然是的。
ἆρα μὴ ἄλλο τι ἢ τὴν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος ἀπαλλαγήν;
” 苏格拉底:“它不就是灵魂与身体的分离吗?
καὶ εἶναι τοῦτο τὸ τεθνάναι, χωρὶς μὲν ἀπὸ τῆς ψυχῆς ἀπαλλαγὲν αὐτὸ καθ’ αὑτὸ τὸ σῶμα γεγονέναι, χωρὶς δὲ τὴν ψυχὴν τοῦ σώματος ἀπαλλαγεῖσαν αὐτὴν καθ’ αὑτὴν εἶναι;
处于死亡状态也就是:身体脱离了灵魂,独自存在;而灵魂脱离了身体,独自存在。
ἆρα μὴ ἄλλο τι ᾖ ὁ θάνατος ἢ τοῦτο;
死亡难道会是别的什么,而不是这个吗?
οὔκ, ἀλλὰ τοῦτο, ἔφη.
” “不是别的,就是这个,”他说。
σκέψαι δή, ὠγαθέ, ἐὰν ἄρα καὶ σοὶ συνδοκῇ ἅπερ ἐμοί· ἐκ γὰρ τούτων μᾶλλον οἶμαι ἡμᾶς εἴσεσθαι περὶ ὧν σκοποῦμεν.
“那么,我的好朋友,看看你是否也同意我的看法;因为我想,从这些事情中,我们将更好地了解我们所探究的问题。
φαίνεταί σοι φιλοσόφου ἀνδρὸς εἶναι ἐσπουδακέναι περὶ τὰς ἡδονὰς καλουμένας τὰς τοιάσδε, οἷον σιτίων καὶ ποτῶν;
你认为一个哲学家应该热衷于那些所谓的快感吗,比如饮食的快感?
ἥκιστα, ὦ Σώκρατες, ἔφη ὁ Σιμμίας.
” 西米亚斯说:“绝对不,苏格拉底。
τί δὲ τὰς τῶν ἀφροδισίων;
” 苏格拉底:“那么,男女私情的快感呢?
οὐδαμῶς.
” “决不。
τί δὲ τὰς ἄλλας τὰς περὶ τὸ σῶμα θεραπείας;
” 苏格拉底:“那么,其他关于身体的照料呢?
δοκεῖ σοι ἐντίμους ἡγεῖσθαι ὁ τοιοῦτος;
你认为这样的人会把它们看得很贵重吗?
οἷον ἱματίων διαφερόντων κτήσεις καὶ ὑποδημάτων καὶ τοὺς ἄλλους καλλωπισμοὺς τοὺς περὶ τὸ σῶμα πότερον τιμᾶν δοκεῖ σοι ἢ ἀτιμάζειν, καθ’ ὅσον μὴ πολλὴ ἀνάγκη μετέχειν αὐτῶν;
例如,拥有精致的衣服、鞋子以及其他关于身体的装扮,你认为他是尊重这些,还是鄙视这些,除非有极大的必要去分享它们?
ἀτιμάζειν ἔμοιγε δοκεῖ, ἔφη, ὅ γε ὡς ἀληθῶς φιλόσοφος.
” “在我看来,”他说,“真正的哲学家会鄙视这些。
οὐκοῦν ὅλως δοκεῖ σοι, ἔφη, ἡ τοῦ τοιούτου πραγματεία οὐ περὶ τὸ σῶμα εἶναι, ἀλλὰ καθ’ ὅσον δύναται ἀφεστάναι αὐτοῦ, πρὸς δὲ τὴν ψυχὴν τετράφθαι;
” 苏格拉底:“那么,你是否认为,总的来说,”他说,“这样的人的关注点不在于身体,而是尽其所能远离身体,而转向灵魂呢?
ἔμοιγε.
” “在我看来确实如此。 ”

词汇与语法注释

  1. 64aὥς μοι φαίνεται — 连接词 `ὡς` 引导的从句修饰前文的 `τὸν λόγον ἀποδοῦναι`(进行解释、进行辩解)。名词短语 `ἀνὴρ ... διατρίψας`(真正毕生致力于哲学的人)是后面不定式 `θαρρεῖν` 和 `εὔελπις εἶναι` 的主语。分词 `μέλλων` 搭配将来时不定式 `ἀποθανεῖσθαι`,意为“临近死亡时”。
  2. 64aλεληθέναι τοὺς ἄλλους ὅτι — 动词 `λανθάνω`(未被察觉、瞒过)通常搭配补充性的分词,但在此处它引导了一个 `ὅτι` 从句。`τοὺς ἄλλους` 是 `λεληθέναι` 的宾格对象,构成了“其他人没有注意到……”的意思。
  3. 64bκαὶ συμφάναι ἂν — 承接前文 `δοκεῖν`(会认为)的不定式,表示 `τοὺς πολλούς`(大多数人)或插入语 `τοὺς μὲν παρ’ ἡμῖν ἀνθρώπους`(我们这里的人,即底比斯人)的主张或想法。助词 `ἄν` 修饰 `συμφάναι`,构成潜能不定式(“会赞同”)。
  4. 64cἆρα μὴ ἄλλο τι — 疑问助词 `ἆρα μή` 通常预期一个否定的回答(“难道不……吗?”),但在此处实际上是起到了促成强烈肯定回答的反问作用。接下来的宾格 `τὴν ... ἀπαλλαγήν` 作为前句中 `εἶναι` 的补足语(或与宾格 `τὸν θάνατον` 同格)发挥作用。

引用这一段

柏拉图, 斐多篇 §64. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg004.humanitext-grc2:64

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。