Humanitext Reader

柏拉图 · 斐多篇 §66

追求智慧中肉体的阻碍与死后的解脱

第 9 段,共 55 段 · 希腊语

内容简介

苏格拉底论证说,灵魂必须摆脱身体的干扰,才能通过纯粹的思考来追求真实的实相。真正的哲学家认识到身体是获得智慧的障碍,而智慧只有在死后才能完全获得。

§66ΦΑΙΔ. ἆρ’ οὖν ἐκεῖνος ἂν τοῦτο ποιήσειεν καθαρώτατα ὅστις ὅτι μάλιστα αὐτῇ τῇ διανοίᾳ ἴοι ἐφ’ ἕκαστον, μήτε τιν’ ὄψιν παρατιθέμενος ἐν τῷ διανοεῖσθαι μήτε ἄλλην αἴσθησιν ἐφέλκων μηδεμίαν μετὰ τοῦ λογισμοῦ, ἀλλ’ αὐτῇ καθ’ αὑτὴν εἰλικρινεῖ τῇ διανοίᾳ χρώμενος αὐτὸ καθ’ αὑτὸ εἰλικρινὲς ἕκαστον ἐπιχειροῖ θηρεύειν τῶν ὄντων, ἀπαλλαγεὶς ὅτι μάλιστα ὀφθαλμῶν τε καὶ ὤτων καὶ ὡς ἔπος εἰπεῖν σύμπαντος τοῦ σώματος, ὡς ταράττοντος καὶ οὐκ ἐῶντος τὴν ψυχὴν κτήσασθαι ἀλήθειάν τε καὶ φρόνησιν ὅταν κοινωνῇ;
斐多:苏格拉底说:“那么,那个人难道不能最纯粹地做到这一点吗? 即,他尽可能只用理智本身去接近每一个事物,既不在思考时引入视觉,也不在推理中拖入任何其他感觉,而是仅凭其自身纯粹的理智,试图去追寻每一个自身纯粹的真实存在,尽可能地摆脱眼睛、耳朵以及可以说整个身体,因为身体在与灵魂交往时会扰乱它,不让它获得真理和智慧?
ἆρ’ οὐχ οὗτός ἐστιν, ὦ Σιμμία, εἴπερ τις ἄλλος ὁ τευξόμενος τοῦ ὄντος;
西米亚斯,如果说有人能获得真实存在,那不正是这个人吗?
ὑπερφυῶς, ἔφη ὁ Σιμμίας, ὡς ἀληθῆ λέγεις, ὦ Σώκρατες.
” 西米亚斯说:“苏格拉底,你说的真是太对了。
οὐκοῦν ἀνάγκη, ἔφη, ἐκ πάντων τούτων παρίστασθαι δόξαν τοιάνδε τινὰ τοῖς γνησίως φιλοσόφοις, ὥστε καὶ πρὸς ἀλλήλους τοιαῦτα ἄττα λέγειν, ὅτι κινδυνεύει τοι ὥσπερ ἀτραπός τις ἐκφέρειν ἡμᾶς, ὅτι, ἕως ἂν τὸ σῶμα ἔχωμεν καὶ συμπεφυρμένη ᾖ ἡμῶν ἡ ψυχὴ μετὰ τοιούτου κακοῦ, οὐ μή ποτε κτησώμεθα ἱκανῶς οὗ ἐπιθυμοῦμεν· φαμὲν δὲ τοῦτο εἶναι τὸ ἀληθές.
” 苏格拉底说:“因此,从这一切中,真正的哲学家们必然会产生这样一种看法,以至于他们彼此之间会说出这样的话: ‘看来,似乎有一条小路把我们引了出来,因为只要我们还拥有身体,只要我们的灵魂还与这种恶结合在一起,我们就绝不能充分地获得我们所渴望的东西——而我们说这就是真理。
μυρίας μὲν γὰρ ἡμῖν ἀσχολίας παρέχει τὸ σῶμα διὰ τὴν ἀναγκαίαν τροφήν· ἔτι δέ, ἄν τινες νόσοι προσπέσωσιν, ἐμποδίζουσιν ἡμῶν τὴν τοῦ ὄντος θήραν.
因为身体由于必须的食物而给我们带来无数的忙乱;此外,如果有什么疾病侵袭我们,它们就会阻碍我们对真实存在的搜寻。
ἐρώτων δὲ καὶ ἐπιθυμιῶν καὶ φόβων καὶ εἰδώλων παντοδαπῶν καὶ φλυαρίας ἐμπίμπλησιν ἡμᾶς πολλῆς, ὥστε τὸ λεγόμενον ὡς ἀληθῶς τῷ ὄντι ὑπ’ αὐτοῦ οὐδὲ φρονῆσαι ἡμῖν ἐγγίγνεται οὐδέποτε οὐδέν.
身体还让我们充斥着爱情、欲望、恐惧、各种幻象和许多废话,以至于正如俗话所说,由于它,我们确实连思考任何事情都不可能了。
καὶ γὰρ πολέμους καὶ στάσεις καὶ μάχας οὐδὲν ἄλλο παρέχει ἢ τὸ σῶμα καὶ αἱ τούτου ἐπιθυμίαι.
因为除了身体和它的欲望之外,没有什么能带来战争、内讧和战斗。
διὰ γὰρ τὴν τῶν χρημάτων κτῆσιν πάντες οἱ πόλεμοι γίγνονται, τὰ δὲ χρήματα ἀναγκαζόμεθα κτᾶσθαι διὰ τὸ σῶμα, δουλεύοντες τῇ τούτου θεραπείᾳ· καὶ ἐκ τούτου ἀσχολίαν ἄγομεν φιλοσοφίας πέρι διὰ πάντα ταῦτα.
因为所有的战争都是为了获取财富,而我们因为身体,为了服侍它,被迫去获取财富;结果,由于所有这些原因,我们没有闲暇来研究哲学。
τὸ δ᾽ ἔσχατον πάντων ὅτι, ἐάν τις ἡμῖν καὶ σχολὴ γένηται ἀπ’ αὐτοῦ καὶ τραπώμεθα πρὸς τὸ σκοπεῖν τι, ἐν ταῖς ζητήσεσιν αὖ πανταχοῦ παραπῖπτον θόρυβον παρέχει καὶ ταραχὴν καὶ ἐκπλήττει, ὥστε μὴ δύνασθαι ὑπ’ αὐτοῦ καθορᾶν τἀληθές.
而最糟糕的是,即使我们从身体那里得到了一点闲暇,并转去考察某些事物,它也会在我们的探求中处处插手,制造喧嚣和混乱,使我们惊惶失措,以至于我们由于它而无法看清真理。
ἀλλὰ τῷ ὄντι ἡμῖν δέδεικται ὅτι, εἰ μέλλομέν ποτε καθαρῶς τι εἴσεσθαι, ἀπαλλακτέον αὐτοῦ καὶ αὐτῇ τῇ ψυχῇ θεατέον αὐτὰ τὰ πράγματα· καὶ τότε, ὡς ἔοικεν, ἡμῖν ἔσται οὗ ἐπιθυμοῦμέν τε καί φαμεν ἐρασταὶ εἶναι, φρονήσεως, ἐπειδὰν τελευτήσωμεν, ὡς ὁ λόγος σημαίνει, ζῶσιν δὲ οὔ.
但事实上,我们已经明白,如果我们想要在什么时候纯粹地认识什么,我们就必须摆脱身体,必须用灵魂本身去观照事物本身;到那时,正如看起来的那样,我们所渴望的、并且我们自称是其爱慕者的那种东西,即智慧,在我们死后将会属于我们,正如这一论证所表明的,而在我们活着的时候却不会。 ’”

词汇与语法注释

  1. 66aὡς ταράττοντος — 连词 `ὡς` 后接分词的属格独立结构(`ταράττοντος`)。此处的 `ὡς` 表示主观或心智上的原因(“作为……之物”、“因为觉得……”),用以修饰和解释前文的 `σώματος`(身体)。
  2. 66bκινδυνεύει... ἀτραπός... — 此处的动词 `κινδυνεύει` 并非表示“危险”,而是表示推测或可能性(“似乎”、“很可能”)。名词 `ἀτραπός`(小路、捷径)是一个比喻,指避开身体感官的大路,通过纯粹理性的细微小路来达致真理。
  3. 66bοὐ μή ποτε κτησώμεθα — 双重否定词 `οὐ ... μή` 后接不定过去时虚拟语气(`κτησώμεθα`),表示对未来的强烈否定(“绝不可能获得”)。
  4. 66eἀπαλλακτέον... θεατέον — 表示义务或必要性的动形容词中性单数(无人称用法,意为“必须……”)。其逻辑主语由与格(此处承接前文的 `ἡμῖν`)来表示。

引用这一段

柏拉图, 斐多篇 §66. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg004.humanitext-grc2:66

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。