§63ΦΑΙΔ. ἀκούσας οὖν ὁ Σωκράτης ἡσθῆναί τέ μοι ἔδοξε τῇ τοῦ κέβητος πραγματείᾳ, καὶ ἐπιβλέψας εἰς ἡμᾶς, ἀεί τοι, ἔφη, Κέβης λόγους τινὰς ἀνερευνᾷ, καὶ οὐ πάνυ εὐθέως ἐθέλει πείθεσθαι ὅτι ἄν τις εἴπῃ.
斐多:苏格拉底听了这话,在我看来似乎对策贝斯的认真探究感到高兴。 他看着我们说:“策贝斯总是搜寻着某些论证,并且绝不肯轻易立刻相信任何人所说的话。
καὶ ὁ Σιμμίας, ἀλλὰ μήν, ἔφη, ὦ Σώκρατες, νῦν γέ μοι δοκεῖ τι καὶ αὐτῷ λέγειν Κέβης·
”西米亚斯说:“但是真的,苏格拉底,这一次在我看来策贝斯自己也说得有些道理。
τί γὰρ ἂν βουλόμενοι ἄνδρες σοφοὶ ὡς ἀληθῶς δεσπότας ἀμείνους αὑτῶν φεύγοιεν καὶ ῥᾳδίως ἀπαλλάττοιντο αὐτῶν;
因为,真正聪明的人究竟出于什么意图,才会想要逃离比自己更好的主人,并轻易地离开他们呢?
καί μοι δοκεῖ Κέβης εἰς σὲ τείνειν τὸν λόγον, ὅτι οὕτω ῥᾳδίως φέρεις καὶ ἡμᾶς ἀπολείπων καὶ ἄρχοντας ἀγαθούς, ὡς αὐτὸς ὁμολογεῖς, θεούς.
而且在我看来,策贝斯是在针对你提出这个论证,因为你如此轻易地既抛下我们,又抛下那些你自承是优秀统治者的神明。
δίκαια, ἔφη, λέγετε· οἶμαι γὰρ ὑμᾶς λέγειν ὅτι χρή με πρὸς ταῦτα ἀπολογήσασθαι ὥσπερ ἐν δικαστηρίῳ.
” 苏格拉底说:“你们说得对,”他说,“因为我认为你们是在说,我必须针对这些指控进行辩护,就像在法庭上一样。
πάνυ μὲν οὖν, ἔφη ὁ Σιμμίας.
”西米亚斯说:“确实如此。
φέρε δή, ἦ δ’ ὅς, πειραθῶ πιθανώτερον πρὸς ὑμᾶς ἀπολογήσασθαι ἢ πρὸς τοὺς δικαστάς.
”苏格拉底说:“那么,来吧,”他说,“让我尝试向你们做出比向法官们更具说服力的辩护。
ἐγὼ γάρ, ἔφη, ὦ Σιμμία τε καὶ Κέβης, εἰ μὲν μὴ ᾤμην ἥξειν πρῶτον μὲν παρὰ θεοὺς ἄλλους σοφούς τε καὶ ἀγαθούς, ἔπειτα καὶ παρ’ ἀνθρώπους τετελευτηκότας ἀμείνους τῶν ἐνθάδε, ἠδίκουν ἂν οὐκ ἀγανακτῶν τῷ θανάτῳ·
因为我,”他说,“西米亚斯和策贝斯,如果我不相信自己首先会去到其他既智慧又善良的神明身边,其次也会去到那些已经死去、且比这里的人更好的人们身边,那么我对死亡不感到愤慨就是不对的。
νῦν δὲ εὖ ἴστε ὅτι παρ’ ἄνδρας τε ἐλπίζω ἀφίξεσθαι ἀγαθούς — καὶ τοῦτο μὲν οὐκ ἂν πάνυ διισχυρισαίμην — ὅτι μέντοι παρὰ θεοὺς δεσπότας πάνυ ἀγαθοὺς ἥξειν, εὖ ἴστε ὅτι εἴπερ τι ἄλλο τῶν τοιούτων διισχυρισαίμην ἂν καὶ τοῦτο.
但现在,请你们确信,我期望到达善良的人们那里——虽然这一条我不会完全断言——但是,我将去到非常善良的主人——神明身边,请确信,如果对这类事情有什么是可以断言的话,我对这一条也会断言的。
ὥστε διὰ ταῦτα οὐχ ὁμοίως ἀγανακτῶ, ἀλλ’ εὔελπίς εἰμι εἶναί τι τοῖς τετελευτηκόσι καί, ὥσπερ γε καὶ πάλαι λέγεται, πολὺ ἄμεινον τοῖς ἀγαθοῖς ἢ τοῖς κακοῖς.
因此,正因为这些,我并不那样感到愤慨,而是抱有美好的希望,相信死者会有某种归宿,而且正如自古以来所说的那样,善人会比恶人好得多。
τί οὖν, ἔφη ὁ Σιμμίας, ὦ Σώκρατες; αὐτὸς ἔχων τὴν διάνοιαν ταύτην ἐν νῷ ἔχεις ἀπιέναι, ἢ κἂν ἡμῖν μεταδοίης;
”西米亚斯说:“那么,苏格拉底,你是打算自己抱着这个想法离去,还是也愿意分享给我们呢?
κοινὸν γὰρ δὴ ἔμοιγε δοκεῖ καὶ ἡμῖν εἶναι ἀγαθὸν τοῦτο, καὶ ἅμα σοι ἡ ἀπολογία ἔσται, ἐὰν ἅπερ λέγεις ἡμᾶς πείσῃς.
因为这在我们看来也是我们共同的福祉,而且同时,如果你能用你所说的说服我们,这就将是你的辩护。
ἀλλὰ πειράσομαι, ἔφη. πρῶτον δὲ Κρίτωνα τόνδε σκεψώμεθα τί ἐστιν ὃ βούλεσθαί μοι δοκεῖ πάλαι εἰπεῖν.
”苏格拉底说:“那我就试一试,”他说,“但在那之前,让我们看看这里的克里同,他似乎早就想对我说些什么,是什么事。
τί δέ, ὦ Σώκρατες, ἔφη ὁ Κρίτων, ἄλλο γε ἢ πάλαι μοι λέγει ὁ μέλλων σοι δώσειν τὸ φάρμακον ὅτι χρή σοι φράζειν ὡς ἐλάχιστα διαλέγεσθαι;
”克里同说:“苏格拉底,还能有什么,就是那个要给你毒药的人早就对我说,应当告诉你尽量少说话。
φησὶ γὰρ θερμαίνεσθαι μᾶλλον διαλεγομένους, δεῖν δὲ οὐδὲν τοιοῦτον προσφέρειν τῷ φαρμάκῳ· εἰ δὲ μή, ἐνίοτε ἀναγκάζεσθαι καὶ δὶς καὶ τρὶς πίνειν τούς τι τοιοῦτον ποιοῦντας.
因为他说,谈话会让人身体发热,而绝不应当把这种影响带给毒药;否则,做这种事的人有时会被迫喝下两次甚至三次。
καὶ ὁ Σωκράτης, ἔα, ἔφη, χαίρειν αὐτόν·
”苏格拉底说:“随他去吧,别管他。
ἀλλὰ μόνον τὸ ἑαυτοῦ παρασκευαζέτω ὡς καὶ δὶς δώσων, ἐὰν δὲ δέῃ, καὶ τρίς.
他只要做好自己的准备,准备给两次,如果需要的话,三次也行。
ἀλλὰ σχεδὸν μέν τι ᾔδη, ἔφη ὁ Κρίτων· ἀλλά μοι πάλαι πράγματα παρέχει.
”克里同说:“我差不多早就料到会这样了,但他已经烦了我好一阵子了。
ἔα αὐτόν, ἔφη.
”苏格拉底说:“随他去吧。 ”