§62ΦΑΙΔ. ἀλλὰ προθυμεῖσθαι χρή, ἔφη· τάχα γὰρ ἂν καὶ ἀκούσαις.
苏格拉底说:“但你应该热切渴望,”他说,“因为也许你马上就会听到。
ἴσως μέντοι θαυμαστόν σοι φανεῖται εἰ τοῦτο μόνον τῶν ἄλλων ἁπάντων ἁπλοῦν ἐστιν, καὶ οὐδέποτε τυγχάνει τῷ ἀνθρώπῳ, ὥσπερ καὶ τἆλλα, ἔστιν ὅτε καὶ οἷς βέλτιον ὂν τεθνάναι ἢ ζῆν, οἷς δὲ βέλτιον τεθνάναι, θαυμαστὸν ἴσως σοι φαίνεται εἰ τούτοις τοῖς ἀνθρώποις μὴ ὅσιον αὐτοὺς ἑαυτοὺς εὖ ποιεῖν, ἀλλὰ ἄλλον δεῖ περιμένειν εὐεργέτην.
不过,也许你会觉得奇怪,如果只有这件事在所有其他事物中是绝对不变的(没有例外),而且对人来说,并不像在其他事物中那样,从来没有某些时候、对某些人来说死去比活着更好的情况;而对于那些死去更好的人来说,也许你会觉得奇怪,如果这些人在此时不能自己向自己施予善行(自杀),而必须等待另一个恩人。
καὶ ὁ Κέβης ἠρέμα ἐπιγελάσας, Ἴττω Ζεύς, ἔφη, τῇ αὑτοῦ φωνῇ εἰπών.
”策贝斯轻轻地笑了一下,用他自己的方言说道:“愿宙斯见证。
καὶ γὰρ ἂν δόξειεν, ἔφη ὁ Σωκράτης, οὕτω γ’ εἶναι ἄλογον· οὐ μέντοι ἀλλ’ ἴσως γ’ ἔχει τινὰ λόγον.
” 苏格拉底说:“确实,这样看起来似乎是不合理的,”他说,“不过,这也许还是有些道理的。
ὁ μὲν οὖν ἐν ἀπορρήτοις λεγόμενος περὶ αὐτῶν λόγος, ὡς ἔν τινι φρουρᾷ ἐσμεν οἱ ἄνθρωποι καὶ οὐ δεῖ δὴ ἑαυτὸν ἐκ ταύτης λύειν οὐδ’ ἀποδιδράσκειν, μέγας τέ τίς μοι φαίνεται καὶ οὐ ῥᾴδιος διιδεῖν·
关于这些事,在秘密教义中流传的说法是:我们人类正处在某种监视哨中,不应当自己从中解脱或逃跑。 这在我看来是一门高深的学问,不容易看穿。
οὐ μέντοι ἀλλὰ τόδε γέ μοι δοκεῖ, ὦ Κέβης, εὖ λέγεσθαι, τὸ θεοὺς εἶναι ἡμῶν τοὺς ἐπιμελουμένους καὶ ἡμᾶς τοὺς ἀνθρώπους ἓν τῶν κτημάτων τοῖς θεοῖς εἶναι.
然而,策贝斯,至少有一点在我看来是说得很对的,那就是:神是照料我们的人,而我们人类是神的所有物之一。
ἢ σοὶ οὐ δοκεῖ οὕτως;
难道你不这样认为吗?
ἔμοιγε, φησὶν ὁ Κέβης.
”“至少我是这样认为的,”策贝斯说。
οὐκοῦν, ἦ δ’ ὅς, καὶ σὺ ἂν τῶν σαυτοῦ κτημάτων εἴ τι αὐτὸ ἑαυτὸ ἀποκτεινύοι, μὴ σημήναντός σου ὅτι βούλει αὐτὸ τεθνάναι, χαλεπαίνοις ἂν αὐτῷ καί, εἴ τινα ἔχοις τιμωρίαν, τιμωροῖο ἄν;
苏格拉底说:“那么,”他说,“如果你的某件所有物在未经你示意希望它死去的情况下,擅自结束了自己的生命,你难道不会对它发怒,而且如果有什么惩罚的办法,也会惩罚它吗?
πάνυ γ᾽, ἔφη.
”“当然会,”他说。
ἴσως τοίνυν ταύτῃ οὐκ ἄλογον μὴ πρότερον αὑτὸν ἀποκτεινύναι δεῖν, πρὶν ἀνάγκην τινὰ θεὸς ἐπιπέμψῃ, ὥσπερ καὶ τὴν νῦν ἡμῖν παροῦσαν.
苏格拉底说:“那么,也许从这个角度来看,在神降下某种必然性(如我们现在所面临的这种情况)之前,不应该自杀,这就不是不合理的了。
ἀλλ’ εἰκός, ἔφη ὁ Κέβης, τοῦτό γε φαίνεται.
”策贝斯说:“这看起来确实是很合情理的,”他说。
ὃ μέντοι νυνδὴ ἔλεγες, τὸ τοὺς φιλοσόφους ῥᾳδίως ἂν ἐθέλειν ἀποθνῄσκειν, ἔοικεν τοῦτο, ὦ Σώκρατες, ἀτόπῳ, εἴπερ ὃ νυνδὴ ἐλέγομεν εὐλόγως ἔχει, τὸ θεόν τε εἶναι τὸν ἐπιμελούμενον ἡμῶν καὶ ἡμᾶς ἐκείνου κτήματα εἶναι.
“然而,你刚才说哲学家会乐意死去,这在苏格拉底看来似乎很反常,如果我们刚才所说的“神是照料我们者、我们是神的财产”是合乎情理的话。
τὸ γὰρ μὴ ἀγανακτεῖν τοὺς φρονιμωτάτους ἐκ ταύτης τῆς θεραπείας ἀπιόντας, ἐν ᾗ ἐπιστατοῦσιν αὐτῶν οἵπερ ἄριστοί εἰσιν τῶν ὄντων ἐπιστάται, θεοί, οὐκ ἔχει λόγον·
因为最聪明的人在离开这种由存在物中最好的管理者——神——所监管的照料时,竟然不感到愤慨,这是没有道理的。
οὐ γάρ που αὐτός γε αὑτοῦ οἴεται ἄμεινον ἐπιμελήσεσθαι ἐλεύθερος γενόμενος.
因为他绝不会认为自己重获自由后能比神更好地照料自己。
ἀλλ’ ἀνόητος μὲν ἄνθρωπος τάχ’ ἂν οἰηθείη ταῦτα, φευκτέον εἶναι ἀπὸ τοῦ δεσπότου, καὶ οὐκ ἂν λογίζοιτο ὅτι οὐ δεῖ ἀπό γε τοῦ ἀγαθοῦ φεύγειν ἀλλ’ ὅτι μάλιστα παραμένειν, διὸ ἀλογίστως ἂν φεύγοι· ὁ δὲ νοῦν ἔχων ἐπιθυμοῖ που ἂν ἀεὶ εἶναι παρὰ τῷ αὑτοῦ βελτίονι.
相反,愚蠢的人也许会认为应该逃离他的主人,而无法算计出不应当逃离好主人、反而应该尽可能留在主人身边的道理,因此他会不理智地逃跑;但有理智的人肯定会渴望永远和比自己更好的人在一起。
καίτοι οὕτως, ὦ Σώκρατες, τοὐναντίον εἶναι εἰκὸς ἢ ὃ νυνδὴ ἐλέγετο·
然而,苏格拉底,这样一来,情况似乎恰恰与刚才所说的相反:聪明的人在面临死亡时应当感到愤慨,而愚蠢的人则应当感到高兴。
τοὺς μὲν γὰρ φρονίμους ἀγανακτεῖν ἀποθνῄσκοντας πρέπει, τοὺς δὲ ἄφρονας χαίρειν.
”