§61ΦΑΙΔ. καὶ ἐγὼ ἔν γε τῷ πρόσθεν χρόνῳ ὅπερ ἔπραττον τοῦτο ὑπελάμβανον αὐτό μοι παρακελεύεσθαί τε καὶ ἐπικελεύειν, ὥσπερ οἱ τοῖς θέουσι διακελευόμενοι, καὶ ἐμοὶ οὕτω τὸ ἐνύπνιον ὅπερ ἔπραττον τοῦτο ἐπικελεύειν, μουσικὴν ποιεῖν, ὡς φιλοσοφίας μὲν οὔσης μεγίστης μουσικῆς, ἐμοῦ δὲ τοῦτο πράττοντος.
斐多:“而我,在过去的时候,曾以为我所做的事正是梦境所叮嘱和鼓励我去做的,就像人们给奔跑者加油一样;梦境也在这样鼓励我做我一直在做的事,即创作文艺,因为哲学就是最大的文艺,而我正是在实践它。
νῦν δ’ ἐπειδὴ ἥ τε δίκη ἐγένετο καὶ ἡ τοῦ θεοῦ ἑορτὴ διεκώλυέ με ἀποθνῄσκειν, ἔδοξε χρῆναι, εἰ ἄρα πολλάκις μοι προστάττοι τὸ ἐνύπνιον ταύτην τὴν δημώδη μουσικὴν ποιεῖν, μὴ ἀπειθῆσαι αὐτῷ ἀλλὰ ποιεῖν·
但现在,既然审判已经过去,且神的节日阻碍了我死去,我觉得,万一梦境反复命令我创作这种通俗的文艺,我就不应当违背它,而应当去创作。
ἀσφαλέστερον γὰρ εἶναι μὴ ἀπιέναι πρὶν ἀφοσιώσασθαι ποιήσαντα ποιήματα πιθόμενον τῷ ἐνυπνίῳ.
因为在遵从梦境、通过创作诗歌来洗清良心之前,不离开这个世界是更为稳妥的。
οὕτω δὴ πρῶτον μὲν εἰς τὸν θεὸν ἐποίησα οὗ ἦν ἡ παροῦσα θυσία· μετὰ δὲ τὸν θεόν, ἐννοήσας ὅτι τὸν ποιητὴν δέοι, εἴπερ μέλλοι ποιητὴς εἶναι, ποιεῖν μύθους ἀλλ’ οὐ λόγους, καὶ αὐτὸς οὐκ ἦ μυθολογικός, διὰ ταῦτα δὴ οὓς προχείρους εἶχον μύθους καὶ ἠπιστάμην τοὺς Αἰσώπου, τούτων ἐποίησα οἷς πρώτοις ἐνέτυχον.
于是,我首先为当前正在过节的那位神写了赞歌;在神之后,我意识到一个诗人如果想要成为诗人,就必须创作神话故事(虚构故事)而不是论说,而我自己并不擅长编故事,因此,我就把手头现有的、我所熟悉的伊索寓言中首先遇到的那些编成了诗。
ταῦτα οὖν, ὦ Κέβης, Εὐήνῳ φράζε, καὶ ἐρρῶσθαι καί, ἂν σωφρονῇ, ἐμὲ διώκειν ὡς τάχιστα.
所以,策贝斯,把这些告诉埃乌埃诺斯,并祝他安好,如果他明智的话,就请他尽快追随我。
ἄπειμι δέ, ὡς ἔοικε, τήμερον· κελεύουσι γὰρ Ἀθηναῖοι.
看来我今天就要离去了;因为雅典人这样命令。
καὶ ὁ Σιμμίας, οἷον παρακελεύῃ, ἔφη, τοῦτο, ὦ Σώκρατες, Εὐήνῳ.
” 西米亚斯说:“苏格拉底,你给埃乌埃诺斯的是怎样的建议啊!
πολλὰ γὰρ ἤδη ἐντετύχηκα τῷ ἀνδρί· σχεδὸν οὖν ἐξ ὧν ἐγὼ ᾔσθημαι οὐδ’ ὁπωστιοῦν σοι ἑκὼν εἶναι πείσεται.
因为我经常见到这个人;根据我的了解,只要是他自己能作主,他就绝不会愿意听从你的建议。
τί δέ;
” “为什么?
ἦ δ’ ὅς, οὐ φιλόσοφος Εὔηνος;
”他说,“埃乌埃诺斯不是个哲学家吗?
ἔμοιγε δοκεῖ, ἔφη ὁ Σιμμίας.
” “至少在我看来他是的,”西米亚斯说。
ἐθελήσει τοίνυν καὶ Εὔηνος καὶ πᾶς ὅτῳ ἀξίως τούτου τοῦ πράγματος μέτεστιν.
“那么,埃乌埃诺斯会愿意的,每一个配得上分有这一行当的人也都会愿意。
οὐ μέντοι ἴσως βιάσεται αὑτόν· οὐ γάρ φασι θεμιτὸν εἶναι.
不过,他大概不会对自己施加暴力(自杀);因为人们说这是不被允许的。
καὶ ἅμα λέγων ταῦτα καθῆκε τὰ σκέλη ἐπὶ τὴν γῆν, καὶ καθεζόμενος οὕτως ἤδη τὰ λοιπὰ διελέγετο.
” 说着这些话的同时,他把双腿放回地面,就这样坐着,开始进行接下来的交谈。
ἤρετο οὖν αὐτὸν ὁ Κέβης·
于是策贝斯问他:“苏格拉底,你这话是什么意思?
πῶς τοῦτο λέγεις, ὦ Σώκρατες, τὸ μὴ θεμιτὸν εἶναι ἑαυτὸν βιάζεσθαι, ἐθέλειν δ’ ἂν τῷ ἀποθνῄσκοντι τὸν φιλόσοφον ἕπεσθαι;
一方面说对自己施加暴力是不被允许的,另一方面又说哲学家会愿意追随死去的人?
τί δέ, ὦ Κέβης;
” “怎么,策贝斯?
οὐκ ἀκηκόατε σύ τε καὶ Σιμμίας περὶ τῶν τοιούτων Φιλολάῳ συγγεγονότες;
你和西米亚斯在与菲洛劳斯相处时,难道没有听说过这类事情吗?
οὐδέν γε σαφές, ὦ Σώκρατες.
” “至少没有听说过什么明确的说法,苏格拉底。
ἀλλὰ μὴν καὶ ἐγὼ ἐξ ἀκοῆς περὶ αὐτῶν λέγω· ἃ μὲν οὖν τυγχάνω ἀκηκοὼς φθόνος οὐδεὶς λέγειν.
” “不过,我自己也是根据传闻来说这些事的;既然我碰巧听到了,也就没有什么好隐瞒的,乐意说出来。
καὶ γὰρ ἴσως καὶ μάλιστα πρέπει μέλλοντα ἐκεῖσε ἀποδημεῖν διασκοπεῖν τε καὶ μυθολογεῖν περὶ τῆς ἀποδημίας τῆς ἐκεῖ, ποίαν τινὰ αὐτὴν οἰόμεθα εἶναι·
况且,也许对于一个即将前往彼处旅居的人来说,去探讨和畅想那里的旅居,以及我们认为那是一种怎样的旅居,是最为合适不过的了。
τί γὰρ ἄν τις καὶ ποιοῖ ἄλλο ἐν τῷ μέχρι ἡλίου δυσμῶν χρόνῳ;
因为在太阳落山之前的这段时间里,人还能做些什么别的事呢?
κατὰ τί δὴ οὖν ποτε οὔ φασι θεμιτὸν εἶναι αὐτὸν ἑαυτὸν ἀποκτεινύναι, ὦ Σώκρατες;
” “那么,苏格拉底,他们到底是根据什么说不准自杀的呢?
ἤδη γὰρ ἔγωγε, ὅπερ νυνδὴ σὺ ἤρου, καὶ Φιλολάου ἤκουσα, ὅτε παρ’ ἡμῖν διῃτᾶτο, ἤδη δὲ καὶ ἄλλων τινῶν, ὡς οὐ δέοι τοῦτο ποιεῖν· σαφὲς δὲ περὶ αὐτῶν οὐδενὸς πώποτε οὐδὲν ἀκήκοα.
因为我自己,就像你刚才问的那样,在菲洛劳斯和我们住在一起时听他本人说过,也听其他一些人说过,人不应该这样做;但关于这些,我从未从任何人那里听到过明确的解释。 ”