Humanitext Reader

柏拉图 · 斐多篇 §60

快痛的关系与苏格拉底狱中作诗的缘由

第 3 段,共 55 段 · 希腊语

内容简介

苏格拉底被解除枷锁后,让克桑蒂贝回家,并谈论了快乐与痛苦之间的奇妙关系。随后,策贝斯询问他为何在狱中创作伊索诗作,苏格拉底解释说这是为了通过实践文艺来回应多次出现的梦境启示。

§60ΦΑΙΔ. οὐ πολὺν δ’ οὖν χρόνον ἐπισχὼν ἧκεν καὶ ἐκέλευεν ἡμᾶς εἰσιέναι.
斐多:所以,他没过多久就回来了,并叫我们进去。
εἰσιόντες οὖν κατελαμβάνομεν τὸν μὲν Σωκράτη ἄρτι λελυμένον, τὴν δὲ Ξανθίππην — γιγνώσκεις γάρ — ἔχουσάν τε τὸ παιδίον αὐτοῦ καὶ παρακαθημένην.
我们进去时,发现苏格拉底刚刚被解除锁链,而克桑蒂贝——因为你是认识她的——正抱着他的孩子坐在他身旁。
ὡς οὖν εἶδεν ἡμᾶς ἡ Ξανθίππη, ἀνηυφήμησέ τε καὶ τοιαῦτ’ ἄττα εἶπεν, οἷα δὴ εἰώθασιν αἱ γυναῖκες, ὅτι ὦ Σώκρατες, ὕστατον δή σε προσεροῦσι νῦν οἱ ἐπιτήδειοι καὶ σὺ τούτους.
克桑蒂贝一看见我们,就大声哭喊,说出女人通常会说的那类话:“啊,苏格拉底,现在是你的朋友们最后一次对你说话,也是你最后一次对他们说话了。
καὶ ὁ Σωκράτης βλέψας εἰς τὸν Κρίτωνα, ὦ Κρίτων, ἔφη, ἀπαγέτω τις αὐτὴν οἴκαδε.
” 苏格拉底看着克里托说: “克里托,”他说,“让人把她送回家去吧。
καὶ ἐκείνην μὲν ἀπῆγόν τινες τῶν τοῦ Κρίτωνος βοῶσάν τε καὶ κοπτομένην·
” 于是,克里托手下的几个人把正在大声哭喊和捶胸顿足的她拉了出去。
ὁ δὲ Σωκράτης ἀνακαθιζόμενος εἰς τὴν κλίνην συνέκαμψέ τε τὸ σκέλος καὶ ἐξέτριψε τῇ χειρί, καὶ τρίβων ἅμα, ὡς ἄτοπον, ἔφη, ὦ ἄνδρες, ἔοικέ τι εἶναι τοῦτο ὃ καλοῦσιν οἱ ἄνθρωποι ἡδύ·
苏格拉底则在床上坐起身来,弯起一条腿,用手抚摸着它。 他一边抚摸着,一边说:“朋友们,人们所说的‘快乐’这个东西,看起来是多么奇妙啊!
ὡς θαυμασίως πέφυκε πρὸς τὸ δοκοῦν ἐναντίον εἶναι, τὸ λυπηρόν, τὸ ἅμα μὲν αὐτὼ μὴ ᾽θέλειν παραγίγνεσθαι τῷ ἀνθρώπῳ, ἐὰν δέ τις διώκῃ τὸ ἕτερον καὶ λαμβάνῃ, σχεδόν τι ἀναγκάζεσθαι ἀεὶ λαμβάνειν καὶ τὸ ἕτερον, ὥσπερ ἐκ μιᾶς κορυφῆς ἡμμένω δύ’ ὄντε.
它与那被认为是其对立面的‘痛苦’相比,其本性是多么不可思议地联系在一起。 因为它们虽然不愿同时呈现在人身上,但如果有人追求其中之一并得到了它,他就几乎不可避免地总要连带得到另一个,就好像它们是两个从同一个头结合在一起的东西。
καί μοι δοκεῖ, ἔφη, εἰ ἐνενόησεν αὐτὰ Αἴσωπος, μῦθον ἂν συνθεῖναι ὡς ὁ θεὸς βουλόμενος αὐτὰ διαλλάξαι πολεμοῦντα, ἐπειδὴ οὐκ ἐδύνατο, συνῆψεν εἰς ταὐτὸν αὐτοῖς τὰς κορυφάς, καὶ διὰ ταῦτα ᾧ ἂν τὸ ἕτερον παραγένηται ἐπακολουθεῖ ὕστερον καὶ τὸ ἕτερον.
在我看来,”他说,“如果伊索注意到了这一点,他一定会编一个寓言,说神想要调解它们之间的争斗,但既然办不到,就把它们的头连结在同一个地方,正因为如此,无论哪一个来到某人身上,另一个随后也一定会跟来。
ὥσπερ οὖν καὶ αὐτῷ μοι ἔοικεν· ἐπειδὴ ὑπὸ τοῦ δεσμοῦ ἦν ἐν τῷ σκέλει τὸ ἀλγεινόν, ἥκειν δὴ φαίνεται ἐπακολουθοῦν τὸ ἡδύ.
这正像发生在我自己身上的情况一样:由于锁链的缘故,我的腿先前感到痛苦,现在快乐显然跟着痛苦来到了。
ὁ οὖν Κέβης ὑπολαβών, νὴ τὸν Δία, ὦ Σώκρατες, ἔφη, εὖ γ’ ἐποίησας ἀναμνήσας με.
” 于是策贝斯接着说:“因宙斯之名,苏格拉底,你叫我想起来真是太好了。
περὶ γάρ τοι τῶν ποιημάτων ὧν πεποίηκας ἐντείνας τοὺς τοῦ Αἰσώπου λόγους καὶ τὸ εἰς τὸν Ἀπόλλω προοίμιον καὶ ἄλλοι τινές με ἤδη ἤροντο, ἀτὰρ καὶ Εὔηνος πρῴην, ὅτι ποτὲ διανοηθείς, ἐπειδὴ δεῦρο ἦλθες, ἐποίησας αὐτά, πρότερον οὐδὲν πώποτε ποιήσας.
关于你通过将伊索寓言改编成诗歌而创作的那些诗作,以及给阿波罗的颂歌,已经有其他人问过我了,尤其是埃乌埃诺斯前天还问过我:你自从来到这里之后,到底是怎么想的,竟然创作了这些诗,而你以前从来没有写过任何诗。
εἰ οὖν τί σοι μέλει τοῦ ἔχειν ἐμὲ Εὐήνῳ ἀποκρίνασθαι ὅταν με αὖθις ἐρωτᾷ — εὖ οἶδα γὰρ ὅτι ἐρήσεται — εἰπὲ τί χρὴ λέγειν.
所以,如果你还介意我再次被问起时——因为我很清楚他一定会再问的——有话可以回答埃乌埃诺斯,就请告诉我该怎么说吧。
λέγε τοίνυν, ἔφη, αὐτῷ, ὦ Κέβης, τἀληθῆ, ὅτι οὐκ ἐκείνῳ βουλόμενος οὐδὲ τοῖς ποιήμασιν αὐτοῦ ἀντίτεχνος εἶναι ἐποίησα ταῦτα — ᾔδη γὰρ ὡς οὐ ῥᾴδιον εἴη — ἀλλ’ ἐνυπνίων τινῶν ἀποπειρώμενος τί λέγοι, καὶ ἀφοσιούμενος εἰ ἄρα πολλάκις ταύτην τὴν μουσικήν μοι ἐπιτάττοι ποιεῖν.
” “那么,策贝斯,”他说,“告诉他实情吧:我创作这些,并不是想与他或者他的诗作竞争 ——因为我知道这并不容易——而是为了测试某些梦境是什么意思,并尽我的本分来求得心安,以防万一那些梦真的反复命令我从事这种文艺。
ἦν γὰρ δὴ ἄττα τοιάδε· πολλάκις μοι φοιτῶν τὸ αὐτὸ ἐνύπνιον ἐν τῷ παρελθόντι βίῳ, ἄλλοτ’ ἐν ἄλλῃ ὄψει φαινόμενον, τὰ αὐτὰ δὲ λέγον, ὦ Σώκρατες, ἔφη, μουσικὴν ποίει καὶ ἐργάζου.
因为梦境大概是这样的:在过去的生命中,同一个梦常常来造访我,虽然在不同的时候以不同的形象出现,但说的总是相同的话: ‘苏格拉底啊,’它说,‘创作文艺并去实践它吧。 ’”

词汇与语法注释

  1. 60cεἰ ἐνενόησεν αὐτὰ Αἴσωπος, μῦθον ἂν συνθεῖναι — 过去反事实条件句。条件从句使用 `εἰ` 加上直陈式过去时(`ἐνενόησεν`),而结果从句由于隶属于主句动词 `δοκεῖ` 的“带不定式的对格”结构,原本的 `ἂν συνέθηκ加`(直陈式过去时+`ἄν`)转化为了 `ἂν συνθεῖναι`(不定词+`ἄν`)。
  2. 60dτοῦ ἔχειν ἐμὲ Εὐήνῳ ἀποκρίνασθαι — 非人称动词 `μέλει`(在 `εἰ οὖν τί σοι μέλει...` 中)要求关切的对象使用属格的用法。在此,带冠词的不定式 `τοῦ ἔχειν` 充当该属格对象,而对格的 `ἐμέ` 则是其不定式的逻辑主语。不定式 `ἀποκρίνασθαι` 紧接着作为 `ἔχειν` 的补足语。
  3. 60eεἰ ἄρα πολλάκις ταύτην τὴν μουσικήν μοι ἐπιτάττοι ποιεῖν — 由 `εἰ ἄρα`(“是否可能……”)引导的间接疑问/条件从句中的希求式。这是因过去时分词 `ἀφοσιούμενος`(修饰过去时主句动词 `ἐποίησα`)而引起的历史副时态(historical sequence)中的斜格希求式(optative of oblique clause),代表了直接引语中原本应为直陈式或虚拟式的形式。

引用这一段

柏拉图, 斐多篇 §60. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg004.humanitext-grc2:60

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。