§57ΕΧ. αὐτός, ὦ Φαίδων, παρεγένου Σωκράτει ἐκείνῃ τῇ ἡμέρᾳ ᾗ τὸ φάρμακον ἔπιεν ἐν τῷ δεσμωτηρίῳ, ἢ ἄλλου του ἤκουσας;
埃克克拉底:斐多,在苏格拉底在监狱里喝下毒药的那一天,是你自己陪在他身旁,还是听别人说的?
ΦΑΙΔ. αὐτός, ὦ Ἐχέκρατες.
斐多:是我自己,埃克克拉底。
ΕΧ. τί οὖν δή ἐστιν ἅττα εἶπεν ὁ ἀνὴρ πρὸ τοῦ θανάτου;
埃克克拉底:那么,那个人在临死前到底说了些什么?
καὶ πῶς ἐτελεύτα;
他是怎样去世的?
ἡδέως γὰρ ἂν ἐγὼ ἀκούσαιμι.
我很想听一听。
καὶ γὰρ οὔτε Φλειασίων οὐδεὶς πάνυ τι ἐπιχωριάζει τὰ νῦν Ἀθήναζε, οὔτε τις ξένος ἀφῖκται χρόνου συχνοῦ ἐκεῖθεν ὅστις ἂν ἡμῖν σαφές τι ἀγγεῖλαι οἷός τ’ ἦν περὶ τούτων, πλήν γε δὴ ὅτι φάρμακον πιὼν ἀποθάνοι· τῶν δὲ ἄλλων οὐδὲν εἶχεν φράζειν.
因为现在弗里乌斯人几乎没有人去雅典,很久以来也没有外邦人从那里来,能向我们清楚地报告这些事情,除了只说他喝了毒药死去了;至于其他的事情,谁也说不出个原委来。
§58ΦΑΙΔ. οὐδὲ τὰ περὶ τῆς δίκης ἄρα ἐπύθεσθε ὃν τρόπον ἐγένετο;
斐多:那么,关于审判的情况,你们连它是如何进行的也没有听说吗?
ΕΧ. ναί, ταῦτα μὲν ἡμῖν ἤγγειλέ τις, καὶ ἐθαυμάζομέν γε ὅτι πάλαι γενομένης αὐτῆς πολλῷ ὕστερον φαίνεται ἀποθανών.
埃克克拉底:是的,这件事确实有人向我们报告过,我们还感到奇怪,既然审判很久以前就结束了,他却似乎在过了很久之后才死。
τί οὖν ἦν τοῦτο, ὦ Φαίδων;
斐多,这到底是为什么呢?
ΦΑΙΔ. τύχη τις αὐτῷ, ὦ Ἐχέκρατες, συνέβη·
斐多:埃克克拉底,这对他来说是一件巧合。
ἔτυχεν γὰρ τῇ προτεραίᾳ τῆς δίκης ἡ πρύμνα ἐστεμμένη τοῦ πλοίου ὃ εἰς Δῆλον Ἀθηναῖοι πέμπουσιν.
因为碰巧在审判的前一天,雅典人派往德洛斯岛的船只的船尾被戴上了花冠。
ΕΧ. τοῦτο δὲ δὴ τί ἐστιν;
埃克克拉底:这到底是什么意思?
ΦΑΙΔ. τοῦτ’ ἔστι τὸ πλοῖον, ὥς φασιν Ἀθηναῖοι, ἐν ᾧ Θησεύς ποτε εἰς Κρήτην τοὺς
δὶς ἑπτὰ
ἐκείνους ᾤχετο ἄγων καὶ ἔσωσέ τε καὶ αὐτὸς ἐσώθη.
斐多:正如雅典人所说,这就是当年忒修斯带领那 “两度七人”前往克里特岛,既救了他们也救了自己的那艘船。
τῷ οὖν Ἀπόλλωνι ηὔξαντο ὡς λέγεται τότε, εἰ σωθεῖεν, ἑκάστου ἔτους θεωρίαν ἀπάξειν εἰς Δῆλον· ἣν δὴ ἀεὶ καὶ νῦν ἔτι ἐξ ἐκείνου κατ’ ἐνιαυτὸν τῷ θεῷ πέμπουσιν.
据传说,当时他们向阿波罗许愿,如果能得救,每年都要向德洛斯岛派遣使团;从那时起直到现在,他们每年都向神派遣这个使团。
ἐπειδὰν οὖν ἄρξωνται τῆς θεωρίας, νόμος ἐστὶν αὐτοῖς ἐν τῷ χρόνῳ τούτῳ καθαρεύειν τὴν πόλιν καὶ δημοσίᾳ μηδένα ἀποκτεινύναι, πρὶν ἂν εἰς Δῆλόν τε ἀφίκηται τὸ πλοῖον καὶ πάλιν δεῦρο· τοῦτο δ’ ἐνίοτε ἐν πολλῷ χρόνῳ γίγνεται, ὅταν τύχωσιν ἄνεμοι ἀπολαβόντες αὐτούς.
因此,当他们开始使团活动时,法律规定在这段时间内必须保持城市清洁,不得公开处死任何人,直到船只到达德洛斯并再次返回这里;而当风阻碍他们时,这有时会花费很长时间。
ἀρχὴ δ’ ἐστὶ τῆς θεωρίας ἐπειδὰν ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος στέψῃ τὴν πρύμναν τοῦ πλοίου· τοῦτο δ’ ἔτυχεν, ὥσπερ λέγω, τῇ προτεραίᾳ τῆς δίκης γεγονός.
使团的开始,是当阿波罗的祭司为船尾戴上花冠的时候;而正如我所说,这恰好发生在审判的前一天。
διὰ ταῦτα καὶ πολὺς χρόνος ἐγένετο τῷ Σωκράτει ἐν τῷ δεσμωτηρίῳ ὁ μεταξὺ τῆς δίκης τε καὶ τοῦ θανάτου.
正因为这些,在审判和死亡之间,苏格拉底在监狱里度过了很长的时间。
ΕΧ. τί δὲ δὴ τὰ περὶ αὐτὸν τὸν θάνατον, ὦ Φαίδων;
埃克克拉底:那么,关于死亡本身的情况又是怎样的呢,斐多?
τί ἦν τὰ λεχθέντα καὶ πραχθέντα, καὶ τίνες οἱ παραγενόμενοι τῶν ἐπιτηδείων τῷ ἀνδρί;
说了些什么,做了些什么,他的亲友中又有哪些人陪在那个人的身边?
ἢ οὐκ εἴων οἱ ἄρχοντες παρεῖναι, ἀλλ’ ἔρημος ἐτελεύτα φίλων;
还是官府不准他们当场作陪,以至于他在没有朋友的情况下孤独地死去?
ΦΑΙΔ. οὐδαμῶς, ἀλλὰ παρῆσάν τινες, καὶ πολλοί γε.
斐多:绝非如此,而是有一些人在场,而且还挺多的。
ΕΧ. ταῦτα δὴ πάντα προθυμήθητι ὡς σαφέστατα ἡμῖν ἀπαγγεῖλαι, εἰ μή τίς σοι ἀσχολία τυγχάνει οὖσα.
埃克克拉底:那么,请尽力把这一切尽可能清楚地向我们报告,除非你碰巧有什么忙碌的事。
ΦΑΙΔ. ἀλλὰ σχολάζω γε καὶ πειράσομαι ὑμῖν διηγήσασθαι· καὶ γὰρ τὸ μεμνῆσθαι Σωκράτους καὶ αὐτὸν λέγοντα καὶ ἄλλου ἀκούοντα ἔμοιγε ἀεὶ πάντων ἥδιστον.
斐多:不,我有空,我会尽力给你们讲述;因为回忆起苏格拉底,无论是我自己说还是听别人说,对我来说向来是所有事情中最令人愉快的。
ΕΧ. ἀλλὰ μήν, ὦ Φαίδων, καὶ τοὺς ἀκουσομένους γε τοιούτους ἑτέρους ἔχεις· ἀλλὰ πειρῶ ὡς ἂν δύνῃ ἀκριβέστατα διεξελθεῖν πάντα.
埃克克拉底:但是斐多,你的听众们也同样是这样的人;所以请尽你所能最准确地把一切详尽叙述。
ΦΑΙΔ. καὶ μὴν ἔγωγε θαυμάσια ἔπαθον παραγενόμενος.
斐多:实际上,我在那里确实体验到了一种奇妙的情感。
οὔτε γὰρ ὡς θανάτῳ παρόντα με ἀνδρὸς ἐπιτηδείου ἔλεος εἰσῄει· εὐδαίμων γάρ μοι ἁνὴρ ἐφαίνετο, ὦ Ἐχέκρατες, καὶ τοῦ τρόπου καὶ τῶν λόγων, ὡς ἀδεῶς καὶ γενναίως ἐτελεύτα, ὥστε μοι ἐκεῖνον παρίστασθαι μηδ’ εἰς Ἅιδου ἰόντα ἄνευ θείας μοίρας ἰέναι, ἀλλὰ καὶ ἐκεῖσε ἀφικόμενον εὖ πράξειν εἴπερ τις πώποτε καὶ ἄλλος.
因为我并没有像陪伴一位亲近的朋友走向死亡时那样产生怜悯之情;埃克克拉底,那个人在举止和言语上都显得非常幸福,他是如此无畏而高尚地死去,以至于让我觉得,即使他前往冥府,也不是没有神圣的命运指引,而且即使到了那里,他也必定会过得很好,如果曾经有任何人过得好的话。