§113ΦΑΙΔ. τὰ μὲν οὖν δὴ ἄλλα πολλά τε καὶ μεγάλα καὶ παντοδαπὰ ῥεύματά ἐστι·
斐多。
τυγχάνει δ’ ἄρα ὄντα ἐν τούτοις τοῖς πολλοῖς τέτταρ’ ἄττα ῥεύματα, ὧν τὸ μὲν μέγιστον καὶ ἐξωτάτω ῥέον περὶ κύκλῳ ὁ καλούμενος Ὠκεανός ἐστιν, τούτου δὲ καταντικρὺ καὶ ἐναντίως ῥέων Ἀχέρων, ὃς δι’ ἐρήμων τε τόπων ῥεῖ ἄλλων καὶ δὴ καὶ ὑπὸ γῆν ῥέων εἰς τὴν λίμνην ἀφικνεῖται τὴν Ἀχερουσιάδα, οὗ αἱ τῶν τετελευτηκότων ψυχαὶ τῶν πολλῶν ἀφικνοῦνται καί τινας εἱμαρμένους χρόνους μείνασαι, αἱ μὲν μακροτέρους, αἱ δὲ βραχυτέρους, πάλιν ἐκπέμπονται εἰς τὰς τῶν ζῴων γενέσεις.
“虽然其他水流确实既多又大、千姿百态,但在这些众多的水流中,恰好有四个特殊的水流,其中最大且在最外圈绕圈流动的是被称为奥克兰诺斯的水流;与它相对且反向流动的是阿刻戎,它不仅流经其他荒凉的地方,而且尤其流到地下,抵达阿刻戎西亚湖,大多数死者的灵魂都会来到这里,在停留了某些注定的时间(有的较长,有的较短)之后,又被重新送回到生物的诞生中。
τρίτος δὲ ποταμὸς τούτων κατὰ μέσον ἐκβάλλει, καὶ ἐγγὺς τῆς ἐκβολῆς ἐκπίπτει εἰς τόπον μέγαν πυρὶ πολλῷ καόμενον, καὶ λίμνην ποιεῖ μείζω τῆς παρ᾽ ἡμῖν θαλάττης, ζέουσαν ὕδατος καὶ πηλοῦ·
第三条河流在这两条河之间流出,在流出口附近,它落入一个被熊熊大火燃烧的广阔区域,并形成了一个比我们这里的海还要大的湖,湖水和泥浆一同沸腾。
ἐντεῦθεν δὲ χωρεῖ κύκλῳ θολερὸς καὶ πηλώδης, περιελιττόμενος δὲ τῇ γῇ ἄλλοσέ τε ἀφικνεῖται καὶ παρ’ ἔσχατα τῆς Ἀχερουσιάδος λίμνης, οὐ συμμειγνύμενος τῷ ὕδατι·
从那里它浑浊且多泥地绕圈前行,缠绕着大地,流经其他地方,也流到了阿刻戎西亚湖的边缘,但并不与那里的水相混。
περιελιχθεὶς δὲ πολλάκις ὑπὸ γῆς ἐμβάλλει κατωτέρω τοῦ Ταρτάρου·
在地下盘旋多次之后,它注入到塔尔塔罗斯更深的地方。
οὗτος δ’ ἐστὶν ὃν ἐπονομάζουσιν Πυριφλεγέθοντα, οὗ καὶ οἱ ῥύακες ἀποσπάσματα ἀναφυσῶσιν ὅπῃ ἂν τύχωσι τῆς γῆς.
这就是人们所说的庇里弗勒革同河,它的熔岩流也在大地的各处喷发出碎片。
τούτου δὲ αὖ καταντικρὺ ὁ τέταρτος ἐκπίπτει εἰς τόπον πρῶτον δεινόν τε καὶ ἄγριον, ὡς λέγεται, χρῶμα δ’ ἔχοντα ὅλον οἷον ὁ κυανός, ὃν δὴ ἐπονομάζουσι Στύγιον, καὶ τὴν λίμνην ἣν ποιεῖ ὁ ποταμὸς ἐμβάλλων, Στύγα·
而在这一条河的对面,第四条河流落入一个起初十分可怕而荒凉的地方,据人们说,它具有一种完全像蓝青色一样的颜色,人们称之为斯堤克斯河,而该河注入所形成的湖则被称为斯堤克斯。
ὁ δ’ ἐμπεσὼν ἐνταῦθα καὶ δεινὰς δυνάμεις λαβὼν ἐν τῷ ὕδατι, δὺς κατὰ τῆς γῆς, περιελιττόμενος χωρεῖ ἐναντίος τῷ Πυριφλεγέθοντι καὶ ἀπαντᾷ ἐν τῇ Ἀχερουσιάδι λίμνῃ ἐξ ἐναντίας·
这条河落入其中,在水中获得了可怕的力量,潜入地下,以与庇里弗勒革同河相反的方向盘旋前行,并在阿刻戎西亚湖的对面与之相会。
καὶ οὐδὲ τὸ τούτου ὕδωρ οὐδενὶ μείγνυται, ἀλλὰ καὶ οὗτος κύκλῳ περιελθὼν ἐμβάλλει εἰς τὸν Τάρταρον ἐναντίος τῷ Πυριφλεγέθοντι· ὄνομα δὲ τούτῳ ἐστίν, ὡς οἱ ποιηταὶ λέγουσιν, κωκυτός.
这条河的水也不与任何水相混,而是同样绕圈流过之后,在庇里弗勒革同河的对面注入塔尔塔罗斯;正如诗人们所说,它的名字叫科库托斯。
τούτων δὲ οὕτως πεφυκότων, ἐπειδὰν ἀφίκωνται οἱ τετελευτηκότες εἰς τὸν τόπον οἷ ὁ δαίμων ἕκαστον κομίζει, πρῶτον μὲν διεδικάσαντο οἵ τε καλῶς καὶ ὁσίως βιώσαντες καὶ οἱ μή.
这些事情既已如此安排,当死者们到达守护神带领他们每个人去往的地方时,首先要对那些生活美好且敬虔的人,以及那些并非如此的人进行审判。
καὶ οἳ μὲν ἂν δόξωσι μέσως βεβιωκέναι, πορευθέντες ἐπὶ τὸν Ἀχέροντα, ἀναβάντες ἃ δὴ αὐτοῖς ὀχήματά ἐστιν, ἐπὶ τούτων ἀφικνοῦνται εἰς τὴν λίμνην, καὶ ἐκεῖ οἰκοῦσί τε καὶ καθαιρόμενοι τῶν τε ἀδικημάτων διδόντες δίκας ἀπολύονται, εἴ τίς τι ἠδίκηκεν, τῶν τε εὐεργεσιῶν τιμὰς φέρονται κατὰ τὴν ἀξίαν ἕκαστος·
那些被判定为过着中等生活的人,前往阿刻戎河,登上本就是为他们准备的交通工具,乘坐这些工具到达湖区。 他们居住在那里,接受净化,并为自己的恶行付出代价,从而在有人犯下任何恶行时获得宽恕;而对于他们的善行,每个人都根据其价值获得相应的奖赏。
οἳ δ’ ἂν δόξωσιν ἀνιάτως ἔχειν διὰ τὰ μεγέθη τῶν ἁμαρτημάτων, ἢ ἱεροσυλίας πολλὰς καὶ μεγάλας ἢ φόνους ἀδίκους καὶ παρανόμους πολλοὺς ἐξειργασμένοι ἢ ἄλλα ὅσα τοιαῦτα τυγχάνει ὄντα, τούτους δὲ ἡ προσήκουσα μοῖρα ῥίπτει εἰς τὸν Τάρταρον, ὅθεν οὔποτε ἐκβαίνουσιν.
然而,那些因罪孽深重而被判定为不可救药的人——如犯下了许多重大神圣盗窃罪、许多不义和非法的谋杀,或者其他类似罪行的人——则被其应得的命运投入塔尔塔罗斯,并且永远无法出来。 ”