§111ΦΑΙΔ. τὴν δὲ γῆν αὐτὴν κεκοσμῆσθαι τούτοις τε ἅπασι καὶ ἔτι χρυσῷ τε καὶ ἀργύρῳ καὶ τοῖς ἄλλοις αὖ τοῖς τοιούτοις.
斐多。 “据说,这片大地本身不仅是由这一切装饰起来的,而且还由黄金、白银以及其他此类物质所装饰。
ἐκφανῆ γὰρ αὐτὰ πεφυκέναι, ὄντα πολλὰ πλήθει καὶ μεγάλα καὶ πανταχοῦ τῆς γῆς, ὥστε αὐτὴν ἰδεῖν εἶναι θέαμα εὐδαιμόνων θεατῶν.
因为这些物质显而易见,数量繁多、体积巨大,遍布大地的各个角落,因此俯瞰大地,对于快乐的观赏者来说是一幅绝妙的奇景。
ζῷα δ’ ἐπ’ αὐτῇ εἶναι ἄλλα τε πολλὰ καὶ ἀνθρώπους, τοὺς μὲν ἐν μεσογαίᾳ οἰκοῦντας, τοὺς δὲ περὶ τὸν ἀέρα ὥσπερ ἡμεῖς περὶ τὴν θάλατταν, τοὺς δ’ ἐν νήσοις ἃς περιρρεῖν τὸν ἀέρα πρὸς τῇ ἠπείρῳ οὔσας·
在大地上还生活着许多其他动物和人类,有的居住在内陆,有的像我们居住在海边一样居住在空气的周围,还有的居住在大陆附近的、被空气环绕的岛屿上。
καὶ ἑνὶ λόγῳ, ὅπερ ἡμῖν τὸ ὕδωρ τε καὶ ἡ θάλαττά ἐστι πρὸς τὴν ἡμετέραν χρείαν, τοῦτο ἐκεῖ τὸν ἀέρα, ὃ δὲ ἡμῖν ἀήρ, ἐκείνοις τὸν αἰθέρα.
简而言之,水和海洋对我们的需要所起的作用,在那里空气对他们起着同样的作用;而空气对我们的作用,以太对他们起着同样的作用。
τὰς δὲ ὥρας αὐτοῖς κρᾶσιν ἔχειν τοιαύτην ὥστε ἐκείνους ἀνόσους εἶναι καὶ χρόνον τε ζῆν πολὺ πλείω τῶν ἐνθάδε, καὶ ὄψει καὶ ἀκοῇ καὶ φρονήσει καὶ πᾶσι τοῖς τοιούτοις ἡμῶν ἀφεστάναι τῇ αὐτῇ ἀποστάσει ᾗπερ ἀήρ τε ὕδατος ἀφέστηκεν καὶ αἰθὴρ ἀέρος πρὸς καθαρότητα.
此外,他们的季节具有这样的调和,以至于他们免受疾病困扰,寿命比这里的人长得多;在视觉、听觉、智慧以及所有类似方面,他们与我们的距离,正如空气与水的距离、以太与空气的距离在纯净度上一样。
καὶ δὴ καὶ θεῶν ἄλση τε καὶ ἱερὰ αὐτοῖς εἶναι, ἐν οἷς τῷ ὄντι οἰκητὰς θεοὺς εἶναι, καὶ φήμας τε καὶ μαντείας καὶ αἰσθήσεις τῶν θεῶν καὶ τοιαύτας συνουσίας γίγνεσθαι αὐτοῖς πρὸς αὐτούς·
不仅如此,他们还拥有神明圣林和庙宇,神明真正居住在其中,神谕、预言、对神明的感知以及类似的交往在他们与神明之间发生。
καὶ τόν γε ἥλιον καὶ σελήνην καὶ ἄστρα ὁρᾶσθαι ὑπ’ αὐτῶν οἷα τυγχάνει ὄντα, καὶ τὴν ἄλλην εὐδαιμονίαν τούτων ἀκόλουθον εἶναι.
他们看到的太阳、月亮和星辰,正是其真实的样子,而他们的其他幸福也与此相称。
καὶ ὅλην μὲν δὴ τὴν γῆν οὕτω πεφυκέναι καὶ τὰ περὶ τὴν γῆν·
整个大地及大地周围的事物就是这样。
τόπους δ’ ἐν αὐτῇ εἶναι κατὰ τὰ ἔγκοιλα αὐτῆς κύκλῳ περὶ ὅλην πολλούς, τοὺς μὲν βαθυτέρους καὶ ἀναπεπταμένους μᾶλλον ἢ ἐν ᾧ ἡμεῖς οἰκοῦμεν, τοὺς δὲ βαθυτέρους ὄντας τὸ χάσμα αὐτοὺς ἔλαττον ἔχειν τοῦ παρ’ ἡμῖν τόπου, ἔστι δ’ οὓς καὶ βραχυτέρους τῷ βάθει τοῦ ἐνθάδε εἶναι καὶ πλατυτέρους.
然而在大地内部,在它的洼地里,环绕着整个大地有许多地方,有的比我们居住的地方更深、更开阔;有的虽然更深,但其裂口比我们这里的地方更小;还有一些在深度上比这里更浅、更宽。
τούτους δὲ πάντας ὑπὸ γῆν εἰς ἀλλήλους συντετρῆσθαί τε πολλαχῇ καὶ κατὰ στενότερα καὶ εὐρύτερα καὶ διεξόδους ἔχειν, ᾗ πολὺ μὲν ὕδωρ ῥεῖν ἐξ ἀλλήλων εἰς ἀλλήλους ὥσπερ εἰς κρατῆρας, καὶ ἀενάων ποταμῶν ἀμήχανα μεγέθη ὑπὸ τὴν γῆν καὶ θερμῶν ὑδάτων καὶ ψυχρῶν, πολὺ δὲ πῦρ καὶ πυρὸς μεγάλους ποταμούς, πολλοὺς δὲ ὑγροῦ πηλοῦ καὶ καθαρωτέρου καὶ βορβορωδεστέρου, ὥσπερ ἐν Σικελίᾳ οἱ πρὸ τοῦ ῥύακος πηλοῦ ῥέοντες ποταμοὶ καὶ αὐτὸς ὁ ῥύαξ·
所有这些地方在地下多处互相连通,有狭窄的和宽阔的通道,并有出口,许多水从一处流向另一处,如同流进混合盆中。 地下还有源源不断、无法估量的冷热泉水,大量的火和巨大的火河,以及许多流动的泥浆河,有的较清澈,有的较浑浊,就像在西西里火山喷发前流淌的泥浆河以及火山熔岩流本身一样。
ὧν δὴ καὶ ἑκάστους τοὺς τόπους πληροῦσθαι, ὡς ἂν ἑκάστοις τύχῃ ἑκάστοτε ἡ περιρροὴ γιγνομένη.
这些河流将各个地方填满,这取决于每次水流如何恰好流向各处。
ταῦτα δὲ πάντα κινεῖν ἄνω καὶ κάτω ὥσπερ αἰώραν τινὰ ἐνοῦσαν ἐν τῇ γῇ·
而所有这些都由大地内部存在的一种秋千般的力量上下移动。
ἔστι δὲ ἄρα αὕτη ἡ αἰώρα διὰ φύσιν τοιάνδε τινά.
至于这秋千般的力量,其实是由于如下的自然属性所致。 ”