§106ΦΑΙΔ. τί οὖν, ἦ δ’ ὅς, ὦ Κέβης; εἰ τῷ ἀναρτίῳ ἀναγκαῖον ἦν ἀνωλέθρῳ εἶναι, ἄλλο τι τὰ τρία ἢ ἀνώλεθρα ἂν ἦν;
“那么,刻贝,”他说,“如果非偶数必然是不灭的,那么三难道不也就是不灭的吗?
πῶς γὰρ οὔ;
”“怎么会不如此呢?
οὐκοῦν εἰ καὶ τὸ ἄθερμον ἀναγκαῖον ἦν ἀνώλεθρον εἶναι, ὁπότε τις ἐπὶ χιόνα θερμὸν ἐπάγοι, ὑπεξῄει ἂν ἡ χιὼν οὖσα σῶς καὶ ἄτηκτος;
”“因此,如果非温也必然是不灭的,当有人拿热去对付雪时,雪难道不会完好无损且不融化地退避开吗?
οὐ γὰρ ἂν ἀπώλετό γε, οὐδ’ αὖ ὑπομένουσα ἐδέξατο ἂν τὴν θερμότητα.
因为它决不会灭亡,也不会在留下来时接受热。
ἀληθῆ, ἔφη, λέγεις.
”“你说的对,”他说。
ὣς δ’ αὔτως οἶμαι κἂν εἰ τὸ ἄψυκτον ἀνώλεθρον ἦν, ὁπότε ἐπὶ τὸ πῦρ ψυχρόν τι ἐπῄει, οὔποτ’ ἂν ἀπεσβέννυτο οὐδ’ ἀπώλλυτο, ἀλλὰ σῶν ἂν ἀπελθὸν ᾤχετο.
“我想,同样地,如果非冷是不灭的,每当冷的东西接近火时,火决不会被熄灭或灭亡,而是会完好无损地离开并离去。
ἀνάγκη, ἔφη.
”“这是必然的,”他说。
οὐκοῦν καὶ ὧδε, ἔφη, ἀνάγκη περὶ τοῦ ἀθανάτου εἰπεῖν;
“那么,”他说,“关于不死者,是不是也必然要这样说呢?
εἰ μὲν τὸ ἀθάνατον καὶ ἀνώλεθρόν ἐστιν, ἀδύνατον ψυχῇ, ὅταν θάνατος ἐπ’ αὐτὴν ἴῃ, ἀπόλλυσθαι· θάνατον μὲν γὰρ δὴ ἐκ τῶν προειρημένων οὐ δέξεται οὐδ’ ἔσται τεθνηκυῖα, ὥσπερ τὰ τρία οὐκ ἔσται, ἔφαμεν, ἄρτιον, οὐδέ γ’ αὖ τὸ περιττόν, οὐδὲ δὴ πῦρ ψυχρόν, οὐδέ γε ἡ ἐν τῷ πυρὶ θερμότης.
如果不死者也是不灭的,那么当死亡临到灵魂时,灵魂是不可能灭亡的;因为根据前面所说的,它不会接受死亡,也不会变成死的,正如我们曾说,三不会是偶数,奇数也不会是,火不会是冷的,火中的热也不会。
ἀλλὰ τί κωλύει,
φαίη ἄν τις,
ἄρτιον μὲν τὸ περιττὸν μὴ γίγνεσθαι ἐπιόντος τοῦ ἀρτίου, ὥσπερ ὡμολόγηται, ἀπολομένου δὲ αὐτοῦ ἀντ’ ἐκείνου ἄρτιον γεγονέναι;
‘但是,有什么能阻止,’也许有人会说,‘奇数在偶数临到时虽不变成偶数,如刚才所同意的那样,但它自身毁灭后,取而代之的是偶数产生呢?
τῷ ταῦτα λέγοντι οὐκ ἂν ἔχοιμεν διαμαχέσασθαι ὅτι οὐκ ἀπόλλυται· τὸ γὰρ ἀνάρτιον οὐκ ἀνώλεθρόν ἐστιν·
’对于说这话的人,我们无法与之争辩说它不会毁灭;因为非偶数并不是不灭的。
ἐπεὶ εἰ τοῦτο ὡμολόγητο ἡμῖν, ῥᾳδίως ἂν διεμαχόμεθα ὅτι ἐπελθόντος τοῦ ἀρτίου τὸ περιττὸν καὶ τὰ τρία οἴχεται ἀπιόντα· καὶ περὶ πυρὸς καὶ θερμοῦ καὶ τῶν ἄλλων οὕτως ἂν διεμαχόμεθα.
但是,如果这一点已经得到我们的同意,我们就可以轻易地争辩说,当偶数临到时,奇数和三就会离开并走掉;而关于火、热以及其他事物,我们也可以同样争辩。
ἢ οὔ;
不是吗?
πάνυ μὲν οὖν.
”“非常正确。
οὐκοῦν καὶ νῦν περὶ τοῦ ἀθανάτου, εἰ μὲν ἡμῖν ὁμολογεῖται καὶ ἀνώλεθρον εἶναι, ψυχὴ ἂν εἴη πρὸς τῷ ἀθάνατος εἶναι καὶ ἀνώλεθρος· εἰ δὲ μή, ἄλλου ἂν δέοι λόγου.
”“因此现在关于不死者也是如此:如果我们同意它也是不灭的,那么灵魂除了是不死的之外,也就还会是不灭的;但如果不同意,那就需要另外的论证了。
ἀλλ’ οὐδὲν δεῖ, ἔφη, τούτου γε ἕνεκα· σχολῇ γὰρ ἄν τι ἄλλο φθορὰν μὴ δέχοιτο, εἰ τό γε ἀθάνατον ἀίδιον ὂν φθορὰν δέξεται.
”“但是,至少就这一点而言,完全不需要,”他说,“因为如果连不死的、作为永恒存在的东西都要接受毁灭,那么很难想象还有什么别的东西能不接受毁灭了。
ὁ δέ γε θεὸς οἶμαι, ἔφη ὁ Σωκράτης, καὶ αὐτὸ τὸ τῆς ζωῆς εἶδος καὶ εἴ τι ἄλλο ἀθάνατόν ἐστιν, παρὰ πάντων ἂν ὁμολογηθείη μηδέποτε ἀπόλλυσθαι.
”“我想,”苏格拉底说,“神,以及生命之相本身,如果还有其他什么是不死的,应该会被所有人同意它们是决不灭亡的。
παρὰ πάντων μέντοι νὴ Δί᾽, ἔφη, ἀνθρώπων τέ γε καὶ ἔτι μᾶλλον, ὡς ἐγᾦμαι, παρὰ θεῶν.
”“凭宙斯起誓,确实会被所有人同意,”他说,“包括人类,而且我想更会被神明同意。
ὁπότε δὴ τὸ ἀθάνατον καὶ ἀδιάφθορόν ἐστιν, ἄλλο τι ψυχὴ ἤ, εἰ ἀθάνατος τυγχάνει οὖσα, καὶ ἀνώλεθρος ἂν εἴη;
” “既然不死者也是不可毁灭的,那么灵魂如果碰巧是不死的,它难道不也就应该是不灭的吗?
πολλὴ ἀνάγκη.
”“极其必然。
ἐπιόντος ἄρα θανάτου ἐπὶ τὸν ἄνθρωπον τὸ μὲν θνητόν, ὡς ἔοικεν, αὐτοῦ ἀποθνῄσκει, τὸ δ’ ἀθάνατον σῶν καὶ ἀδιάφθορον οἴχεται ἀπιόν, ὑπεκχωρῆσαν τῷ θανάτῳ.
”“因此,当死亡临到人时,如其所见,他的必死部分会死去,而不死部分则完好无损、不遭毁灭地离去,向死亡退避。
φαίνεται.
”“看来是这样。 ”