Humanitext Reader

柏拉图 · 斐多篇 §107-108

照料灵魂的必要与前往冥府的旅途神话

第 47 段,共 55 段 · 希腊语

内容简介

苏格拉底得出结论,灵魂是不死且不灭的,并强调了在生前照料灵魂的重要性。随后,他开始对灵魂前往哈德斯的旅程进行神话式的描绘,阐述了不同的灵魂如何根据其生前的洁净程度经历不同的道路。

§107ΦΑΙΔ. παντὸς μᾶλλον ἄρα, ἔφη, ὦ Κέβης, ψυχὴ ἀθάνατον καὶ ἀνώλεθρον, καὶ τῷ ὄντι ἔσονται ἡμῶν αἱ ψυχαὶ ἐν Ἅιδου.
“那么,刻贝,”他说,“灵魂绝对是不死且不灭的,而我们的灵魂确实将存在于哈德斯。
οὔκουν ἔγωγε, ὦ Σώκρατες, ἔφη, ἔχω παρὰ ταῦτα ἄλλο τι λέγειν οὐδέ πῃ ἀπιστεῖν τοῖς λόγοις.
” “苏格拉底啊,”他说,“对于这些,我确实没有什么可反驳的,也无法在任何方面不相信这些论证。
ἀλλ’ εἰ δή τι Σιμμίας ὅδε ἤ τις ἄλλος ἔχει λέγειν, εὖ ἔχει μὴ κατασιγῆσαι· ὡς οὐκ οἶδα εἰς ὅντινά τις ἄλλον καιρὸν ἀναβάλλοιτο ἢ τὸν νῦν παρόντα, περὶ τῶν τοιούτων βουλόμενος ἤ τι εἰπεῖν ἢ ἀκοῦσαι.
但是,如果这里的西米亚斯或者其他什么人有什么要说的,最好不要保持沉默;因为如果有人想就这些事情说点什么或听点什么,我不知道除了当下这个时刻,还能推迟到其他什么别的时候。
ἀλλὰ μήν, ἦ δ’ ὃς ὁ Σιμμίας, οὐδ’ αὐτὸς ἔχω ἔτι ὅπῃ ἀπιστῶ ἔκ γε τῶν λεγομένων· ὑπὸ μέντοι τοῦ μεγέθους περὶ ὧν οἱ λόγοι εἰσίν, καὶ τὴν ἀνθρωπίνην ἀσθένειαν ἀτιμάζων, ἀναγκάζομαι ἀπιστίαν ἔτι ἔχειν παρ’ ἐμαυτῷ περὶ τῶν εἰρημένων.
” “的确,”西米亚斯说,“至少从所说的话来看,我自己也再没有任何可以怀疑的地方了;然而,鉴于这些论证所讨论的主题之重大,且考虑到人类的软弱,我不得不对自己心里关于所说的一切仍存有怀疑。
οὐ μόνον γ᾽, ἔφη, ὦ Σιμμία, ὁ Σωκράτης, ἀλλὰ ταῦτά τε εὖ λέγεις καὶ τάς γε ὑποθέσεις τὰς πρώτας, καὶ εἰ πισταὶ ὑμῖν εἰσιν, ὅμως ἐπισκεπτέαι σαφέστερον· καὶ ἐὰν αὐτὰς ἱκανῶς διέλητε, ὡς ἐγᾦμαι, ἀκολουθήσετε τῷ λόγῳ, καθ’ ὅσον δυνατὸν μάλιστ’ ἀνθρώπῳ ἐπακολουθῆσαι· κἂν τοῦτο αὐτὸ σαφὲς γένηται, οὐδὲν ζητήσετε περαιτέρω.
” “不单是这样,西米亚斯,”苏格拉底说,“你不仅这一点说得对,而且那些最初的假设,即使对你们来说是可靠的,也仍然必须更清晰地加以考察;如果你们对它们进行了充分的剖析,我想,你们就会在人类所能做到的最大程度上紧跟这一论证;一旦这一点本身变得清晰,你们就不会再寻求更远的东西了。
ἀληθῆ, ἔφη, λέγεις.
” “你说的对,”他说。
ἀλλὰ τόδε γ᾽, ἔφη, ὦ ἄνδρες, δίκαιον διανοηθῆναι, ὅτι, εἴπερ ἡ ψυχὴ ἀθάνατος, ἐπιμελείας δὴ δεῖται οὐχ ὑπὲρ τοῦ χρόνου τούτου μόνον ἐν ᾧ καλοῦμεν τὸ ζῆν, ἀλλ’ ὑπὲρ τοῦ παντός, καὶ ὁ κίνδυνος νῦν δὴ καὶ δόξειεν ἂν δεινὸς εἶναι, εἴ τις αὐτῆς ἀμελήσει.
“但是,朋友们,”他说,“考虑以下这一点是公正的:如果灵魂确实是不死的,那么它不仅需要为了我们称之为生命的这段时间得到照料,而且需要为了全部的时间;如果有人忽视了它,那么现在的危险看来确实是可怕的。
εἰ μὲν γὰρ ἦν ὁ θάνατος τοῦ παντὸς ἀπαλλαγή, ἕρμαιον ἂν ἦν τοῖς κακοῖς ἀποθανοῦσι τοῦ τε σώματος ἅμ’ ἀπηλλάχθαι καὶ τῆς αὑτῶν κακίας μετὰ τῆς ψυχῆς·
因为如果死亡是与一切事物的解脱,那么对于恶人来说,死后立刻摆脱身体,并随同灵魂一起摆脱他们自身的邪恶,可真是意外的幸运了。
νῦν δ’ ἐπειδὴ ἀθάνατος φαίνεται οὖσα, οὐδεμία ἂν εἴη αὐτῇ ἄλλη ἀποφυγὴ κακῶν οὐδὲ σωτηρία πλὴν τοῦ ὡς βελτίστην τε καὶ φρονιμωτάτην γενέσθαι.
但现在,既然灵魂显现为是不死的,那么对于它来说,除了变得尽可能地好和尽可能地智慧之外,就没有别的摆脱邪恶的途径,也没有别的拯救了。
οὐδὲν γὰρ ἄλλο ἔχουσα εἰς Ἅιδου ἡ ψυχὴ ἔρχεται πλὴν τῆς παιδείας τε καὶ τροφῆς, ἃ δὴ καὶ μέγιστα λέγεται ὠφελεῖν ἢ βλάπτειν τὸν τελευτήσαντα εὐθὺς ἐν ἀρχῇ τῆς ἐκεῖσε πορείας.
因为灵魂前往哈德斯时,除了它的教养和培育之外不带任何别的东西,而这些据信确实是在前往彼处的旅程伊始,对死者产生最大益处或害处的东西。
λέγεται δὲ οὕτως, ὡς ἄρα τελευτήσαντα ἕκαστον ὁ ἑκάστου δαίμων, ὅσπερ ζῶντα εἰλήχει, οὗτος ἄγειν ἐπιχειρεῖ εἰς δή τινα τόπον, οἷ δεῖ τοὺς συλλεγέντας διαδικασαμένους εἰς Ἅιδου πορεύεσθαι μετὰ ἡγεμόνος ἐκείνου ᾧ δὴ προστέτακται τοὺς ἐνθένδε ἐκεῖσε πορεῦσαι·
传说有这样一种说法:每当有人死去,在生前抽签分配给他的那个守护神,就会企图将他带到某个特定的地方,在那里的聚集者必须在接受审判后,在那个被指派将人从这里送往那里的向导带领下,前往哈德斯。
τυχόντας δὲ ἐκεῖ ὧν δὴ τυχεῖν καὶ μείναντας ὃν χρὴ χρόνον ἄλλος δεῦρο πάλιν ἡγεμὼν κομίζει ἐν πολλαῖς χρόνου καὶ μακραῖς περιόδοις.
在那里得到了他们必须得到的东西,并停留了必须停留的时间之后,另一个向导会在经历了许多且漫长的周期之后,再次将他们带回这里。
§108ΦΑΙΔ. ἔστι δὲ ἄρα ἡ πορεία οὐχ ὡς ὁ Αἰσχύλου Τήλεφος λέγει· ἐκεῖνος μὲν γὰρ ἁπλῆν οἶμόν φησιν εἰς Ἅιδου φέρειν, ἡ δ᾽ οὔτε ἁπλῆ οὔτε μία φαίνεταί μοι εἶναι.
” “然而,看来这段旅程并不是像埃斯库罗斯的《忒勒福斯》中所说的那样;因为他虽说有一条简单的道路通往哈德斯,但在我看来,它既不简单,也不是只有一条。
οὐδὲ γὰρ ἂν ἡγεμόνων ἔδει· οὐ γάρ πού τις ἂν διαμάρτοι οὐδαμόσε μιᾶς ὁδοῦ οὔσης.
因为若是那样,就不需要向导了;如果只有一条路,想必谁也不会在任何地方迷路。
νῦν δὲ ἔοικε σχίσεις τε καὶ τριόδους πολλὰς ἔχειν· ἀπὸ τῶν θυσιῶν τε καὶ νομίμων τῶν ἐνθάδε τεκμαιρόμενος λέγω.
但现在,它似乎有许多分叉口和三岔路口;我是根据此间的祭祀和宗教仪式推测而说这话的。
ἡ μὲν οὖν κοσμία τε καὶ φρόνιμος ψυχὴ ἕπεταί τε καὶ οὐκ ἀγνοεῖ τὰ παρόντα· ἡ δ’ ἐπιθυμητικῶς τοῦ σώματος ἔχουσα, ὅπερ ἐν τῷ ἔμπροσθεν εἶπον, περὶ ἐκεῖνο πολὺν χρόνον ἐπτοημένη καὶ περὶ τὸν ὁρατὸν τόπον, πολλὰ ἀντιτείνασα καὶ πολλὰ παθοῦσα, βίᾳ καὶ μόγις ὑπὸ τοῦ προστεταγμένου δαίμονος οἴχεται ἀγομένη.
因此,那守秩序且聪慧的灵魂会紧跟向导,并且明白当下的处境;但那对身体抱有强烈欲望的灵魂,正如我前面所说,长期在身体和可见的场所周围徘徊、迷恋,在进行了诸多抗拒并遭受了许多痛苦之后,才在被指派的守护神的强迫和艰难拉扯下离去。
ἀφικομένην δὲ ὅθιπερ αἱ ἄλλαι, τὴν μὲν ἀκάθαρτον καί τι πεποιηκυῖαν τοιοῦτον, ἢ φόνων ἀδίκων ἡμμένην ἢ ἄλλ’ ἄττα τοιαῦτα εἰργασμένην, ἃ τούτων ἀδελφά τε καὶ ἀδελφῶν ψυχῶν ἔργα τυγχάνει ὄντα, ταύτην μὲν ἅπας φεύγει τε καὶ ὑπεκτρέπεται καὶ οὔτε συνέμπορος οὔτε ἡγεμὼν ἐθέλει γίγνεσθαι, αὐτὴ δὲ πλανᾶται ἐν πάσῃ ἐχομένη ἀπορίᾳ ἕως ἂν δή τινες χρόνοι γένωνται, ὧν ἐλθόντων ὑπ’ ἀνάγκης φέρεται εἰς τὴν αὐτῇ πρέπουσαν οἴκησιν· ἡ δὲ καθαρῶς τε καὶ μετρίως τὸν βίον διεξελθοῦσα, καὶ συνεμπόρων καὶ ἡγεμόνων θεῶν τυχοῦσα, ᾤκησεν τὸν αὐτῇ ἑκάστη τόπον προσήκοντα.
当到达其他灵魂所在的地方时,对于那个不洁且犯下过此类罪行、或参与了不正当谋杀、或做过其他与之类似且属于同类灵魂所为之事的灵魂,人人都会躲避并退让,谁也不愿意成为它的同伴或向导,而它则在陷入极度的困境中四处徘徊,直到某段时间过去;当这段时间到来时,它就会被必然性带往适合它的住所;而那些洁净且节制地度过一生、并得到了神明作为同伴和向导的灵魂,则居住在适合它们各自的地方。
εἰσὶν δὲ πολλοὶ καὶ θαυμαστοὶ τῆς γῆς τόποι, καὶ αὐτὴ οὔτε οἵα οὔτε ὅση δοξάζεται ὑπὸ τῶν περὶ γῆς εἰωθότων λέγειν, ὡς ἐγὼ ὑπό τινος πέπεισμαι.
大地有许多奇妙的地方,而且大地本身既不像那些惯于谈论大地的人所想象的那样,也不是那么大,这是我被某个人说服而相信的。
καὶ ὁ Σιμμίας, πῶς ταῦτα, ἔφη, λέγεις, ὦ Σώκρατες;
” 西米亚斯说:“苏格拉底,你这是什么意思?
περὶ γάρ τοι γῆς καὶ αὐτὸς πολλὰ δὴ ἀκήκοα, οὐ μέντοι ταῦτα ἃ σὲ πείθει· ἡδέως οὖν ἂν ἀκούσαιμι.
因为关于大地,我自己确实听过许多传说,但绝不是说服你的这些;因此,我很乐意听一听。
ἀλλὰ μέντοι, ὦ Σιμμία, οὐχ ἡ Γλαύκου τέχνη γέ μοι δοκεῖ εἶναι διηγήσασθαι ἅ γ’ ἐστίν·
” “但是,西米亚斯啊,在我看来,要叙述这些地方是什么样子的,似乎并不需要葛劳科斯的技艺;然而,要证明它们是真的,在我看来似乎比葛劳科斯的技艺还要困难。
ὡς μέντοι ἀληθῆ, χαλεπώτερόν μοι φαίνεται ἢ κατὰ τὴν Γλαύκου τέχνην, καὶ ἅμα μὲν ἐγὼ ἴσως οὐδ’ ἂν οἷός τε εἴην, ἅμα δέ, εἰ καὶ ἠπιστάμην, ὁ βίος μοι δοκεῖ ὁ ἐμός, ὦ Σιμμία, τῷ μήκει τοῦ λόγου οὐκ ἐξαρκεῖν.
而且,一方面我可能没有这个能力,另一方面,即使我知道,西米亚斯,我的生命似乎也不够长,无法容纳这么冗长的说明。
τὴν μέντοι ἰδέαν τῆς γῆς οἵαν πέπεισμαι εἶναι, καὶ τοὺς τόπους αὐτῆς οὐδέν με κωλύει λέγειν.
不过,关于我所相信的大地的形状及其各个区域,倒没有什么能阻止我讲一讲。 ”

词汇与语法注释

  1. 107cἕρμαιον ἂν ἦν τοῖς κακοῖς ἀποθανοῦσι τοῦ τε σώματος ἅμ’ ἀπηλλάχθαι — 这是一个表示与过去事实相反的虚拟条件句(使用 ἦν... ἂν ἦν,“如果是……,就会是……”)。过去时分词 ἀποθανοῦσι(“在死后”或“通过死去”)与表示利益/关涉与格的 τοῖς κακοῖς(“对于恶人”)一致。带有冠词的属格不定词 τοῦ τε σώματος ... ἀπηλλάχθαι(ἀπαλλάττω 的完成时被动不定词)在此作为 ἕρμαιον ἂν ἦν 的主语。
  2. 107eὧν δὴ τυχεῖν — 在由关系代词 ὧν 引导的关系从句中,过去时不定式 τυχεῖν 独立使用。这应该理解为省略了表示义务或必然性的无人称动词(如 δεῖ 或 χρή),意思是“在得到了他们注定/应当得到的东西之后”。
  3. 108bἀφικομένην δὲ ὅθιπερ αἱ ἄλλαι... ταύτην μὲν — 句首的宾格分词短语 ἀφικομένην δὲ... τὴν μὲν ἀκάθαρτον...(“那抵达了……的不洁灵魂”)是一个悬空宾格(或先行宾格),它在句末被指示代词 ταύτην(“这一灵魂”)重新接回,作为 ἅπας φεύγει(“人人多避开”)的宾语。这种在主语和主动词出现之前,将带有长修饰成分的受词置于句首的构造,起到文体上的强调作用。

引用这一段

柏拉图, 斐多篇 §107-108. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg004.humanitext-grc2:107-108

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。