Humanitext Reader

柏拉图 · 斐多篇 §105

灵魂因带来生命而具有不灭性的证明

第 45 段,共 55 段 · 希腊语

内容简介

苏格拉底阐明了这样一类事物的定义,即它们由于总是带入某种性质而决不接受其相反者。接着他将这一规则应用于灵魂:由于灵魂总是带来生命,它决不接受生命的相反者(死亡),从而证明了灵魂是不死的。

§105ΦΑΙΔ. ὃ τοίνυν ἔλεγον ὁρίσασθαι, ποῖα οὐκ ἐναντία τινὶ ὄντα ὅμως οὐ δέχεται αὐτό, τὸ ἐναντίον — οἷον νῦν ἡ τριὰς τῷ ἀρτίῳ οὐκ οὖσα ἐναντία οὐδέν τι μᾶλλον αὐτὸ δέχεται, τὸ γὰρ ἐναντίον ἀεὶ αὐτῷ ἐπιφέρει, καὶ ἡ δυὰς τῷ περιττῷ καὶ τὸ πῦρ τῷ ψυχρῷ καὶ ἄλλα πάμπολλα — ἀλλ’ ὅρα δὴ εἰ οὕτως ὁρίζῃ, μὴ μόνον τὸ ἐναντίον τὸ ἐναντίον μὴ δέχεσθαι, ἀλλὰ καὶ ἐκεῖνο, ὃ ἂν ἐπιφέρῃ τι ἐναντίον ἐκείνῳ, ἐφ’ ὅτι ἂν αὐτὸ ἴῃ, αὐτὸ τὸ ἐπιφέρον τὴν τοῦ ἐπιφερομένου ἐναντιότητα μηδέποτε δέξασθαι.
“那么,我刚才说要定义的,是那些本身虽非某物的相反者,却同样不接受它(那相反者)的是些什么样的事物——例如,现在三虽然不是偶数的相反者,却一点也不比这更接受偶数,因为它总是将与之相反的性质带给它(它所占领的事物),而二对于奇数,以及火对于冷,还有其他极多事物也是如此——不过,且看你是否这样定义:不仅相反者不接受相反者,而且凡是将某种相反的性质带给那个相反者的东西,无论它自身临到什么,这带入者本身决不接受被带入者的相反性质。
πάλιν δὲ ἀναμιμνῄσκου· οὐ γὰρ χεῖρον πολλάκις ἀκούειν.
你且再回想一下;因为多次听取并无坏处。
τὰ πέντε τὴν τοῦ ἀρτίου οὐ δέξεται, οὐδὲ τὰ δέκα τὴν τοῦ περιττοῦ, τὸ διπλάσιον.
五不会接受偶数的相,十——即倍数——也不会接受奇数的相。
τοῦτο μὲν οὖν καὶ αὐτὸ ἄλλῳ ἐναντίον, ὅμως δὲ τὴν τοῦ περιττοῦ οὐ δέξεται· οὐδὲ δὴ τὸ ἡμιόλιον οὐδὲ τἆλλα τὰ τοιαῦτα, τὸ ἥμισυ, τὴν τοῦ ὅλου, καὶ τριτημόριον αὖ καὶ πάντα τὰ τοιαῦτα, εἴπερ ἕπῃ τε καὶ συνδοκεῖ σοι οὕτως.
这个本身虽然也与别的东西相反,但同样不会接受奇数的相;同样,一倍半以及其他诸如此类者——半——也不会接受整体的相,还有三分之一以及所有这类东西也是如此,只要你理解并同意这是对的。
πάνυ σφόδρα καὶ συνδοκεῖ, ἔφη, καὶ ἕπομαι.
”“我非常同意,”他说,“我也理解。
πάλιν δή μοι, ἔφη, ἐξ ἀρχῆς λέγε. καὶ μή μοι ὃ ἂν ἐρωτῶ ἀποκρίνου, ἀλλὰ μιμούμενος ἐμέ.
”“那么请你再次从头回答我,”他说,“不要用我提问的相同字眼回答我,而是要模仿我。
λέγω δὴ παρ’ ἣν τὸ πρῶτον ἔλεγον ἀπόκρισιν, τὴν ἀσφαλῆ ἐκείνην, ἐκ τῶν νῦν λεγομένων ἄλλην ὁρῶν ἀσφάλειαν.
我原先说的那个安全的回答,现在由于这些讨论,我看到了另一种安全。
εἰ γὰρ ἔροιό με ᾧ ἂν τί ἐν τῷ σώματι ἐγγένηται θερμὸν ἔσται, οὐ τὴν ἀσφαλῆ σοι ἐρῶ ἀπόκρισιν ἐκείνην τὴν ἀμαθῆ, ὅτι ᾧ ἂν θερμότης, ἀλλὰ κομψοτέραν ἐκ τῶν νῦν, ὅτι ᾧ ἂν πῦρ· οὐδὲ ἂν ἔρῃ ᾧ ἂν σώματι τί ἐγγένηται νοσήσει, οὐκ ἐρῶ ὅτι ᾧ ἂν νόσος, ἀλλ’ ᾧ ἂν πυρετός· οὐδ’ ᾧ ἂν ἀριθμῷ τί ἐγγένηται περιττὸς ἔσται, οὐκ ἐρῶ ᾧ ἂν περιττότης, ἀλλ’ ᾧ ἂν μονάς, καὶ τἆλλα οὕτως.
因为,如果你问我,身体里生出什么就会变热,我不会给你那个安全却愚昧的回答,即‘热度’,而是给你一个根据现在所说而得出的更巧妙的回答,即‘火’;如果你问身体里生出什么就会生病,我不会说‘疾病’,而是说‘发烧’;如果问数里生出什么就会是奇数,我不会说‘奇数性’,而是说‘单子’;其他情况也是如此。
ἀλλ’ ὅρα εἰ ἤδη ἱκανῶς οἶσθ’ ὅτι βούλομαι.
且看你现在是否已充分明白我的意图。
ἀλλὰ πάνυ ἱκανῶς, ἔφη.
”“是的,非常充分,”他说。
ἀποκρίνου δή, ἦ δ’ ὅς, ᾧ ἂν τί ἐγγένηται σώματι ζῶν ἔσται;
“那么回答我,”他说,“身体里生出什么,它就会是活着的?
ὧι ἂν ψυχή, ἔφη.
”“灵魂,”他说。
οὐκοῦν ἀεὶ τοῦτο οὕτως ἔχει;
“那么,这总是如此吗?
πῶς γὰρ οὐχί;
”“怎么会不如此呢?
ἦ δ’ ὅς.
”他说。
ψυχὴ ἄρα ὅτι ἂν αὐτὴ κατάσχῃ, ἀεὶ ἥκει ἐπ’ ἐκεῖνο φέρουσα ζωήν;
“那么,凡是灵魂所占领的,它来时都总是给它带来生命吗?
ἥκει μέντοι, ἔφη.
”“确实如此,”他说。
πότερον δ’ ἔστι τι ζωῇ ἐναντίον ἢ οὐδέν;
“那么,有什么是生命的相反者吗,还是什么都没有?
ἔστιν, ἔφη.
”“有,”他说。
τί;
“是什么?
θάνατος.
”“死亡。
οὐκοῦν ψυχὴ τὸ ἐναντίον ᾧ αὐτὴ ἐπιφέρει ἀεὶ οὐ μή ποτε δέξηται, ὡς ἐκ τῶν πρόσθεν ὡμολόγηται;
”“那么,正如从前面所同意的,灵魂决不会接受那个与它所总是带来的东西相反者吗?
καὶ μάλα σφόδρα, ἔφη ὁ Κέβης.
”“非常同意,”刻贝说。
τί οὖν; τὸ μὴ δεχόμενον τὴν τοῦ ἀρτίου ἰδέαν τί νυνδὴ ὠνομάζομεν;
“那么,不接受偶数的相的东西,我们刚才称之为什么?
ἀνάρτιον, ἔφη.
”“非偶数,”他说。
τὸ δὲ δίκαιον μὴ δεχόμενον καὶ ὃ ἂν μουσικὸν μὴ δέχηται;
“那么不接受正义的,以及不接受音乐的呢?
ἄμουσον, ἔφη, τὸ δὲ ἄδικον.
” “无乐的,”他说,“而另一个是不正义的。
εἶεν· ὃ δ’ ἂν θάνατον μὴ δέχηται τί καλοῦμεν;
”“好;那么不接受死亡的东西我们称之为什么?
ἀθάνατον, ἔφη.
”“不死,”他说。
οὐκοῦν ψυχὴ οὐ δέχεται θάνατον;
“那么灵魂不接受死亡吗?
οὔ.
”“不接受。
ἀθάνατον ἄρα ψυχή.
”“那么灵魂是不死的吗?
ἀθάνατον.
”“不死的。
εἶεν, ἔφη· τοῦτο μὲν δὴ ἀποδεδεῖχθαι φῶμεν;
”“好,”他说,“那么我们是否可以说,这已经得到证明了?
ἢ πῶς δοκεῖ;
或者你怎么认为?
καὶ μάλα γε ἱκανῶς, ὦ Σώκρατες.
”“确实非常充分,苏格拉底。 ”

词汇与语法注释

  1. 105ὃ τοίνυν ἔλεγον ὁρίσασθαι — 关系代名词 ὃ(连同不定式 ὁρίσασθαι“定义”)作为句首的悬空宾格使用。经过长距离的插入语后,主句动词以 ἀλλ’ ὅρα δὴ εἰ οὕτως ὁρίζῃ(“但是,看你是否这样定义”)的形式出现,句子结构在此得到了重构。
  2. 105aτὴν τοῦ ἐπιφερομένου ἐναντιότητα — 意为“被带入者的相反性质”。中性现在分词属格 τὸ ἐπιφερόμενον 指的是主体(如“三”)带入其所占领对象中的性质(如“奇数”)。因此,它的“相反性质”(ἐναντιότης)指的是与所带入的奇数相反的“偶数性质”,而带入者(三)决不接受它。
  3. 105bτὸ ἡμιόλιον ... τὴν τοῦ ὅλου — 在 τὴν 之后省略了阴性名词 ἰδέαν(相)。因此翻译为“一倍半……也不会接受整体的相”。此处说明了分数或比例概念(如 ἡμιόλιον‘一倍半’、ἥμισυ‘半’、τριτημόριον‘三分之一’)与“整体”(ὅλον,即整数)这一相是不相容的。
  4. 105bᾧ ἂν τί — 这是一种双重疑问/关系结构,疑问代词主格 τί(“什么”)被嵌入到带 ᾧ 抓 + 虚拟式 ἐγγένηται(“在任何生出某物的[身体]中”)的关系从句中。这相当于将双重疑问“在什么身体中生出了什么,以至于它会变热”关系化。

引用这一段

柏拉图, 斐多篇 §105. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg004.humanitext-grc2:105

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。