§104ΦΑΙΔ. ἆρα μόνον τῶν ὄντων — τοῦτο γὰρ ἐρωτῶ — ἢ καὶ ἄλλο τι ὃ ἔστι μὲν οὐχ ὅπερ τὸ περιττόν, ὅμως δὲ δεῖ αὐτὸ μετὰ τοῦ ἑαυτοῦ ὀνόματος καὶ τοῦτο καλεῖν ἀεὶ διὰ τὸ οὕτω πεφυκέναι ὥστε τοῦ περιττοῦ μηδέποτε ἀπολείπεσθαι;
“在存在的事物中,难道只有它是这样吗——因为这就是我所问的——还是也有其他某种东西,它虽然与奇数并非同一回事,但由于其天性使然,决不脱离奇数,因而仍必须在拥有其自身名称的同时,也总是被称为奇数?
λέγω δὲ αὐτὸ εἶναι οἷον καὶ ἡ τριὰς πέπονθε καὶ ἄλλα πολλά.
我说它就像三所具有的情况以及其他许多事物一样。
σκόπει δὲ περὶ τῆς τριάδος.
请考虑三的情况。
ἆρα οὐ δοκεῖ σοι τῷ τε αὑτῆς ὀνόματι ἀεὶ προσαγορευτέα εἶναι καὶ τῷ τοῦ περιττοῦ, ὄντος οὐχ ὅπερ τῆς τριάδος;
难道你认为它不仅不应该总是用它自己的名称来称呼,而且不应该总是用奇数的名称来称呼吗,尽管奇数与三并非同一回事?
ἀλλ’ ὅμως οὕτως πέφυκε καὶ ἡ τριὰς καὶ ἡ πεμπτὰς καὶ ὁ ἥμισυς τοῦ ἀριθμοῦ ἅπας, ὥστε οὐκ ὢν ὅπερ τὸ περιττὸν ἀεὶ ἕκαστος αὐτῶν ἐστι περιττός·
然而,三、五以及整个数的一半,全都是这样一种天性,以至于它们中的每一个虽然不是奇数本身,却总是奇数。
καὶ αὖ τὰ δύο καὶ τέτταρα καὶ ἅπας ὁ ἕτερος αὖ στίχος τοῦ ἀριθμοῦ οὐκ ὢν ὅπερ τὸ ἄρτιον ὅμως ἕκαστος αὐτῶν ἄρτιός ἐστιν ἀεί·
同样,二、四以及数的整个另一列,虽然不是偶数本身,但它们中的每一个却总是偶数。
συγχωρεῖς ἢ οὔ;
你同意还是不同意?
πῶς γὰρ οὔκ;
”“怎么能不同意呢?
ἔφη.
”他说。
ὃ τοίνυν, ἔφη, βούλομαι δηλῶσαι, ἄθρει.
“那么,”他说,“请看我想要说明的东西。
ἔστιν δὲ τόδε, ὅτι φαίνεται οὐ μόνον ἐκεῖνα τὰ ἐναντία ἄλληλα οὐ δεχόμενα, ἀλλὰ καὶ ὅσα οὐκ ὄντ’ ἀλλήλοις ἐναντία ἔχει ἀεὶ τἀναντία, οὐδὲ ταῦτα ἔοικε δεχομένοις ἐκείνην τὴν ἰδέαν ἣ ἂν τῇ ἐν αὐτοῖς οὔσῃ ἐναντία ᾖ, ἀλλ’ ἐπιούσης αὐτῆς ἤτοι ἀπολλύμενα ἢ ὑπεκχωροῦντα.
它是这样的:不仅那些相反者彼此不接受,而且所有那些本身虽非彼此相反、却总是含有相反性质的事物,似乎也不接受那个与它们自身中所含的相反的相,而是在它逼近时,要么消灭,要么退避。
ἢ οὐ φήσομεν τὰ τρία καὶ ἀπολεῖσθαι πρότερον καὶ ἄλλο ὁτιοῦν πείσεσθαι, πρὶν ὑπομεῖναι ἔτι τρία ὄντα ἄρτια γενέσθαι;
难道我们不认为,三在忍受作为三而变成偶数之前,宁可先消灭或遭受其他任何事情吗?
πάνυ μὲν οὖν, ἔφη ὁ Κέβης.
”“完全如此,”刻贝说。
οὐδὲ μήν, ἦ δ’ ὅς, ἐναντίον γέ ἐστι δυὰς τριάδι.
“然而,”苏格拉底说,“二并不是三的相反者。
οὐ γὰρ οὖν.
”“确实不是。
οὐκ ἄρα μόνον τὰ εἴδη τὰ ἐναντία οὐχ ὑπομένει ἐπιόντα ἄλληλα, ἀλλὰ καὶ ἄλλ’ ἄττα τὰ ἐναντία οὐχ ὑπομένει ἐπιόντα.
”“因此,不仅相反的相彼此不忍受对方的逼近,而且其他一些事物也不忍受相反者的逼近。
ἀληθέστατα, ἔφη, λέγεις. βούλει οὖν, ἦ δ’ ὅς, ἐὰν οἷοί τ’ ὦμεν, ὁρισώμεθα ὁποῖα ταῦτά ἐστιν;
”“你说得极对,”他说,“那么,”他说,“如果可能的话,你愿意我们来定义一下这些是些什么样的事物吗?
πάνυ γε.
”“完全愿意。
ἆρ’ οὖν, ἔφη, ὦ Κέβης, τάδε εἴη ἄν, ἃ ὅτι ἂν κατάσχῃ μὴ μόνον ἀναγκάζει τὴν αὑτοῦ ἰδέαν αὐτὸ ἴσχειν, ἀλλὰ καὶ ἐναντίου αὐτῷ ἀεί τινος;
” “那么,刻贝,”他说,“它们会不会是这样的一些东西:无论它们占领了什么,不仅强迫它保有它们自身的相,而且还总是保有某种与其自身相反的相?
πῶς λέγεις;
”“你这是什么意思?
ὥσπερ ἄρτι ἐλέγομεν.
”“正如我们刚才所说的。
οἶσθα γὰρ δήπου ὅτι ἃ ἂν ἡ τῶν τριῶν ἰδέα κατάσχῃ, ἀνάγκη αὐτοῖς οὐ μόνον τρισὶν εἶναι ἀλλὰ καὶ περιττοῖς.
因为你无疑知道,凡是三的相所占领的东西,它们不仅必然是三,而且必然是奇数。
πάνυ γε.
”“确实如此。
ἐπὶ τὸ τοιοῦτον δή, φαμέν, ἡ ἐναντία ἰδέα ἐκείνῃ τῇ μορφῇ ἣ ἂν τοῦτο ἀπεργάζηται οὐδέποτ’ ἂν ἔλθοι.
”“那么我们说,与产生出这种性质的那种形状相反的相,绝不会临到这样的事物上。
οὐ γάρ.
”“确实不会。
εἰργάζετο δέ γε ἡ περιττή;
”“而产生出这性质的,是奇数的相吗?
ναί.
”“是的。
ἐναντία δὲ ταύτῃ ἡ τοῦ ἀρτίου;
”“与此相反的是偶数的相吗?
ναί.
”“是的。
ἐπὶ τὰ τρία ἄρα ἡ τοῦ ἀρτίου ἰδέα οὐδέποτε ἥξει.
” “因此,偶数的相绝不会临到三上。
οὐ δῆτα.
”“绝不会。
ἄμοιρα δὴ τοῦ ἀρτίου τὰ τρία.
”“那么三与偶数无缘了。
ἄμοιρα.
”“无缘。
ἀνάρτιος ἄρα ἡ τριάς.
”“因此三是无偶数的(非偶数的)。
ναί.
”“是的。 ”