Humanitext Reader

柏拉图 · 斐多篇 §103

具体事物的相反与相反相本身的区分

第 43 段,共 55 段 · 希腊语

内容简介

一位旁听者指出,先前的“相反者相互产生”与现在的“相反相本身不接受相反者”之间存在矛盾。苏格拉底通过区分“具有相反性质的具体事物”与“相反相本身”解答了这一疑问,并进一步以热与雪、冷与火为例,说明某些虽非相本身却必然伴随特定相的事物。

§103ΦΑΙΔ. παντάπασιν, ἔφη ὁ Κέβης, οὕτω φαίνεταί μοι.
斐多说:“完全如此,”刻贝说,“在我看来也是这样。
καί τις εἶπε τῶν παρόντων ἀκούσας — ὅστις δ’ ἦν, οὐ σαφῶς μέμνημαι — πρὸς θεῶν, οὐκ ἐν τοῖς πρόσθεν ἡμῖν λόγοις αὐτὸ τὸ ἐναντίον τῶν νυνὶ λεγομένων ὡμολογεῖτο, ἐκ τοῦ ἐλάττονος τὸ μεῖζον γίγνεσθαι καὶ ἐκ τοῦ μείζονος τὸ ἔλαττον, καὶ ἀτεχνῶς αὕτη εἶναι ἡ γένεσις τοῖς ἐναντίοις, ἐκ τῶν ἐναντίων;
”当时在场的一个人听了这话便说——究竟是谁,我不大记得清了——“凭神们起誓,在我们先前的讨论中,难道不正是同意了与现在所说的恰好相反的观点吗? 即:较小者产生较大者,较大者产生较小者,而相反者的产生方式,端赖于从相反者中产生?
νῦν δέ μοι δοκεῖ λέγεσθαι ὅτι τοῦτο οὐκ ἄν ποτε γένοιτο.
但现在,在我看来,我们却说这绝不可能发生。
καὶ ὁ Σωκράτης παραβαλὼν τὴν κεφαλὴν καὶ ἀκούσας, ἀνδρικῶς, ἔφη, ἀπεμνημόνευκας, οὐ μέντοι ἐννοεῖς τὸ διαφέρον τοῦ τε νῦν λεγομένου καὶ τοῦ τότε.
”苏格拉底转过头来听着,说道:“你记性真好,像个男子汉,然而你却没有注意到现在所说的和那时所说的区别。
τότε μὲν γὰρ ἐλέγετο ἐκ τοῦ ἐναντίου πράγματος τὸ ἐναντίον πρᾶγμα γίγνεσθαι, νῦν δέ, ὅτι αὐτὸ τὸ ἐναντίον ἑαυτῷ ἐναντίον οὐκ ἄν ποτε γένοιτο, οὔτε τὸ ἐν ἡμῖν οὔτε τὸ ἐν τῇ φύσει.
因为那时说的是,从相反的事物中产生出相反的事物,而现在说的则是,相反者本身绝不会变成与自身相反的东西,无论是我们身上的相反者,还是自然界中的相反者。
τότε μὲν γάρ, ὦ φίλε, περὶ τῶν ἐχόντων τὰ ἐναντία ἐλέγομεν, ἐπονομάζοντες αὐτὰ τῇ ἐκείνων ἐπωνυμίᾳ, νῦν δὲ περὶ ἐκείνων αὐτῶν ὧν ἐνόντων ἔχει τὴν ἐπωνυμίαν τὰ ὀνομαζόμενα· αὐτὰ δ’ ἐκεῖνα οὐκ ἄν ποτέ φαμεν ἐθελῆσαι γένεσιν ἀλλήλων δέξασθαι.
因为那时,我的朋友,我们谈论的是具有相反性质的事物,用它们的名称来命名这些事物,而现在我们谈论的是那些东西本身,由于它们在其中,被命名的东西才获得了它们的名称;并且我们说,那些东西本身绝不会情愿接受彼此的产生。
καὶ ἅμα βλέψας πρὸς τὸν Κέβητα εἶπεν, ἆρα μή που, ὦ Κέβης, ἔφη, καὶ σέ τι τούτων ἐτάραξεν ὧν ὅδε εἶπεν;
”他同时看着刻贝说:“刻贝啊,”他说,“难道这个人所说的话也让你感到有些困惑吗?
οὐδ’ αὖ, ἔφη ὁ Κέβης, οὕτως ἔχω· καίτοι οὔτι λέγω ὡς οὐ πολλά με ταράττει.
”“那倒没有,”刻贝说,“我不至于那样;不过我决不是说没有很多事情让我困惑。
συνωμολογήκαμεν ἄρα, ἦ δ’ ὅς, ἁπλῶς τοῦτο, μηδέποτε ἐναντίον ἑαυτῷ τὸ ἐναντίον ἔσεσθαι.
”“那么,”苏格拉底说,“我们已经简单地同意了这一点:相反者绝不会成为与自身相反的东西。
παντάπασιν, ἔφη.
”“完全如此,”他说。
ἔτι δή μοι καὶ τόδε σκέψαι, ἔφη, εἰ ἄρα συνομολογήσεις.
“那么,请为我再考虑一下这一点,”他说,“看你是否会同意。
θερμόν τι καλεῖς καὶ ψυχρόν;
你是否把某种东西称为热,把某种东西称为冷?
ἔγωγε.
”“是的。
ἆρ’ ὅπερ χιόνα καὶ πῦρ;
”“它们和雪与火是一回事吗?
μὰ Δί᾽ οὐκ ἔγωγε.
” “凭宙斯起誓,我可不这么认为。
ἀλλ᾽ ἕτερόν τι πυρὸς τὸ θερμὸν καὶ ἕτερόν τι χιόνος τὸ ψυχρόν;
”“那么,热是与火不同的某种东西,冷也是与雪不同的某种东西吗?
ναί.
”“是的。
ἀλλὰ τόδε γ᾽ οἶμαι δοκεῖ σοι, οὐδέποτε χιόνα γ’ οὖσαν δεξαμένην τὸ θερμόν, ὥσπερ ἐν τοῖς πρόσθεν ἐλέγομεν, ἔτι ἔσεσθαι ὅπερ ἦν, χιόνα καὶ θερμόν, ἀλλὰ προσιόντος τοῦ θερμοῦ ἢ ὑπεκχωρήσειν αὐτῷ ἢ ἀπολεῖσθαι.
”“但我想你至少同意这一点:雪,在作为雪而接受了热时,正如我们先前所说的,决不能再保持过去的样子,既是雪又是热的,而是在热逼近时,要么给它让路退避,要么消灭。
πάνυ γε.
”“完全如此。
καὶ τὸ πῦρ γε αὖ προσιόντος τοῦ ψυχροῦ αὐτῷ ἢ ὑπεξιέναι ἢ ἀπολεῖσθαι, οὐ μέντοι ποτὲ τολμήσειν δεξάμενον τὴν ψυχρότητα ἔτι εἶναι ὅπερ ἦν, πῦρ καὶ ψυχρόν.
”“而火也是一样,在冷逼近它时,要么退避,要么消灭,决不敢在接受了冷之后还保持过去的样子,既是火又是冷的。
ἀληθῆ, ἔφη, λέγεις.
” “你说得对,”他说。
ἔστιν ἄρα, ἦ δ’ ὅς, περὶ ἔνια τῶν τοιούτων, ὥστε μὴ μόνον αὐτὸ τὸ εἶδος ἀξιοῦσθαι τοῦ αὑτοῦ ὀνόματος εἰς τὸν ἀεὶ χρόνον, ἀλλὰ καὶ ἄλλο τι ὃ ἔστι μὲν οὐκ ἐκεῖνο, ἔχει δὲ τὴν ἐκείνου μορφὴν ἀεί, ὅτανπερ ᾖ.
“因此,”苏格拉底说,“在某些这类事物中存在着这样的情况:不仅相本身有资格在永远的时间里获得其自身的名称,而且还有其他某种东西,它虽然不是那个相本身,但在它存在时却总是具有那个相的形状。
ἔτι δὲ ἐν τῷδε ἴσως ἔσται σαφέστερον ὃ λέγω· τὸ γὰρ περιττὸν ἀεί που δεῖ τούτου τοῦ ὀνόματος τυγχάνειν ὅπερ νῦν λέγομεν·
不过在我下面要说的话中,也许会更清楚:因为奇数无论如何总应该获得我们现在所说的这个名称,对不对?
ἢ οὔ;
”“完全如此。
πάνυ γε.

词汇与语法注释

  1. 103aἐκ τοῦ ἐλάττονος τὸ μεῖζον γίγνεσθαι — 带对格的不定式结构(对格不定式),用于间接引语中总结先前讨论(70d-71a)的内容“较小者产生较大者”。在此语境下,它指具体事物在变化中的生成(从状态A向状态B的过渡),为103b中与“相自身的排他性”进行对比奠定了前提。
  2. 103bτῶν ἐχόντων τὰ ἐναντία... ὧν ἐνόντων — 前半句 `τῶν ἐχόντων τὰ ἐναντία`(具有相反性质的事物)是分词的实质性用法(属格),指具体的个别事物。后半句 `ὧν ἐνόντων` 是以关系代词 `ὧν`(先行词为 `ἐκείνων αὐτῶν`“那些东西本身”,即相本身)为主语的独立属格结构,意为“由于它们存在于其中”。这句话在语法上鲜明地地区分了分有属性的“具体个别事物”与作为属性根基的“内在相本身”这两个存在层面。
  3. 103eὥστε μὴ μόνον αὐτὸ τὸ εἶδος ἀξιοῦσθαι... ἀλλὰ καὶ ἄλλο τι — `ὥστε` 引导一个结果或特征从句,具体解释前文 `ἔστιν ... περὶ ἔνια τῶν τοιούτων`(在某些这类事物中存在着这样的情况)的具体内容。被动不定式 `ἀξιοῦσθαι`(被认为配得上/有资格获得)并列地带有了两个主语:`αὐτὸ τὸ εἶδος`(相本身)和 `ἄλλο τι`(其他某种东西)。在 `ἄλλο τι` 之后,紧接着关系从句 `ὃ ἔστι μὲν οὐκ ἐκεῖno, ἔχει δὲ τὴν ἐκείνου μορφὴν ἀεί`(它虽然不是那个相本身,但总是具有那个相的形状)对其进行修饰。

引用这一段

柏拉图, 斐多篇 §103. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg004.humanitext-grc2:103

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。