§102ΦΑΙΔ. ἀληθέστατα, ἔφη, λέγεις, ὅ τε Σιμμίας ἅμα καὶ ὁ Κέβης.
斐多说:“你说得极对,西米亚斯和刻贝也一起这样说。
ΕΧ. νὴ Δία, ὦ Φαίδων, εἰκότως γε·
” 埃克拉底:凭宙斯起誓,斐多,这很自然。
θαυμαστῶς γάρ μοι δοκεῖ ὡς ἐναργῶς τῷ καὶ σμικρὸν νοῦν ἔχοντι εἰπεῖν ἐκεῖνος ταῦτα.
因为在我看来,他把这些话解释得如此清楚,即使是对只有一个微小头脑的人来说也是不可思议的。
ΦΑΙΔ. πάνυ μὲν οὖν, ὦ Ἐχέκρατες, καὶ πᾶσι τοῖς παροῦσιν ἔδοξεν.
斐多:确实如此,埃克拉底,当时在场的所有人也都这样认为。
ΕΧ. καὶ γὰρ ἡμῖν τοῖς ἀποῦσι, νῦν δὲ ἀκούουσιν.
埃克拉底:对于我们这些当时不在场而现在听着的人来说,也是如此。
ἀλλὰ τίνα δὴ ἦν τὰ μετὰ ταῦτα λεχθέντα;
但在此之后说的话到底是什么呢?
ΦΑΙΔ. ὡς μὲν ἐγὼ οἶμαι, ἐπεὶ αὐτῷ ταῦτα συνεχωρήθη, καὶ ὡμολογεῖτο εἶναί τι ἕκαστον τῶν εἰδῶν καὶ τούτων τἆλλα μεταλαμβάνοντα αὐτῶν τούτων τὴν ἐπωνυμίαν ἴσχειν, τὸ δὴ μετὰ ταῦτα ἠρώτα, εἰ δή, ἦ δ’ ὅς, ταῦτα οὕτως λέγεις, ἆρ’ οὐχ, ὅταν Σιμμίαν Σωκράτους φῇς μείζω εἶναι, Φαίδωνος δὲ ἐλάττω, λέγεις τότ’ εἶναι ἐν τῷ Σιμμίᾳ ἀμφότερα, καὶ μέγεθος καὶ σμικρότητα;
斐多:正如我所想,当这些被向他让步,并且大家一致同意每个相都存在,而且其他事物由于分有这些相而获得这些相本身的名称时,他在此之后问:“如果,”他说,“你承认这些是这样,那么,当你说明西米亚斯比苏格拉底大、而比斐多小时,你是不是说,西米亚斯身上当时既有伟大也有微小这两者?
ἔγωγε.
”“是的。
ἀλλὰ γάρ, ἦ δ’ ὅς, ὁμολογεῖς τὸ τὸν Σιμμίαν ὑπερέχειν Σωκράτους οὐχ ὡς τοῖς ῥήμασι λέγεται οὕτω καὶ τὸ ἀληθὲς ἔχειν;
”“但是,”他说,“你承认西米亚斯超出苏格拉底,并不像言语所说的那样,真相也是如此吗?
οὐ γάρ που πεφυκέναι Σιμμίαν ὑπερέχειν τούτῳ, τῷ Σιμμίαν εἶναι, ἀλλὰ τῷ μεγέθει ὃ τυγχάνει ἔχων· οὐδ’ αὖ Σωκράτους ὑπερέχειν ὅτι Σωκράτης ὁ Σωκράτης ἐστίν, ἀλλ’ ὅτι σμικρότητα ἔχει ὁ Σωκράτης πρὸς τὸ ἐκείνου μέγεθος;
因为,我想,西米亚斯超出他,并不是生来就因为他是西米亚斯,而是因为他碰巧具有的伟大;同样,他超出苏格拉底,也不是因为苏格拉底是苏格拉底,而是因为苏格拉底相对于西米亚斯的伟大而言具有微小?
ἀληθῆ.
”“对。
οὐδέ γε αὖ ὑπὸ Φαίδωνος ὑπερέχεσθαι τῷ ὅτι Φαίδων ὁ Φαίδων ἐστίν, ἀλλ’ ὅτι μέγεθος ἔχει ὁ Φαίδων πρὸς τὴν Σιμμίου σμικρότητα;
”“同样,他被斐多超出,也不是因为斐多是斐多,而是因为斐多相对于西米亚斯的微小而言具有伟大?
ἔστι ταῦτα.
”“是这样。
οὕτως ἄρα ὁ Σιμμίας ἐπωνυμίαν ἔχει σμικρός τε καὶ μέγας εἶναι, ἐν μέσῳ ὢν ἀμφοτέρων, τοῦ μὲν τῷ μεγέθει ὑπερέχειν τὴν σμικρότητα ὑπέχων, τῷ δὲ τὸ μέγεθος τῆς σμικρότητος παρέχων ὑπερέχον.
”“因此,西米亚斯就这样得到了既小又大的名字,因为他处于这两者之间,把自己的微小屈服于一者的伟大之下而被其超出,而又向另一者提供自己超出其微小的伟大。
καὶ ἅμα μειδιάσας, ἔοικα, ἔφη, καὶ συγγραφικῶς ἐρεῖν, ἀλλ’ οὖν ἔχει γέ που ὡς λέγω.
”他同时微微一笑,说:“我似乎要像写书的人那样说话了,但无论如何,事情大概就像我所说的那样。
συνέφη.
”西米亚斯表示同意。
λέγω δὴ τοῦδ’ ἕνεκα, βουλόμενος δόξαι σοὶ ὅπερ ἐμοί.
“我之所以说这些,是因为我想让你赞同我的想法。
ἐμοὶ γὰρ φαίνεται οὐ μόνον αὐτὸ τὸ μέγεθος οὐδέποτ’ ἐθέλειν ἅμα μέγα καὶ σμικρὸν εἶναι, ἀλλὰ καὶ τὸ ἐν ἡμῖν μέγεθος οὐδέποτε προσδέχεσθαι τὸ σμικρὸν οὐδ’ ἐθέλειν ὑπερέχεσθαι, ἀλλὰ δυοῖν τὸ ἕτερον, ἢ φεύγειν καὶ ὑπεκχωρεῖν ὅταν αὐτῷ προσίῃ τὸ ἐναντίον, τὸ σμικρόν, ἢ προσελθόντος ἐκείνου ἀπολωλέναι·
因为在我看来,不仅伟大本身绝不情愿同时是伟大和微小,而且我们身上的伟大也绝不接受微小,也不情愿被超出,而是在两者中选择其一:要么在相反者(即微小)向它逼近时逃跑并退让,要么在那个东西逼近时已经消灭。
ὑπομένον δὲ καὶ δεξάμενον τὴν σμικρότητα οὐκ ἐθέλειν εἶναι ἕτερον ἢ ὅπερ ἦν.
但它不情愿通过坚守阵地并接受微小,而变成与它过去不同的其他东西。
ὥσπερ ἐγὼ δεξάμενος καὶ ὑπομείνας τὴν σμικρότητα, καὶ ἔτι ὢν ὅσπερ εἰμί, οὗτος ὁ αὐτὸς σμικρός εἰμι· ἐκεῖνο δὲ οὐ τετόλμηκεν μέγα ὂν σμικρὸν εἶναι·
就像我接受并坚守微小、且依然是我是谁一样,我这个同样的人是小的;但那个伟大作为大,却不敢变小。
ὡς δ’ αὕτως καὶ τὸ σμικρὸν τὸ ἐν ἡμῖν οὐκ ἐθέλει ποτὲ μέγα γίγνεσθαι οὐδὲ εἶναι, οὐδ’ ἄλλο οὐδὲν τῶν ἐναντίων, ἔτι ὂν ὅπερ ἦν, ἅμα τοὐναντίον γίγνεσθαί τε καὶ εἶναι, ἀλλ’ ἤτοι ἀπέρχεται ἢ ἀπόλλυται ἐν τούτῳ τῷ παθήματι.
以同样的方式,我们身上的微小也绝不情愿变得巨大或成为巨大,其他任何相反者在依然是其过去的样子时,也绝不情愿同时变成并成为其相反者,而是在这种遭遇中,要么离去,要么消灭。 ”