§101ΦΑΙΔ. οὐδὲ σὺ ἄρ’ ἂν ἀποδέχοιο εἴ τίς τινα φαίη ἕτερον ἑτέρου τῇ κεφαλῇ μείζω εἶναι, καὶ τὸν ἐλάττω τῷ αὐτῷ τούτῳ ἐλάττω, ἀλλὰ διαμαρτύροιο ἂν ὅτι σὺ μὲν οὐδὲν ἄλλο λέγεις ἢ ὅτι τὸ μεῖζον πᾶν ἕτερον ἑτέρου οὐδενὶ ἄλλῳ μεῖζόν ἐστιν ἢ μεγέθει, καὶ διὰ τοῦτο μεῖζον, διὰ τὸ μέγεθος, τὸ δὲ ἔλαττον οὐδενὶ ἄλλῳ ἔλαττον ἢ σμικρότητι, καὶ διὰ τοῦτο ἔλαττον, διὰ τὴν σμικρότητα, φοβούμενος οἶμαι μή τίς σοι ἐναντίος λόγος ἀπαντήσῃ, ἐὰν τῇ κεφαλῇ μείζονά τινα φῇς εἶναι καὶ ἐλάττω, πρῶτον μὲν τῷ αὐτῷ τὸ μεῖζον μεῖζον εἶναι καὶ τὸ ἔλαττον ἔλαττον, ἔπειτα τῇ κεφαλῇ σμικρᾷ οὔσῃ τὸν μείζω μείζω εἶναι, καὶ τοῦτο δὴ τέρας εἶναι, τὸ σμικρῷ τινι μέγαν τινὰ εἶναι·
苏格拉底:那么,如果有人说一个人因头比另一个人大,而较小的人也因这同一个东西而小,你大概也不会接受,而是会极力声明:你所说的无非是,任何较大的事物比另一个事物大,不因任何其他东西而大,只因伟大而大,且正是因为这个原因,即因伟大而大;而较小的因微小而小,且正是因为这个原因,即因微小而小。 我想,你这是害怕,如果你说有人因头而大、因头而小,就会遇到某种相反的论证向你袭来:首先,较大的因同一个东西而大,较小的因同一个东西而小;其次,较大的事物因头这件微小的事情而大,而因某种微小之物而使某人变大,这确实是一个怪事。
ἢ οὐκ ἂν φοβοῖο ταῦτα;
难道你不会害怕这些吗?
καὶ ὁ Κέβης γελάσας, ἔγωγε, ἔφη.
刻贝笑着说:“我确实会害怕。
οὐκοῦν, ἦ δ’ ὅς, τὰ δέκα τῶν ὀκτὼ δυοῖν πλείω εἶναι, καὶ διὰ ταύτην τὴν αἰτίαν ὑπερβάλλειν, φοβοῖο ἂν λέγειν, ἀλλὰ μὴ πλήθει καὶ διὰ τὸ πλῆθος;
”“那么,”他说,“你难道不会害怕说十比八因二而多,并因这个原因而超出,而不是因多且因为多吗?
καὶ τὸ δίπηχυ τοῦ πηχυαίου ἡμίσει μεῖζον εἶναι ἀλλ’ οὐ μεγέθει;
以及两肘长的比一肘长的因一半而大,而不是因伟大吗?
ὁ αὐτὸς γάρ που φόβος.
因为肯定有同样的恐惧。
πάνυ γ᾽, ἔφη.
”“确实如此,”他说。
τί δέ;
“那这个呢?
ἑνὶ ἑνὸς προστεθέντος τὴν πρόσθεσιν αἰτίαν εἶναι τοῦ δύο γενέσθαι ἢ διασχισθέντος τὴν σχίσιν οὐκ εὐλαβοῖο ἂν λέγειν;
当一加于一时,你难道不会小心避免说相加是成为二的原因,或者当它被剖开时,剖开是原因吗?
καὶ μέγα ἂν βοῴης ὅτι οὐκ οἶσθα ἄλλως πως ἕκαστον γιγνόμενον ἢ μετασχὸν τῆς ἰδίας οὐσίας ἑκάστου οὗ ἂν μετάσχῃ, καὶ ἐν τούτοις οὐκ ἔχεις ἄλλην τινὰ αἰτίαν τοῦ δύο γενέσθαι ἀλλ’ ἢ τὴν τῆς δυάδος μετάσχεσιν, καὶ δεῖν τούτου μετασχεῖν τὰ μέλλοντα δύο ἔσεσθαι, καὶ μονάδος ὃ ἂν μέλλῃ ἓν ἔσεσθαι, τὰς δὲ σχίσεις ταύτας καὶ προσθέσεις καὶ τὰς ἄλλας τὰς τοιαύτας κομψείας ἐῴης ἂν χαίρειν, παρεὶς ἀποκρίνασθαι τοῖς σεαυτοῦ σοφωτέροις·
你难道不会大声喊道,你不知道每个事物有任何其他的生成方式,除了分有它所分有的每个事物独特的本质? 在这些情况下,你没有其他成为二的原因,除了分有二者性,凡是将要成为二的都必须分有这个,而将要成为一的必须分有单者性,而把这些剖开、相加以及其他诸如此类的巧妙解释抛在一边,留给比你更聪明的人去回答?
σὺ δὲ δεδιὼς ἄν, τὸ λεγόμενον, τὴν σαυτοῦ σκιὰν καὶ τὴν ἀπειρίαν, ἐχόμενος ἐκείνου τοῦ ἀσφαλοῦς τῆς ὑποθέσεως, οὕτως ἀποκρίναιο ἄν.
而你,正如俗话所说,害怕你自己的影子和无经验,坚持那个假说的安全之处,并会这样回答。
εἰ δέ τις αὐτῆς τῆς ὑποθέσεως ἔχοιτο, χαίρειν ἐῴης ἂν καὶ οὐκ ἀποκρίναιο ἕως ἂν τὰ ἀπ’ ἐκείνης ὁρμηθέντα σκέψαιο εἴ σοι ἀλλήλοις συμφωνεῖ ἢ διαφωνεῖ·
但是,如果有人攻击这个假说本身,你会不予理睬,不作回答,直到你考察了从该假说出发的那些推论是相互一致还是相互矛盾。
ἐπειδὴ δὲ ἐκείνης αὐτῆς δέοι σε διδόναι λόγον, ὡσαύτως ἂν διδοίης, ἄλλην αὖ ὑπόθεσιν ὑποθέμενος ἥτις τῶν ἄνωθεν βελτίστη φαίνοιτο, ἕως ἐπί τι ἱκανὸν ἔλθοις, ἅμα δὲ οὐκ ἂν φύροιο ὥσπερ οἱ ἀντιλογικοὶ περί τε τῆς ἀρχῆς διαλεγόμενος καὶ τῶν ἐξ ἐκείνης ὡρμημένων, εἴπερ βούλοιό τι τῶν ὄντων εὑρεῖν;
而当你必须对该假说本身做出说明时,你会以同样的方式,重新假定另一个在上面的、看起来最善的假说,直到你达到某个充足的结论。 同时,如果你真的想发现任何存在之物,你不会像那些好辩者那样,把始原和从它出发的推论混在一起进行讨论。
ἐκείνοις μὲν γὰρ ἴσως οὐδὲ εἷς περὶ τούτου λόγος οὐδὲ φροντίς· ἱκανοὶ γὰρ ὑπὸ σοφίας ὁμοῦ πάντα κυκῶντες ὅμως δύνασθαι αὐτοὶ αὑτοῖς ἀρέσκειν·
因为对他们来说,大概关于这件事连一个论证或关心都没有;因为他们凭着聪明,尽管把所有东西都混在一起,却依然能够自我满足。
σὺ δ᾽, εἴπερ εἶ τῶν φιλοσόφων, οἶμαι ἂν ὡς ἐγὼ λέγω ποιοῖς.
但是你,如果你真的是哲学家之一,我想你会按照我所说的方式去做。