Humanitext Reader

柏拉图 · 申辩篇 §40

神圣预兆的沉默与对死亡的两种看法

第 18 段,共 19 段 · 希腊语

内容简介

苏格拉底对判他无罪的陪审员们讲话,指出他的“神圣预兆”在审判过程中从未阻止他,这表明他的死其实是一件好事。他论证说,死要么是无梦的酣眠,要么是灵魂的迁徙,无论哪种情况都是令人向往的。

§40ὑμῖν γὰρ ὡς φίλοις οὖσιν ἐπιδεῖξαι ἐθέλω τὸ νυνί μοι συμβεβηκὸς τί ποτε νοεῖ.
因为,作为我的朋友,我乐意向你们展示,现在发生在我身上的这件事到底意味着什么。
ἐμοὶ γάρ, ὦ ἄνδρες δικασταί—ὑμᾶς γὰρ δικαστὰς καλῶν ὀρθῶς ἂν καλοίην—θαυμάσιόν τι γέγονεν.
因为对我来说,法官们——因为称你们为法官,我才是正确地称呼你们——发生了一件奇妙的事。
ἡ γὰρ εἰωθυῖά μοι μαντικὴ ἡ τοῦ δαιμονίου ἐν μὲν τῷ πρόσθεν χρόνῳ παντὶ πάνυ πυκνὴ ἀεὶ ἦν καὶ πάνυ ἐπὶ σμικροῖς ἐναντιουμένη, εἴ τι μέλλοιμι μὴ ὀρθῶς πράξειν.
因为我那惯常的、来自神圣力量的预言之兆,在以前的所有时间里,总是非常频繁地出现,甚至在极小的事情上,只要我将要做不正当的事,它就会反对我。
νυνὶ δὲ συμβέβηκέ μοι ἅπερ ὁρᾶτε καὶ αὐτοί, ταυτὶ ἅ γε δὴ οἰηθείη ἄν τις καὶ νομίζεται ἔσχατα κακῶν εἶναι·
然而现在,正如你们自己所看到的,发生了这些确实可能被任何人认为是、也被公认为是最极端的灾祸。
ἐμοὶ δὲ οὔτε ἐξιόντι ἕωθεν οἴκοθεν ἠναντιώθη τὸ τοῦ θεοῦ σημεῖον, οὔτε ἡνίκα ἀνέβαινον ἐνταυθοῖ ἐπὶ τὸ δικαστήριον, οὔτε ἐν τῷ λόγῳ οὐδαμοῦ μέλλοντί τι ἐρεῖν.
但对我来说,无论清晨出门离家时,神圣的预兆没有反对我;还是当我来到这里的法庭时,它没有反对我;甚至在我的演说中,当我将要说些什么的时候,它也全然没有反对我。
καίτοι ἐν ἄλλοις λόγοις πολλαχοῦ δή με ἐπέσχε λέγοντα μεταξύ· νῦν δὲ οὐδαμοῦ περὶ ταύτην τὴν πρᾶξιν οὔτʼ ἐν ἔργῳ οὐδενὶ οὔτʼ ἐν λόγῳ ἠναντίωταί μοι.
然而,在其他许多演说中,它常常在我说到一半时打断我;但这一次,在这整个事件中,无论是在任何行为上还是在言语中,它都没有在任何地方反对过我。
τί οὖν αἴτιον εἶναι ὑπολαμβάνω; ἐγὼ ὑμῖν ἐρῶ·
那么,我认为原因是什么呢?
κινδυνεύει γάρ μοι τὸ συμβεβηκὸς τοῦτο ἀγαθὸν γεγονέναι, καὶ οὐκ ἔσθʼ ὅπως ἡμεῖς ὀρθῶς ὑπολαμβάνομεν, ὅσοι οἰόμεθα κακὸν εἶναι τὸ τεθνάναι.
我告诉你们:因为这件发生在我身上的事很可能是一件好事,而我们当中,所有认为死是一件坏事的人,我们的想法绝不可能正确。
μέγα μοι τεκμήριον τούτου γέγονεν· οὐ γὰρ ἔσθʼ ὅπως οὐκ ἠναντιώθη ἄν μοι τὸ εἰωθὸς σημεῖον, εἰ μή τι ἔμελλον ἐγὼ ἀγαθὸν πράξειν.
对我来说,这有一个极大的证据:因为如果我不是将要走向好的结果,我那惯常的预兆绝不可能不反对我。
ἐννοήσωμεν δὲ καὶ τῇδε ὡς πολλὴ ἐλπίς ἐστιν ἀγαθὸν αὐτὸ εἶναι.
让我们也从这个角度来思考,为什么说它是好事有着很大的希望。
δυοῖν γὰρ θάτερόν ἐστιν τὸ τεθνάναι· ἢ γὰρ οἷον μηδὲν εἶναι μηδὲ αἴσθησιν μηδεμίαν μηδενὸς ἔχειν τὸν τεθνεῶτα, ἢ κατὰ τὰ λεγόμενα μεταβολή τις τυγχάνει οὖσα καὶ μετοίκησις τῇ ψυχῇ τοῦ τόπου τοῦ ἐνθένδε εἰς ἄλλον τόπον.
因为死是两件事之一:要么死者就像什么都不是,对任何事物都没有任何感觉;要么正如人们所说的那样,死是灵魂从这里迁徙到另一个地方的一种改变和移居。
καὶ εἴτε δὴ μηδεμία αἴσθησίς ἐστιν ἀλλʼ οἷον ὕπνος ἐπειδάν τις καθεύδων μηδʼ ὄναρ μηδὲν ὁρᾷ, θαυμάσιον κέρδος ἂν εἴη ὁ θάνατος—ἐγὼ γὰρ ἂν οἶμαι, εἴ τινα ἐκλεξάμενον δέοι ταύτην τὴν νύκτα ἐν ᾗ οὕτω κατέδαρθεν ὥστε μηδὲ ὄναρ ἰδεῖν, καὶ τὰς ἄλλας νύκτας τε καὶ ἡμέρας τὰς τοῦ βίου τοῦ ἑαυτοῦ ἀντιπαραθέντα ταύτῃ τῇ νυκτὶ δέοι σκεψάμενον εἰπεῖν πόσας ἄμεινον καὶ ἥδιον ἡμέρας καὶ νύκτας ταύτης τῆς νυκτὸς βεβίωκεν ἐν τῷ ἑαυτοῦ βίῳ, οἶμαι ἂν μὴ ὅτι ἰδιώτην τινά, ἀλλὰ τὸν μέγαν βασιλέα εὐαριθμήτους ἂν εὑρεῖν αὐτὸν ταύτας πρὸς τὰς ἄλλας ἡμέρας καὶ νύκτας—εἰ οὖν τοιοῦτον ὁ θάνατός ἐστιν, κέρδος ἔγωγε λέγω· καὶ γὰρ οὐδὲν πλείων ὁ πᾶς χρόνος φαίνεται οὕτω δὴ εἶναι ἢ μία νύξ.
如果确实没有任何感觉,而是像一个人睡着了连梦也不做一个时的睡眠,那么死将是一个奇妙的获益。 因为我想,如果有人挑选出这样一个连梦也没做过、睡得如此香甜的夜晚,并将自己一生中其他的夜和昼与这个夜晚进行对比,在审视之后必须说出,在他自己的一生中,有多少天和夜比这个夜晚过得更好、更愉快,我想不仅是某个普通人,即使是大王本人,也会发现与其他的昼夜相比,这些日子是极易数清的。 因此,如果死是这样的,至少我称之为获益;因为这样看来,所有的时光确实显得并不比一个单夜更长。
εἰ δʼ αὖ οἷον ἀποδημῆσαί ἐστιν ὁ θάνατος ἐνθένδε εἰς ἄλλον τόπον, καὶ ἀληθῆ ἐστιν τὰ λεγόμενα, ὡς ἄρα ἐκεῖ εἰσι πάντες οἱ τεθνεῶτες, τί μεῖζον ἀγαθὸν τούτου εἴη ἄν, ὦ ἄνδρες δικασταί;
但是,如果另一方面,死是从这里到另一个地方的旅程,而人们所说的又是真的——即所有死去的人确实都在那里,那么,法官们,还有什么比这更大的好事呢?

词汇与语法注释

  1. 40cεἰ μή τι ἔμελλον ἐγὼ ἀγαθὸν πράξειν — 意为“如果我不是将要走向好的结果”。不及物动词 `πράσσω`(或 `πράττω`)后接副词或中性形容词时,常表示“处于某种状态、得到某种结果”(如 εὖ πράττω 表示“过得好、幸福”)。此处并非指“做善事”,而是指“获得好的结局”。
  2. 40dμὴ ὅτι ἰδιώτην τινά, ἀλλὰ τὸν μέγαν βασιλέα — 结构 `μὴ ὅ提`(意为“且不说、不仅”)与后文的 `ἀλλά` 呼应,构成“不仅普通人,甚至连大王也……”的强对比。这是一种省略结构,共享主句的动词(此处为 `εὑρεῖν ἂν`)。
  3. 40dἐγὼ γὰρ ἂν οἶμαι... εὑρεῖν ἂν αὐτόν — 主动词 `οἶμαι` 后紧跟的第一个 `ἂν` 预示了整句的虚拟(非真实条件)语气,并与归结从句中修饰不定式 `εὑρεῖν` 的第二个 `ἂν` 呼应,形成双 `ἂν`(double ἂν)的结构。由于中间夹杂了长句(`εἴ τινα... βεβίωκεν`),这种重复有助于在漫长的句式中维持虚拟语气。

引用这一段

柏拉图, 申辩篇 §40. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg002.humanitext-grc2:40

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。