Humanitext Reader

柏拉图 · 申辩篇 §41-42

对冥府交谈的期许与结语

第 19 段,共 19 段 · 希腊语

内容简介

苏格拉底论证道,如果死亡是通往冥府的旅程,那将是极大的幸运,因为他将能够与真正的法官、古代贤哲和英雄们交谈并考察他们。他鼓励陪审员们对死亡保持希望,请求他们在他的儿子们忽视美德时予以纠正,并以只有神明才知道生与死孰优孰劣的结语结束了他的申辩。

§41εἰ γάρ τις ἀφικόμενος εἰς Ἅιδου, ἀπαλλαγεὶς τουτωνὶ τῶν φασκόντων δικαστῶν εἶναι, εὑρήσει τοὺς ὡς ἀληθῶς δικαστάς, οἵπερ καὶ λέγονται ἐκεῖ δικάζειν, Μίνως τε καὶ Ῥαδάμανθυς καὶ Αἰακὸς καὶ Τριπτόλεμος καὶ ἄλλοι ὅσοι τῶν ἡμιθέων δίκαιοι ἐγένοντο ἐν τῷ ἑαυτῶν βίῳ, ἆρα φαύλη ἂν εἴη ἡ ἀποδημία;
因为,如果有人抵达冥府,摆脱了这些自称是法官的人,而找到了那些据说在冥府进行审判的真正法官,即米诺斯、拉达曼提斯、埃阿科斯和特里普托勒摩斯,以及其他所有在自己一生中为人正直的半神,那么这样的旅程难道会差吗?
ἢ αὖ Ὀρφεῖ συγγενέσθαι καὶ Μουσαίῳ καὶ Ἡσιόδῳ καὶ Ὁμήρῳ ἐπὶ πόσῳ ἄν τις δέξαιτʼ ἂν ὑμῶν;
或者,为了能与奥非乌斯、缪塞欧斯、赫西俄德和荷马相聚,你们当中有谁不愿意付出极大的代价呢?
ἐγὼ μὲν γὰρ πολλάκις ἐθέλω τεθνάναι εἰ ταῦτʼ ἔστιν ἀληθῆ.
因为如果这些话是真的,我宁愿死很多次。
ἐπεὶ ἔμοιγε καὶ αὐτῷ θαυμαστὴ ἂν εἴη ἡ διατριβὴ αὐτόθι, ὁπότε ἐντύχοιμι Παλαμήδει καὶ Αἴαντι τῷ Τελαμῶνος καὶ εἴ τις ἄλλος τῶν παλαιῶν διὰ κρίσιν ἄδικον τέθνηκεν, ἀντιπαραβάλλοντι τὰ ἐμαυτοῦ πάθη πρὸς τὰ ἐκείνων—ὡς ἐγὼ οἶμαι, οὐκ ἂν ἀηδὲς εἴη—καὶ δὴ τὸ μέγιστον, τοὺς ἐκεῖ ἐξετάζοντα καὶ ἐρευνῶντα ὥσπερ τοὺς ἐνταῦθα διάγειν, τίς αὐτῶν σοφός ἐστιν καὶ τίς οἴεται μέν, ἔστιν δʼ οὔ.
因为对我而言,在冥府的逗留将是奇妙的,每当我遇到帕拉墨得斯、忒拉蒙之子埃阿斯,以及其他任何因不公正的审判而死去的古人,将我自己的遭遇与他们的遭遇进行对比时——依我之见,这不会令人不快——而最重要的是,我可以像在阳世一样,在那里继续考察和探究他们,看看他们当中谁是智慧的,谁自以为智慧而实际上并非如此。
ἐπὶ πόσῳ δʼ ἄν τις, ὦ ἄνδρες δικασταί, δέξαιτο ἐξετάσαι τὸν ἐπὶ Τροίαν ἀγαγόντα τὴν πολλὴν στρατιὰν ἢ Ὀδυσσέα ἢ Σίσυφον ἢ ἄλλους μυρίους ἄν τις εἴποι καὶ ἄνδρας καὶ γυναῖκας, οἷς ἐκεῖ διαλέγεσθαι καὶ συνεῖναι καὶ ἐξετάζειν ἀμήχανον ἂν εἴη εὐδαιμονίας;
法官们,如果能去考察那个率领大军前往特洛伊的人,或是奥德修斯,或是西西弗斯,以及其他无数可以提及的男人和女人,人会愿意付出怎样的代价呢? 在那里与他们交谈、相处并考察他们,将是无与伦比的幸福。
πάντως οὐ δήπου τούτου γε ἕνεκα οἱ ἐκεῖ ἀποκτείνουσι·
无论如何,那里的人绝不会因为做这件事而把人处死。
τά τε γὰρ ἄλλα εὐδαιμονέστεροί εἰσιν οἱ ἐκεῖ τῶν ἐνθάδε, καὶ ἤδη τὸν λοιπὸν χρόνον ἀθάνατοί εἰσιν, εἴπερ γε τὰ λεγόμενα ἀληθῆ.
因为在其他方面,冥府里的人不仅比这里的人更幸福,而且,如果所说的是真的,他们在接下来的所有时间里都是长生不死的。
ἀλλὰ καὶ ὑμᾶς χρή, ὦ ἄνδρες δικασταί, εὐέλπιδας εἶναι πρὸς τὸν θάνατον, καὶ ἕν τι τοῦτο διανοεῖσθαι ἀληθές, ὅτι οὐκ ἔστιν ἀνδρὶ ἀγαθῷ κακὸν οὐδὲν οὔτε ζῶντι οὔτε τελευτήσαντι, οὐδὲ ἀμελεῖται ὑπὸ θεῶν τὰ τούτου πράγματα·
但是,法官们,你们也应当对死亡充满希望,并且牢记这一个真理:无论在生前还是在死后,一个好人绝不会遭遇任何不幸,他的事情也绝不会被神明忽视。
οὐδὲ τὰ ἐμὰ νῦν ἀπὸ τοῦ αὐτομάτου γέγονεν, ἀλλά μοι δῆλόν ἐστι τοῦτο, ὅτι ἤδη τεθνάναι καὶ ἀπηλλάχθαι πραγμάτων βέλτιον ἦν μοι.
而我现在的遭遇也绝非偶然发生,相反,对我来说这是显而易见的:现在死去并摆脱烦恼,对我而言是一件更好的事。
διὰ τοῦτο καὶ ἐμὲ οὐδαμοῦ ἀπέτρεψεν τὸ σημεῖον, καὶ ἔγωγε τοῖς καταψηφισαμένοις μου καὶ τοῖς κατηγόροις οὐ πάνυ χαλεπαίνω.
正因为如此,那神圣的兆示在任何地方都没有阻止我,而我对于那些投票判我有罪的人以及指控我的人,也并不怎么生气。
καίτοι οὐ ταύτῃ τῇ διανοίᾳ κατεψηφίζοντό μου καὶ κατηγόρουν, ἀλλʼ οἰόμενοι βλάπτειν· τοῦτο αὐτοῖς ἄξιον μέμφεσθαι.
然而,他们并不是出于这种意图来判我有罪和指控我的,而是以为会伤害我;这一点是值得谴责他们的。
τοσόνδε μέντοι αὐτῶν δέομαι· τοὺς ὑεῖς μου, ἐπειδὰν ἡβήσωσι, τιμωρήσασθε, ὦ ἄνδρες, ταὐτὰ ταῦτα λυποῦντες ἅπερ ἐγὼ ὑμᾶς ἐλύπουν, ἐὰν ὑμῖν δοκῶσιν ἢ χρημάτων ἢ ἄλλου του πρότερον ἐπιμελεῖσθαι ἢ ἀρετῆς, καὶ ἐὰν δοκῶσί τι εἶναι μηδὲν ὄντες, ὀνειδίζετε αὐτοῖς ὥσπερ ἐγὼ ὑμῖν, ὅτι οὐκ ἐπιμελοῦνται ὧν δεῖ, καὶ οἴονταί τι εἶναι ὄντες οὐδενὸς ἄξιοι.
不过,我对他们有这样一个请求:当我的儿子们长大成人时,诸君,如果你们发现他们关心金钱或其他任何事物胜过关心美德,或者他们明明一无是处却自命不凡,请用我折磨你们的同样方式去折磨他们,以此来惩罚他们,并且像我责备你们那样去责备他们,因为他们没有关心该关心的事,而且一无是处却自以为是。
§42καὶ ἐὰν ταῦτα ποιῆτε, δίκαια πεπονθὼς ἐγὼ ἔσομαι ὑφʼ ὑμῶν αὐτός τε καὶ οἱ ὑεῖς.
如果你们这样做,无论是我自己还是我的儿子们,都将从你们那里得到公正的对待。
ἀλλὰ γὰρ ἤδη ὥρα ἀπιέναι, ἐμοὶ μὲν ἀποθανουμένῳ, ὑμῖν δὲ βιωσομένοις· ὁπότεροι δὲ ἡμῶν ἔρχονται ἐπὶ ἄμεινον πρᾶγμα, ἄδηλον παντὶ πλὴν ἢ τῷ θεῷ.
但现在已经是离去的时候了,我去死,而你们去活;但我们当中谁将走向更好的前景,除了神明之外,对所有人都是未知的。

词汇与语法注释

  1. 41aἀπαλλαγεὶς τουτωνὶ τῶν φασκόντων δικαστῶν εἶναι — 被动分词 `ἀπαλλαγείς` 支配表示分离的属格 `τουτωνὶ τῶν φασκόντων`。`δικαστῶν` 是不定式 `εἶναι` 的谓语名词,并在格上与先行词 `φασκόντων` 的属格保持一致。
  2. 41bἀντιπαραβάλλοντι — 现在活动分词与格。它在语法上与主句中表示“对我自己而言”的利益与格 `ἔμοιγε καὶ αὐτῷ` 一致,并作为副词性分词使用,为在冥府的逗留增添了时间(“当对比时”)或手段(“通过对比”)的含义。
  3. 41bτοὺς ἐκεῖ ἐξετάζοντα καὶ ἐρευνῶντα ὥσπερ τοὺς ἐνταῦθα διάγειν — 由于不定式 `διάγειν` 的隐含主语是省略的宾格 `ἐμέ`,因此修饰它的分词 `ἐξετάζοντα` 和 `ἐρευνῶντα` 也使用宾格。整个不定式短语在名词性上与前文的 `τὸ μέγιστον`(最大的一件事)处于同格关系。
  4. 41cἀμήχανον ἂν εἴη εὐδαιμονίας — 属格 `εὐδαιμονίας` 是限定修饰形容词 `ἀμήχανον`(“不可估量的”、“无能为力的”)的“关系属格”或“性质属格”,表示极高的程度:“在幸福层面上是不可估量的(即无比的幸福)”。

引用这一段

柏拉图, 申辩篇 §41-42. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg002.humanitext-grc2:41-42

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。