§40ὑμῖν γὰρ ὡς φίλοις οὖσιν ἐπιδεῖξαι ἐθέλω τὸ νυνί μοι συμβεβηκὸς τί ποτε νοεῖ.
For I want to show you, as being my friends, what in the world the thing that has now happened to me means.
ἐμοὶ γάρ, ὦ ἄνδρες δικασταί—ὑμᾶς γὰρ δικαστὰς καλῶν ὀρθῶς ἂν καλοίην—θαυμάσιόν τι γέγονεν.
For to me, gentlemen of the jury—for in calling you judges I would call you rightly—something wonderful has happened.
ἡ γὰρ εἰωθυῖά μοι μαντικὴ ἡ τοῦ δαιμονίου ἐν μὲν τῷ πρόσθεν χρόνῳ παντὶ πάνυ πυκνὴ ἀεὶ ἦν καὶ πάνυ ἐπὶ σμικροῖς ἐναντιουμένη, εἴ τι μέλλοιμι μὴ ὀρθῶς πράξειν.
For my accustomed prophetic sign of the divine, in all former time, was always very frequent and opposed me even in very small matters, if I was about to do something not rightly.
νυνὶ δὲ συμβέβηκέ μοι ἅπερ ὁρᾶτε καὶ αὐτοί, ταυτὶ ἅ γε δὴ οἰηθείη ἄν τις καὶ νομίζεται ἔσχατα κακῶν εἶναι·
But now there has happened to me what you yourselves also see, these very things which someone might indeed think, and which are conventionally considered, to be the ultimate of evils.
ἐμοὶ δὲ οὔτε ἐξιόντι ἕωθεν οἴκοθεν ἠναντιώθη τὸ τοῦ θεοῦ σημεῖον, οὔτε ἡνίκα ἀνέβαινον ἐνταυθοῖ ἐπὶ τὸ δικαστήριον, οὔτε ἐν τῷ λόγῳ οὐδαμοῦ μέλλοντί τι ἐρεῖν.
But to me neither when I went out from my house in the morning did the sign of the god oppose me, nor when I was coming up here to the court, nor anywhere in my speech when I was about to say anything.
καίτοι ἐν ἄλλοις λόγοις πολλαχοῦ δή με ἐπέσχε λέγοντα μεταξύ· νῦν δὲ οὐδαμοῦ περὶ ταύτην τὴν πρᾶξιν οὔτʼ ἐν ἔργῳ οὐδενὶ οὔτʼ ἐν λόγῳ ἠναντίωταί μοι.
And yet in other speeches it often stopped me in the middle of my speaking; but now, nowhere in this entire affair, neither in any deed nor in any speech, has it opposed me.
τί οὖν αἴτιον εἶναι ὑπολαμβάνω;
What then do I suppose to be the cause?
ἐγὼ ὑμῖν ἐρῶ· κινδυνεύει γάρ μοι τὸ συμβεβηκὸς τοῦτο ἀγαθὸν γεγονέναι, καὶ οὐκ ἔσθʼ ὅπως ἡμεῖς ὀρθῶς ὑπολαμβάνομεν, ὅσοι οἰόμεθα κακὸν εἶναι τὸ τεθνάναι.
I will tell you; for this thing that has happened to me is likely to be a good thing, and there is no way that we suppose rightly, as many of us as think that dying is an evil.
μέγα μοι τεκμήριον τούτου γέγονεν· οὐ γὰρ ἔσθʼ ὅπως οὐκ ἠναντιώθη ἄν μοι τὸ εἰωθὸς σημεῖον, εἰ μή τι ἔμελλον ἐγὼ ἀγαθὸν πράξειν.
A great proof of this has come to me; for there is no way that the accustomed sign would not have opposed me, unless I was about to fare well.
ἐννοήσωμεν δὲ καὶ τῇδε ὡς πολλὴ ἐλπίς ἐστιν ἀγαθὸν αὐτὸ εἶναι.
Let us consider it also in this way, how great a hope there is that it is a good thing.
δυοῖν γὰρ θάτερόν ἐστιν τὸ τεθνάναι· ἢ γὰρ οἷον μηδὲν εἶναι μηδὲ αἴσθησιν μηδεμίαν μηδενὸς ἔχειν τὸν τεθνεῶτα, ἢ κατὰ τὰ λεγόμενα μεταβολή τις τυγχάνει οὖσα καὶ μετοίκησις τῇ ψυχῇ τοῦ τόπου τοῦ ἐνθένδε εἰς ἄλλον τόπον.
For dying is one of two things: for either it is like being nothing and the dead person has no perception of anything, or, according to what is said, it happens to be a certain change and migration for the soul from this place here to another place.
καὶ εἴτε δὴ μηδεμία αἴσθησίς ἐστιν ἀλλʼ οἷον ὕπνος ἐπειδάν τις καθεύδων μηδʼ ὄναρ μηδὲν ὁρᾷ, θαυμάσιον κέρδος ἂν εἴη ὁ θάνατος—ἐγὼ γὰρ ἂν οἶμαι, εἴ τινα ἐκλεξάμενον δέοι ταύτην τὴν νύκτα ἐν ᾗ οὕτω κατέδαρθεν ὥστε μηδὲ ὄναρ ἰδεῖν, καὶ τὰς ἄλλας νύκτας τε καὶ ἡμέρας τὰς τοῦ βίου τοῦ ἑαυτοῦ ἀντιπαραθέντα ταύτῃ τῇ νυκτὶ δέοι σκεψάμενον εἰπεῖν πόσας ἄμεινον καὶ ἥδιον ἡμέρας καὶ νύκτας ταύτης τῆς νυκτὸς βεβίωκεν ἐν τῷ ἑαυτοῦ βίῳ, οἶμαι ἂν μὴ ὅτι ἰδιώτην τινά, ἀλλὰ τὸν μέγαν βασιλέα εὐαριθμήτους ἂν εὑρεῖν αὐτὸν ταύτας πρὸς τὰς ἄλλας ἡμέρας καὶ νύκτας—εἰ οὖν τοιοῦτον ὁ θάνατός ἐστιν, κέρδος ἔγωγε λέγω· καὶ γὰρ οὐδὲν πλείων ὁ πᾶς χρόνος φαίνεται οὕτω δὴ εἶναι ἢ μία νύξ.
And if indeed there is no perception, but it is like a sleep when one sleeping sees not even a dream, death would be a wonderful gain. For I think that if someone, having selected that night in which he slept so soundly as not even to see a dream, and having set the other nights and days of his own life against this night, had to say after consideration how many days and nights he has lived in his own life better and more pleasantly than this night, I think not only some private person, but the Great King himself, would find these to be easily counted against the other days and nights. If, therefore, death is such, I at least call it a gain; for indeed all time appears to be no more in this way than a single night.
εἰ δʼ αὖ οἷον ἀποδημῆσαί ἐστιν ὁ θάνατος ἐνθένδε εἰς ἄλλον τόπον, καὶ ἀληθῆ ἐστιν τὰ λεγόμενα, ὡς ἄρα ἐκεῖ εἰσι πάντες οἱ τεθνεῶτες, τί μεῖζον ἀγαθὸν τούτου εἴη ἄν, ὦ ἄνδρες δικασταί;
But if, on the other hand, death is like a journey from here to another place, and what is said is true, that all the dead are indeed there, what greater good could there be than this, gentlemen of the jury?