← プラトン

ソクラテスの弁明

§40

神の合図の沈黙と死についての二つの解釈

ソクラテスは無罪を宣告した陪審員たちに向けて、自らの「神的な声」が一度も自分を静止しなかったことを挙げ、今回の死刑判決が善いものであるという確信を述べる。そして、死が完全な無(眠り)であるか、あるいは魂の移住であるかの二者択一であり、いずれにしても恐るべきものではないことを論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§40

ὑμῖν γὰρ ὡς φίλοις οὖσιν ἐπιδεῖξαι ἐθέλω τὸ νυνί μοι συμβεβηκὸς τί ποτε νοεῖ. ἐμοὶ γάρ, ὦ ἄνδρες δικασταί—ὑμᾶς γὰρ δικαστὰς καλῶν ὀρθῶς ἂν καλοίην—θαυμάσιόν τι γέγονεν. ἡ γὰρ εἰωθυῖά μοι μαντικὴ ἡ τοῦ δαιμονίου ἐν μὲν τῷ πρόσθεν χρόνῳ παντὶ πάνυ πυκνὴ ἀεὶ ἦν καὶ πάνυ ἐπὶ σμικροῖς ἐναντιουμένη, εἴ τι μέλλοιμι μὴ ὀρθῶς πράξειν. νυνὶ δὲ συμβέβηκέ μοι ἅπερ ὁρᾶτε καὶ αὐτοί, ταυτὶ ἅ γε δὴ οἰηθείη ἄν τις καὶ νομίζεται ἔσχατα κακῶν εἶναι· ἐμοὶ δὲ οὔτε ἐξιόντι ἕωθεν οἴκοθεν ἠναντιώθη τὸ τοῦ θεοῦ σημεῖον, οὔτε ἡνίκα ἀνέβαινον ἐνταυθοῖ ἐπὶ τὸ δικαστήριον, οὔτε ἐν τῷ λόγῳ οὐδαμοῦ μέλλοντί τι ἐρεῖν. καίτοι ἐν ἄλλοις λόγοις πολλαχοῦ δή με ἐπέσχε λέγοντα μεταξύ· νῦν δὲ οὐδαμοῦ περὶ ταύτην τὴν πρᾶξιν οὔτʼ ἐν ἔργῳ οὐδενὶ οὔτʼ ἐν λόγῳ ἠναντίωταί μοι. τί οὖν αἴτιον εἶναι ὑπολαμβάνω; ἐγὼ ὑμῖν ἐρῶ· κινδυνεύει γάρ μοι τὸ συμβεβηκὸς τοῦτο ἀγαθὸν γεγονέναι, καὶ οὐκ ἔσθʼ ὅπως ἡμεῖς ὀρθῶς ὑπολαμβάνομεν, ὅσοι οἰόμεθα κακὸν εἶναι τὸ τεθνάναι. μέγα μοι τεκμήριον τούτου γέγονεν· οὐ γὰρ ἔσθʼ ὅπως οὐκ ἠναντιώθη ἄν μοι τὸ εἰωθὸς σημεῖον, εἰ μή τι ἔμελλον ἐγὼ ἀγαθὸν πράξειν.1ἐννοήσωμεν δὲ καὶ τῇδε ὡς πολλὴ ἐλπίς ἐστιν ἀγαθὸν αὐτὸ εἶναι. δυοῖν γὰρ θάτερόν ἐστιν τὸ τεθνάναι· ἢ γὰρ οἷον μηδὲν εἶναι μηδὲ αἴσθησιν μηδεμίαν μηδενὸς ἔχειν τὸν τεθνεῶτα, ἢ κατὰ τὰ λεγόμενα μεταβολή τις τυγχάνει οὖσα καὶ μετοίκησις τῇ ψυχῇ τοῦ τόπου τοῦ ἐνθένδε εἰς ἄλλον τόπον. καὶ εἴτε δὴ μηδεμία αἴσθησίς ἐστιν ἀλλʼ οἷον ὕπνος ἐπειδάν τις καθεύδων μηδʼ ὄναρ μηδὲν ὁρᾷ, θαυμάσιον κέρδος ἂν εἴη ὁ θάνατος—ἐγὼ γὰρ ἂν οἶμαι, εἴ τινα ἐκλεξάμενον δέοι ταύτην τὴν νύκτα ἐν ᾗ οὕτω κατέδαρθεν ὥστε μηδὲ ὄναρ ἰδεῖν, καὶ τὰς ἄλλας νύκτας τε καὶ ἡμέρας τὰς τοῦ βίου τοῦ ἑαυτοῦ ἀντιπαραθέντα ταύτῃ τῇ νυκτὶ δέοι σκεψάμενον εἰπεῖν πόσας ἄμεινον καὶ ἥδιον ἡμέρας καὶ νύκτας ταύτης τῆς νυκτὸς βεβίωκεν ἐν τῷ ἑαυτοῦ βίῳ, οἶμαι ἂν μὴ ὅτι ἰδιώτην τινά, ἀλλὰ τὸν μέγαν βασιλέα2 εὐαριθμήτους ἂν εὑρεῖν αὐτὸν3 ταύτας πρὸς τὰς ἄλλας ἡμέρας καὶ νύκτας—εἰ οὖν τοιοῦτον ὁ θάνατός ἐστιν, κέρδος ἔγωγε λέγω· καὶ γὰρ οὐδὲν πλείων ὁ πᾶς χρόνος φαίνεται οὕτω δὴ εἶναι ἢ μία νύξ. εἰ δʼ αὖ οἷον ἀποδημῆσαί ἐστιν ὁ θάνατος ἐνθένδε εἰς ἄλλον τόπον, καὶ ἀληθῆ ἐστιν τὰ λεγόμενα, ὡς ἄρα ἐκεῖ εἰσι πάντες οἱ τεθνεῶτες, τί μεῖζον ἀγαθὸν τούτου εἴη ἄν, ὦ ἄνδρες δικασταί;

友人であるあなた方に対して、私は今、私に起こったこの出来事が一体何を意味しているのかを示したいのです。というのも、裁判官諸君――あなた方を裁判官と呼ぶことは正当なことでしょうが――、私に驚くべきことが起こったからです。私に馴染みの、あの神的なものの予言の兆しは、これまでのすべての時間において、私が何か正しくないことを行おうとするたびに、極めて頻繁に、また極めて些細なことに対しても、常に私に反対していました。ところが今、あなた方自身も目にしている通り、およそ人が災厄の最たるものと思い、またそう考えられているような出来事が私に起こりました。しかし、私には、朝に家を出るときにも神の兆しは反対しませんでしたし、ここ法廷へと登ってきたときにも、また弁明の最中、何かを語ろうとするときにも、どの箇所でも反対しませんでした。しかしながら、他の多くの話においては、話している途中で私を引き留めることがしばしばあったのです。しかし今回は、この一連の出来事に関して、いかなる行為においても言葉においても、どこにおいても私に反対しませんでした。では、何がその原因であると私は考えているのでしょうか。それをお話ししましょう。というのも、私に起こったこの出来事は善いことであるらしく、私たちの中で、死ぬことが悪であると考えている者たちの思い込みは、決して正しくないと思われるからです。このことの大きな証拠が私に現れました。なぜなら、もし私が何か善い結果に向かおうとしていなかったのであれば、いつもの兆しが私に反対しなかったはずがないからです。死が善いものであるという大きな希望があることを、次のようにしても考えてみましょう。というのも、死ぬということは二つのうちのいずれかだからです。すなわち、死んだ者は無であり、何に対してもいかなる感覚も持たないような状態であるか、あるいは、言い伝えられているように、魂がこの場所から別の場所へと移り住む、ここからの旅立ちであるかのどちらかです。そして、もし全くいかなる感覚もなく、眠っている人が夢すら見ないような眠りであるとするなら、死は驚くべき利益でしょう。なぜなら、もしある人が、夢すら見ないほど深く眠ったそのような夜を選び出し、自分の人生の他のすべての夜や昼をその夜と比較した上で、自分の生涯においてその夜よりも良く、かつ心地よく過ごした昼や夜がいくつあったかをよく考えて言わねばならないとするなら、一般の人は言うに及ばず、かの大王であっても、他の昼や夜に比べて、そのような日々は極めて数えやすいほどわずかであることを見出すだろうと私は思うからです。それゆえ、もし死がそのようなものであるなら、私はそれを利益と呼びます。実際、すべての時間も、このように見れば、たった一晩と大差ないように思われるからです。しかし他方で、もし死がここから別の場所への旅立ちのようなものであり、死んだ人々はみなそこにいるという言い伝えが真実であるとするなら、裁判官諸君、これ以上のいかなる善いことがあり得ましょうか。

構文注3 件
  1. 40cεἰ μή τι ἔμελλον ἐγὼ ἀγαθὸν πράξειν

    「私が何か善い結果に向かおうとしていなかったのであれば」の意。自動詞 πράσσω (または πράττω) に副詞や中性形容詞が伴うと、「(特定の)状態で過ごす、〜な結果になる、運に恵まれる」という意味になる。ここでは「善いことを行う」ではなく「良い運命に遭う、善い結果に至る」という生存のあり方を意味している。

  2. 40dμὴ ὅτι ἰδιώτην τινά, ἀλλὰ τὸν μέγαν βασιλέα

    μὴ ὅτι(〜は言うに及ばず)は、後続の ἀλλά(または ἀλλὰ καί)と呼応して「〜だけでなく、一般人はおろか、〜さえも」という強い対比を導く定型表現。主節の動詞(ここでは εὑρεῖν ἂν)を共有する省略構文の一種である。

  3. 40dἐγὼ γὰρ ἂν οἶμαι... εὑρεῖν ἂν αὐτόν

    主動詞 οἶμαι の直後にある最初の ἂν は、思考の動詞を先取りして文全体の条件性(反実仮想)を示すもので、実際の帰結節の不定詞 εὑρεῖν に係る二つ目の ἂν と呼応する重複(double ἂν)の構造を取っている。長大な挿入句(εἴ τινα... βεβίωκεν)を挟むため、文脈の流れを明確にするために重ねて置かれている。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(1 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0059.tlg002.humanitext-grc2:40