§33ἀλλʼ ἐγὼ διὰ παντὸς τοῦ βίου δημοσίᾳ τε εἴ πού τι ἔπραξα τοιοῦτος φανοῦμαι, καὶ ἰδίᾳ ὁ αὐτὸς οὗτος, οὐδενὶ πώποτε συγχωρήσας οὐδὲν παρὰ τὸ δίκαιον οὔτε ἄλλῳ οὔτε τούτων οὐδενὶ οὓς δὴ διαβάλλοντες ἐμέ φασιν ἐμοὺς μαθητὰς εἶναι.
但是,我一生中在公共场合如果曾做过什么事,都会显得是这样一个人,在私下里我也是完全一样的,我从未向任何人做出违背正义的让步,无论对其他人,还是对那些诽谤我的人声称是我的弟子的人。
ἐγὼ δὲ διδάσκαλος μὲν οὐδενὸς πώποτʼ ἐγενόμην·
事实上,我从未做过任何人的老师。
εἰ δέ τίς μου λέγοντος καὶ τὰ ἐμαυτοῦ πράττοντος ἐπιθυμοῖ ἀκούειν, εἴτε νεώτερος εἴτε πρεσβύτερος, οὐδενὶ πώποτε ἐφθόνησα, οὐδὲ χρήματα μὲν λαμβάνων διαλέγομαι μὴ λαμβάνων δὲ οὔ, ἀλλʼ ὁμοίως καὶ πλουσίῳ καὶ πένητι παρέχω ἐμαυτὸν ἐρωτᾶν, καὶ ἐάν τις βούληται ἀποκρινόμενος ἀκούειν ὧν ἂν λέγω.
但如果有人,无论年轻还是年长,渴望听我说话并履行我自己的事务,我从未吝啬过。 我既不是收了钱才谈话,不收钱就不谈,而是同样向富人和穷人提供向我发问的机会,如果有人愿意,他也可以在回答的同时听我说话。
καὶ τούτων ἐγὼ εἴτε τις χρηστὸς γίγνεται εἴτε μή, οὐκ ἂν δικαίως τὴν αἰτίαν ὑπέχοιμι, ὧν μήτε ὑπεσχόμην μηδενὶ μηδὲν πώποτε μάθημα μήτε ἐδίδαξα·
在这些人中,无论谁变得优秀还是不优秀,我都不应该公正地承担责任,因为我从未向任何人承诺过任何教导,也从未教过他们。
εἰ δέ τίς φησι παρʼ ἐμοῦ πώποτέ τι μαθεῖν ἢ ἀκοῦσαι ἰδίᾳ ὅτι μὴ καὶ οἱ ἄλλοι πάντες, εὖ ἴστε ὅτι οὐκ ἀληθῆ λέγει.
如果有人说,他曾私下里从我这里学到或听到过什么其他所有人都没有听到的内容,请你们确信,他说的不是真话。
ἀλλὰ διὰ τί δή ποτε μετʼ ἐμοῦ χαίρουσί τινες πολὺν χρόνον διατρίβοντες;
那么,为什么有些人喜欢和我在一起度过很长时间呢?
ἀκηκόατε, ὦ ἄνδρες Ἀθηναῖοι, πᾶσαν ὑμῖν τὴν ἀλήθειαν ἐγὼ εἶπον· ὅτι ἀκούοντες χαίρουσιν ἐξεταζομένοις τοῖς οἰομένοις μὲν εἶναι σοφοῖς, οὖσι δʼ οὔ.
雅典的市民们,我已经向你们说明了全部真相:因为他们乐于听那些自以为聪明其实不然的人接受拷问。
ἔστι γὰρ οὐκ ἀηδές.
因为这并不是一件令人不快的事。
ἐμοὶ δὲ τοῦτο, ὡς ἐγώ φημι, προστέτακται ὑπὸ τοῦ θεοῦ πράττειν καὶ ἐκ μαντείων καὶ ἐξ ἐνυπνίων καὶ παντὶ τρόπῳ ᾧπέρ τίς ποτε καὶ ἄλλη θεία μοῖρα ἀνθρώπῳ καὶ ὁτιοῦν προσέταξε πράττειν.
正如我所宣称的,神已经通过神谕、梦境以及任何其他神圣命运曾给人类下达过任何指令的一切方式,命令我去实践这件事。
ταῦτα, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἀληθῆ ἐστιν καὶ εὐέλεγκτα.
雅典的市民们,这些话既是真实的,也是容易验证的。
εἰ γὰρ δὴ ἔγωγε τῶν νέων τοὺς μὲν διαφθείρω τοὺς δὲ διέφθαρκα, χρῆν δήπου, εἴτε τινὲς αὐτῶν πρεσβύτεροι γενόμενοι ἔγνωσαν ὅτι νέοις οὖσιν αὐτοῖς ἐγὼ κακὸν πώποτέ τι συνεβούλευσα, νυνὶ αὐτοὺς ἀναβαίνοντας ἐμοῦ κατηγορεῖν καὶ τιμωρεῖσθαι·
因为如果我确实正在败坏一些青年,并且已经败坏了另外一些青年,那么他们中一些长大成人的人,如果意识到自己在年轻时曾受到我任何不良的建议,现在理应站出来控告我并惩罚我。
εἰ δὲ μὴ αὐτοὶ ἤθελον, τῶν οἰκείων τινὰς τῶν ἐκείνων, πατέρας καὶ ἀδελφοὺς καὶ ἄλλους τοὺς προσήκοντας, εἴπερ ὑπʼ ἐμοῦ τι κακὸν ἐπεπόνθεσαν αὐτῶν οἱ οἰκεῖοι, νῦν μεμνῆσθαι καὶ τιμωρεῖσθαι.
如果他们自己不乐意,那么如果他们的家属曾因我而遭受什么不幸,其家属中的某些人——父亲、兄弟或其他亲属——现在也应该记住这件事并惩罚我。
πάντως δὲ πάρεισιν αὐτῶν πολλοὶ ἐνταυθοῖ οὓς ἐγὼ ὁρῶ, πρῶτον μὲν Κρίτων οὑτοσί, ἐμὸς ἡλικιώτης καὶ δημότης, Κριτοβούλου τοῦδε πατήρ, ἔπειτα Λυσανίας ὁ Σφήττιος, Αἰσχίνου τοῦδε πατήρ, ἔτι δʼ Ἀντιφῶν ὁ Κηφισιεὺς οὑτοσί, Ἐπιγένους πατήρ, ἄλλοι τοίνυν οὗτοι ὧν οἱ ἀδελφοὶ ἐν ταύτῃ τῇ διατριβῇ γεγόνασιν, Νικόστρατος Θεοζοτίδου, ἀδελφὸς Θεοδότου—καὶ ὁ μὲν Θεόδοτος τετελεύτηκεν, ὥστε οὐκ ἂν ἐκεῖνός γε αὐτοῦ καταδεηθείη—καὶ Παράλιος ὅδε, ὁ Δημοδόκου, οὗ ἦν Θεάγης ἀδελφός· ὅδε δὲ Ἀδείμαντος, ὁ Ἀρίστωνος, οὗ ἀδελφὸς οὑτοσὶ Πλάτων, καὶ Αἰαντόδωρος, οὗ Ἀπολλόδωρος ὅδε ἀδελφός.
无论如何,我看到这里有许多这样的人:首先是这边的克力同,与我同龄且同辖区,是那边克里托布洛斯的父亲;其次是斯斐托斯的吕萨尼亚斯,是这边埃斯基奈斯的父亲;还有凯菲西亚的安提丰,是埃庇革涅斯的父亲;还有其他这些兄弟曾参与过我们这种交往的人:塞奥佐提德之子尼科斯特拉托斯,是塞奥多托斯的兄弟——而且塞奥多托斯已经去世,所以他绝不可能恳求尼科斯特拉托斯——还有这边的帕拉里奥斯,德莫多科斯之子,塞亚格斯是他的兄弟;还有这边的阿德曼托斯,阿里斯同之子,这边的柏拉图是他的兄弟;以及埃安托多洛斯,这边的阿波罗多洛斯是他的兄弟。